1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

140

διαθήκην τῶν πατέρων ὑμῶν;" Ὑφ' ἑνὸς, φησὶ, δημιουργηθέντες Θεοῦ, ὃς δίκην πατρὸς εἰς ἅπαντας ὑμᾶς τὴν οἰκείαν ἀγάπην ἐπεδείξατο, οὕτω τῶν ὁμοφυῶν ἠμελήσατε, καὶ οὔτε τῆς φύσεως, οὔτε τῆς χάριτος τὴν κοινω νίαν ᾐδέσθητε, ἀλλ' ἀτημελήτους τοὺς ὑμετέρους ἀδελφοὺς κατελίπετε, καὶ περιείδετε τῶν ἐμῶν νόμων παραβάτας γεγενημένους· καὶ ταῦτα ἔχοντες τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ὠφελείας παράδειγμα. ιαʹ. "Ἐγκατελείφθη γὰρ Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἱερουσαλὴμ, διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγά πησε." Καὶ δεικνὺς σαφῶς, ἃ ἠγάπησε, ἐπήγαγε· "Καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους." Ὁ γὰρ Ἰούδας, φησὶ, καὶ ἐν τῷ Ἰσραὴλ, καὶ ἐν τῇ Ἱερουσαλὴμ, μυσαρὸς ἐνομίσθη, ἀντικρὺς παρανομήσας, καὶ τοὺς θείους νόμους πατήσας, καὶ τοὺς οὐκ ὄντας ἀντὶ τοῦ ὄντος προσκυνήσας θεούς. Εἶτα κοινὴν κατὰ τῶν τοιούτων ἁπάντων ἐκφέρει τὴν ἀπειλήν· ιβʹ. "Ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως ἂν καὶ ταπεινωθῇ ἐκ σκηνω μάτων Ἰακὼβ, καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι." Τοῦ γὰρ συλλόγου τῶν εὐσεβῶν ἀλ λότριος ὁ δυσσεβείᾳ συζῶν. Ἐντεῦθεν εἰς ἑτέραν μεταφέρει κατηγορίαν τὸν λόγον· ἐγκαλεῖ γὰρ αὐτοῖς, 81.1973 ὅτι τὰς ὁμόζυγας καταλιπόντες ἑτέραις παρανόμως ἐμίγνυντο γυναιξί. ιγʹ. "Καὶ ταῦτα, ἃ ἐμίσουν, ἐποιεῖτε" ἃ δὲ μισεῖ ὁ Θεὸς, ἄθλιος ὁ φιλῶν. Τί δὲ ταῦτά ἐστι, δι δάσκει· "Ἐκαλύπτετε ἐν δάκρυσι τὸ θυσιαστήριον Κυρίου, καὶ κλαυθμῷ, καὶ στεναγμῷ ἐκ κόπων." Αἱ γὰρ ὑπὸ τῶν οἰκείων ἀνδρῶν ἀδικούμεναι γυναῖ κες, τῶν ἐπικουρούντων σπανίζουσαι, ὀδυρμοῖς καὶ δάκρυσι κεχρημέναι, τὸν δίκαιον ἐκάλουν κριτήν· ταῦτα δὲ ἠναγκάζοντο δρᾷν ὑπὸ τῆς συνεχούσης ὀδύνης. Τοῦτο γὰρ εἶπεν, ἐκ κόπων. Τοιγάρτοι τού των γιγνομένων, "Ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν; (ιδʹ.) Καὶ εἴπατε· Ἕνεκεν τίνος;" Τῆς γὰρ παρανομίας μυσαρὰ δεικνύσης τὰ ὑφ' ὑμῶν προσφερόμενα, ἀναλ γήτως ἔτι διάκεισθε, καὶ τούτου τὴν αἰτίαν ἀγνοεῖν προσποιεῖσθε. ∆ι' ὃ τῇ συνήθει μακροθυμίᾳ χρώ μενος, ταύτην ὑμᾶς διδάσκω. "Ὅτι Κύριος ἐμαρτύρατο ἀναμέσον σοῦ καὶ ἀναμέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες· καὶ αὕτη κοινωνός σου, καὶ γυνὴ διαθήκης σου. (ιεʹ.) Καὶ οὐκ ἄλλος ἐποίησε, καὶ ὑπόλειμμα πνεύματός σου." Ἀναμνήσθητε γὰρ τοῦ πρώτου νόμου τοῦ δοθέντος τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ· εὐθὺς γὰρ τὴν γυναῖκα δημιουργήσας, καὶ οἱονεὶ νυμφοστόλος γενό μενος, προσάγει μὲν αὐτὴν τῷ ἀνδρί· δίδωσι δὲ τοῦ γάμου τοὺς νόμους· "Ἀντὶ τούτου, φήσας, κατα λείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν." Αὐτοῦ τοίνυν τοῦ Θεοῦ τῶν ὅλων, καὶ δημιουργήσαντος ἀμφοτέρους, καὶ συνάψαντος, καὶ τοῦτον τεθεικότος τὸν νόμον, πῶς τολμᾶτε παραβαίνειν προφανῶς τὰ ἄνωθεν ὡρισμένα, οὐδὲ τῆς θείας εὐλογίας ἀναμι μνήσκεσθε τῆς τοῖς ὑμετέροις πατράσιν ἐπηγγελ μένης· "Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώ σατε τὴν γῆν;" Τοῦτο γὰρ καὶ ἐνταῦθά φησι· "Καὶ ὑπόλειμμα πνεύματός σου." Θνητὴν γὰρ ἔχοντες φύσιν, διὰ τῶν τικτομένων ἐπὶ πλεῖστον τὴν ὑμετέραν διασώζετε μνήμην· ἀλλὰ ταῦτα τοῦ Θεοῦ νομοθετή σαντος, ὑμεῖς ἀντιλέγετε φάσκοντες, οὐ γάμων σω φρόνων, ἀλλὰ πολυπαιδίας κήδεσθαι τὸν Θεόν. "Εἴπατε γὰρ, Τί ἄλλο ζητεῖ ὁ Θεὸς ἢ σπέρμα;" Ἀλλ' ἐγὼ παρεγγυῶ ὑμῖν, τούτων ἀποστάντας τῶν λόγων, τοὺς θείους νόμους φυλάξαι, καὶ τὴν ἐξ ἀρχῆς συζευχθεῖ σαν γυναῖκα τοῦ ζυγοῦ μὴ χωρίσαι. Εἶτα τῆς ἐν νόμῳ γεγενημένης ἀναμιμνήσκει συγκαταβάσεως. ιʹ. "Ἀλλ' ἐὰν μισήσῃς, ἐξαπόστειλον, λέγει Κύριος Ἰσραήλ." Καὶ γὰρ ἐν τῷ νόμῳ διαγορεύει δοῦναι βιβλίον ἀποστασίου τῇ γυναικὶ τὸν οὐκ εὖ περὶ αὐτὴν διακείμενον. Τοῦτον δὲ τὸν νόμον ἑρ μηνεύων ὁ Κύριος τοῖς Φαρισαίοις φησί· "Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐνομοθέτησεν οὕτως· ἐξ ἀρχῆς δὲ οὐκ ἐγένετο οὕτως· ὁ γὰρ ποιήσας αὐ 81.1976 τοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·" ἀντὶ τοῦ, ἕνα καὶ μίαν, οὐχ ἕνα ἄνδρα καὶ δύο γυναῖκας, ἵνα ταύτην μισήσας συναφθῇ τῇ ἑτέρᾳ. Οὐκοῦν ἡ δη μιουργία σωφροσύνης ἦν