1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

142

φυλάς." Εἶτα διδάσκει τὰ ὑπ' αὐτοῦ δρώμενα. "∆ιότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. (γʹ.) Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον." Οὕτω καὶ ὁ μακάριος Παῦλός φησιν· "Ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαύσεται, ζημιωθήσεται." Ἡγοῦμαι δὲ διὰ τῶν εἰρημένων τὸν Προφήτην μὴ μόνον ἐκεῖνο ση μαίνειν, ἀλλὰ καὶ τὴν τοῦ ἁγίου Πνεύματος κάθαρσιν· καὶ γὰρ ἐν τούτῳ μυστικῶς τοὺς προσ ιόντας ἀναχωνεύει, καὶ νεουργεῖ τῷ πυρὶ Πνεύματος χρώμενος. Οὕτω γὰρ καὶ ὁ μέγας Ἰωάννης φησίν· "Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί." Καὶ μέντοι καὶ τῇ θείᾳ χάριτι χρώμενος καθάπερ τινὶ πόᾳ, τῶν ἁμαρτημάτων ἐκκαθαίρει τὸν ῥύπον. Καὶ τῇ μὲν Ἱερουσαλὴμ ὁ μακάριος Ἱερεμίας φησίν· "Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀνομίαις σου, λέγει Κύ ριος." Ἐκείνη γὰρ τὴν νομικὴν εἶχεν, οὐ τὴν τῆς χάριτος πόαν. Ἐνταῦθα δὲ ὑποδείκνυσιν ἡμῖν ὁ προ φητικὸς λόγος, οἷόν τινα δημιουργὸν, τὸν ∆εσπότην 81.1980 καθάπερ πόᾳ τινὶ τὸν τῶν ἁμαρτημάτων ἀποσμή χοντα ῥύπον, καὶ οἷόν τινι πυρὶ τοῦ ταύτης ἰοῦ τὰς ἡμετέρας ἐλευθεροῦντα ψυχάς. Τοῦτο δὲ ποιήσει καὶ τοῖς εἰς αὐτὸν πεπιστευκόσι Λευΐταις. Ἐκ τούτων δὲ ἦν καὶ ὁ μακάριος Βαρνάβας, ὡς ἱστορία διδάσκει τῶν Πράξεων, καὶ ἕτεροι δὲ πολλοὶ μετὰ τούτου πι στεύσαντες τῆς αὐτῆς σωτηρίας ἀπήλαυσαν. Καθα ριεῖ γὰρ, φησὶ, τοὺς υἱοὺς Λευῒ, καὶ ἐκχεεῖ αὐ τοὺς, ὡς τὸ χρυσίον, καὶ ὡς τὸ ἀργύριον· καὶ οὗτοι, φησὶν, ἔσονται τῷ Κυρίῳ προσάγοντες θυ σίαν ἐν δικαιοσύνῃ." Οὐκ ἐκείνην τὴν νομικὴν, περὶ ἧς εἶπε· "Θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ἀλλὰ τὴν λογικὴν καὶ ἀναίμακτον." ∆ιὸ ἐπήγαγε· δʹ. "Καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, καὶ κατὰ τὰ ἔτη τὰ ἔμπροσθεν." Οὐκ ἔστι γὰρ αὕτη πρόσ καιρος, ἀλλ' αἰώνιος. Ἐντεῦθεν πάλιν ἀπειλεῖ τιμω ρίαν τοῖς ἀσεβείᾳ συζῶσι. εʹ. "Προσελεύσομαι γὰρ, φησὶ, πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμα κούς." Ταχεῖαν, φησὶν, ἐπάξω κόλασιν οἷς εἶδον κακοῖς· οὐ δέομαι γὰρ μαρτύρων ἑτέρων, ἀλλ' αὐτ όπτης εἰμὶ τῆς πονηρίας. "Καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθω τοῦ, καὶ καταδυναστεύοντας χήρας, καὶ κονδυλίζον τας ὀρφανοὺς, καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσ ηλύτου, καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ." Ὁμοίως δὲ ταῖς γοητρίαις, φησὶ, καὶ τὰς μοιχευτρίας, καὶ τοὺς ψευδῶς ὀμνύναι τολμῶντας, καὶ τῶν μισθωτῶν τὸν μὲν πόνον καρ πουμένους, τὸν δὲ μισθὸν παρέχειν οὐ βουλομένους, καὶ ἁπαξαπλῶς πάντα δυναστείᾳ χρώμενον κατὰ τῶν ὀρφανίαν καὶ χηρείαν ὀδυρομένων, καὶ τοῖς μετοίκοις καὶ προσηλύτοις κακῶς δικάζειν αἱρουμένων, καὶ τὴν ἐμὴν οὐ δειμαίνοντα κρίσιν, εἰσπράξω ποινὴν, καὶ οὐκ ἀνέξομαι τοὺς ἀδικουμένους περιιδεῖν. ʹ. "∆ιότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι." Φύσιν γὰρ ἔχω μεταβολὴν οὐ δεχομένην· ἴστε δὲ ὅπως τοὺς πρὸ ὑμῶν καὶ σφαγῇ παρέδωκα, καὶ δορυαλώτους παρέπεμψα. "Καὶ ὑμεῖς, υἱοὶ Ἰακὼβ, οὐκ ἀπέχεσθε (ζʹ.) ἀπὸ τῶν ἁμαρτιῶν τῶν πατέρων ὑμῶν· ἐξεκλίνατε νό μιμα, καὶ οὐκ ἐφυλάξασθε." Ταυτὰ τοίνυν τοῖς πατράσι τολμῶντες, ταυτὰ πείσεσθε τούτοις. Καὶ ἑτέρας δὲ παρανομίας κατηγορίαν προστίθησιν. "Ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ. (ηʹ.) Καὶ εἴπατε· Ἐν τίνι ἐπιστρέψομεν; Εἰ πτερνιεῖ ἄνθρω πος Θεὸν, διότι ὑμεῖς πτερνίζετέ με; καὶ εἴπατε· Ἐν τίνι ἐπτερνίσαμέν σε;" Οἱ περὶ Ἀκύλαν καὶ Σύμμαχον τὸ, ἐπτερνίσαμέν σε οὕτως ἡρμήνευσαν· 81.1981 "Μὴ ἀποστερήσει ἄνθρωπος Θεὸν, ὅτι ὑμεῖς ἀπο στερεῖτέ με; Καὶ εἴπατε· Ἐν τίνι ἀπεστερήσαμέν σε;" "Ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ' ὑμῶν εἰσι. (θʹ.) Καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε αὐτὰ, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε· τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἁρπαγὴ τοῦ