143
πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν." Τοῦ νόμου γὰρ διαγορεύοντος τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας πρώτας τῷ Θεῷ προσφέρειν, εἶθ' οὕτω τὰ λειπόμενα λαμβάνειν, ὑμεῖς ἅπαντα κατ' αὐτὸν εἰς τὰ ὑμέτερα εἰσενέγκατε δοχεῖα, οὐ λογισάμενοι, ὅτι πτωχῶν ἐστιν ἁρπαγὴ, τῶν ἀπαρχῶν καὶ τῶν δεκα τῶν ἡ στέρησις. Τοῖς γὰρ ἱερεῦσι τούτου χάριν γῆς οὐκ ἔδωκα κλῆρον, ἵνα τῇ θείᾳ προσεδρεύοντες λει τουργίᾳ, καὶ τὰς ὑπὲρ ὑμῶν θυσίας προσφέροντες, ἐκ τῶν ἐμοὶ προσφερομένων ἀπαρχῶν καὶ δεκατῶν διατρέφωνται, καὶ τοῖς προσεδρεύουσι πτωχοῖς τῷ θείῳ ναῷ ἐπαρκῶσιν ἐκ τούτων. Τοιγάρτοι τῆς πλεονεξίας ταύτης παυσάμενοι, ἀπόδοτε τὰ νενο μισμένα τοῖς ἱερεῦσι, καὶ δοκιμάσατε, εἰ μὴ πλειόνων ὑμῖν ἀγαθῶν μετουσία γενήσεται; Τὸ γὰρ, "Ἐπι στρέψατε ἐν τούτῳ," οἱ περὶ τὸν Ἀκύλαν "Πειρά σατε" ἡρμηνεύκασι. ∆ώσω γὰρ ὑμῖν ὑετῶν ἀφθο νίαν, καὶ γῆς εὐκαρπίαν, καὶ τὴν ἐντεῦθεν εὐπορίαν, ὥστε τοὺς ἐκ γειτόνων ζηλωτοὺς ὑμᾶς καὶ μακαρίους ἀποκαλεῖν, ἅτε δὴ τοιαύτης ἀπολαύοντας παρ' ἐμοῦ προμηθείας. Πάλιν ἕτερον πάθος ἐνοχλοῦν αὐτοῖς θεραπεύει, καί φησιν· ιγʹ-ιεʹ. "Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος παντοκράτωρ, εἴπατε· Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; Καὶ εἴπατε· Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλεῖον, ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος; Καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἀνομήματα· ἀντέστησαν Θεῷ, καὶ ἐσώθησαν." Μοχθηρᾷ, φησὶ, χρώμενοι γνώμῃ, ἀνόνητον καὶ ἀκερδῆ τὴν ἐμὴν ὠνομάσατε δεσποτείαν, καὶ τοὺς ἀνομίᾳ συζῶντας ἐν εὐημερίᾳ καὶ εὐθυμίᾳ ζῇν φατε· ὑμᾶς δὲ τοὺς ὑπὸ τὴν ἐμὴν κηδεμονίαν τελοῦντας πάσης τῆς εὐπραξίας ἐρήμους μεμενη κέναι, μακαρίζειν δὲ τῶν ἄλλων τὴν εὐκληρίαν. ιʹ. "Ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύ ριον, ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ· καὶ προσ έσχε Κύριος, καὶ εἰσήκουσε, καὶ ἔγραψε βιβλίον μνη μοσύνου ἐνώπιον αὑτοῦ τοῖς φοβουμένοις τὸν Κύριον, καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ." Ταῦτα, φησὶν, ἀκούσας ἐγὼ τῶν θρυλλιζόντων πρὸς ἀλλήλους τῶν ἀνακειμένων ἐμοὶ, ἀνάγραπτον ὑπόσχεσιν ἀγαθῶν τοῖς φοβουμένοις με δίδωμι. Τοῦτο γὰρ λέγει· "Καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὑτοῦ τοῖς φο βουμένοις τὸν Κύριον, καὶ εὐλαβουμένοις τὸ ὄνομα 81.1984 αὐτοῦ." Οὗτοι τοίνυν, φησὶν, οἱ τὴν ἐμὴν θεραπείαν περὶ πολλοῦ ποιούμενοι, καὶ δεδιότες τι τῶν οὐκ ἀρεσκόντων μοι δρᾶσαι· "Ἔσονταί μοι εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ, εἰς περιποίησιν." Οἰκειώσομαι αὐ τοὺς, φησὶν, ἐν τῆς κρίσεως ἡμέρᾳ." Καὶ αἱρετιῶ αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὑτοῦ τὸν εὖ δουλεύοντα αὐτῷ." Πατρὸς γὰρ δίκην, περὶ υἱὸν εὐγνώμονα διακειμένου, καὶ προτιμῶντος αὐ τὸν, τῶν ἀγνωμόνων προτιμήσω τούτους ἐγὼ τῶν τἀναντία βουλευσαμένων. Τὸ δὲ "αἱρετιῶ" οἱ περὶ τὸν Ἀκύλαν, "Φείσομαι, ἡρμηνεύκασιν ὡς φείδεται ἄνθρωπος τοῦ υἱοῦ αὑτοῦ." ιηʹ. "Καὶ ἐπιστραφήσεσθε, καὶ ὄψεσθε ἀναμέσον δικαίου καὶ ἀναμέσον ἀδίκου, καὶ ἀναμέσον τοῦ δουλεύοντος τῷ Θεῷ, καὶ ἀναμέσον τοῦ μὴ δου λεύοντος αὐτῷ.
ΚΕΦΑΛΑΙΟΝ ∆ʹ. αʹ. "Ὅτι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβα νος, καὶ φλέξει αὐτούς."
Τότε, φησὶ, μαθήσεσθε ὅσον ἀδίκου καὶ δικαίου τὸ μέσον, καὶ ὅση διαφορὰ τοῦ δουλεύοντος τῷ Θεῷ πρὸς τὸν μὴ δουλεύοντα. Μὴ γὰρ δὴ νομίσητε τὸν παρόντα βίον ἔχειν τὸ διαρ κές· λυθήσεται γὰρ οὗτος, "Καὶ ἥξει τις ἡμέρα καιομένη ὡς κλίβανος, καὶ φλέξει αὐτούς. Καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες τὰ ἄνο μα, καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ αὐ τῶν ῥίζα, οὐδὲ κλῆμα." Τοὺς δὲ ἀλλογενεῖς οἱ περὶ τὸν Ἀκύλαν ὑπερηφάνους ἡρμήνευσαν. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· "Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα,