1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

3

δέχου παρ' ἐμοῦ ταύτην τὴν γραφὴν καὶ ἐξέτασον, καὶ τὰς τῆς σῆς ἀκριβείας προσθέσεις τε καὶ ἀφαιρέσεις προσαγαγὼν τοῖς σοῖς πόνοις κάθαρον· πάντως γὰρ ὅπῃ ἂν σοὶ φίλον δοκῇ, ταύτῃ καὶ τοῖς ἐντυγχάνουσι χρήσιμον καὶ λαμπρὸν φανεῖται οὐδ' ἐπιθήσει τις δάκτυλον τῇ δοκιμασίᾳ τῇ σῇ. πρεφ.1.1 Πρόεισι δέ μοι ἡ γραφὴ ἀπὸ τῆς Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων τρίτης ὑπατείας μέχρι τῆς ἑπτακαιδεκάτης τῆς σῆς. ἔδοξε δέ μοι καλῶς ἔχειν εἰς ἐννέα μέρη τὴν πᾶσαν πραγματείαν διελεῖν. περιέξει δὲ ὁ πρῶτος καὶ δεύτερος τόμος τὰ ἐπὶ Κωνσταντίνου συμβάντα ταῖς ἐκκλησίαις· ὁ δὲ τρίτος καὶ τέταρτος τὰ ἐπὶ τῶν αὐτοῦ παίδων· ὁ δὲ πέμπτος καὶ ἕκτος τὰ ἐπὶ ᾿Ιουλιανοῦ τοῦ ἀνεψιοῦ τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου, καὶ πρεφ.1. ᾿Ιοβιανοῦ, καὶ προσέτι Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος. ὁ δὲ ἕβδομος καὶ ὄγδοος ἡμῖν δηλώσει τόμος τὰ ἐπὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν ἀδελφῶν, μέχρι τῆς ἀναρρήσεως Θεοδοσίου τοῦ θεσπεσίου σου πάππου, ἐσότε δὴ ὁ ὑμέτερος, κράτιστε βασιλεῦ, ἀοίδιμος πατὴρ ᾿Αρκάδιος τὴν πατρῴαν ἡγεμονίαν διαδεξάμενος ἅμα τῷ εὐσεβεστάτῳ σου θείῳ ᾿Ονωρίῳ τὴν ῾Ρω-πρεφ.1.21 μαίων οἰκουμένην ἰθύνειν ἔλαχε. τὸ δὲ ἔννατον βιβλίον ἀνατέθεικα τῇ φιλοχρίστῳ καὶ εὐαγεστάτῃ ὑμῶν κορυφῇ, ἣν εἰσαεὶ φυλάττοι θεὸς ἐν ἀκλονήτοις εὐθυμίαις, κατευμεγεθοῦσαν ἐχθρῶν καὶ πάντας ἔχουσαν ὑπὸ πόδας καὶ εἰς παῖδας παίδων παραπέμπουσαν τὴν εὐσεβῆ βασιλείαν, κατανεύοντος τοῦ Χριστοῦ· δι' οὗ καὶ μεθ' οὗ τῷ θεῷ καὶ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας, ἀμήν.

1.τ.1 ΣΑΛΑΜΑΝΟΥ ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ

ΤΟΜΟΣ ΠΡΩΤΟΣ

1.1.1 ῎Εννοια μοί ποτε ἐγένετο, τί δὴ ἄρα τοῖς μὲν ἄλλοις ἀνθρώποις ἑτοιμοτέρα συνέβη ἡ περὶ τὸν θεὸν λόγον πίστις, ῾Εβραίοις δὲ δύσπιστος καίτοι τὰ θεῖα πρεσβεύειν ἐξ ἀρχῆς παρειληφόσι καὶ τὰ περὶ τῆς παρουσίας τοῦ 1.1.2 Χριστοῦ, ὅπως ἔσται, πρὶν γένηται μαθοῦσι διὰ τῶν προφητῶν. ᾿Αβραὰμ μὲν γὰρ αὐτοῖς ἀρχηγὸς τοῦ γένους καὶ τῆς περιτομῆς γενόμενος αὐτόπτης καὶ ἑστιάτωρ ἠξίωται εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ. ᾿Ισαὰκ δὲ ὁ τούτου παῖς τῇ μιμήσει τετίμηται τῆς ἐπὶ τοῦ σταυροῦ θυσίας, δέσμιος παρὰ τοῦ πατρὸς τῷ βωμῷ προσαχθείς, ᾗ συνέβη καὶ τὸ τοῦ Χριστοῦ γενέσθαι πάθος, ὥς 1.1.3 φασιν οἱ τὰς ἱερὰς ἀκριβοῦντες γραφάς. ᾿Ιακὼβ δὲ τὴν ἐπ' αὐτῷ νῦν οὖσαν προσδοκίαν τῶν ἐθνῶν καὶ τὸν καιρὸν καθ' ὃν ἦλθε προεμήνυσεν, ἡνίκα, φησίν, ἐκλείψουσιν οἱ ἡγούμενοι τῶν ῾Εβραίων ἐκ τοῦ γένους ᾿Ιούδα τοῦ φυλάρχου· ὑπεδήλου δὲ τὴν ἡγεμονίαν ῾Ηρῴδου, ὃς ᾿Ιδουμαῖος ὢν ἐκ πατρὸς τὸ γένος, ᾿Αράβιος δὲ κατὰ μητέρα, ἐπετράπη τὸ τῶν ᾿Ιουδαίων 1.1.4 ἔθνος ὑπὸ τῆς συγκλήτου ῾Ρωμαίων καὶ Αὐγούστου Καίσαρος. καὶ τῶν ἄλλων δὲ προφητῶν οἱ μὲν τὴν Χριστοῦ γέννησιν προεκήρυξαν καὶ τὴν ἄφραστον ἐκείνην κύησιν καὶ μητέρα μετὰ τοκετὸν παρθένον μείνασαν καὶ γένος καὶ πατρίδα, οἱ δὲ τὰς θείας αὐτοῦ καὶ παραδόξους πράξεις, ἄλλοι δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὸ ἐπὶ ἑκάστῳ συμβὰν προεσήμαναν. ἀλλὰ ταῦτα μὲν εἴ τῳ ἠγνόηται, οὐ 1.1.5 χαλεπὸν εἰδέναι ταῖς ἱεραῖς ἐντυγχάνοντι βίβλοις. καὶ ᾿Ιώσηπος δὲ ὁ Ματθίου ὁ ἱερεύς, ἀνὴρ παρά τε ᾿Ιουδαίοις ἐπιδοξότατος γενόμενος, ἔτι δὲ καὶ παρὰ ῾Ρωμαίοις, ἀξιόχρεως ἂν εἴη μάρτυς τῆς περὶ τοῦ Χριστοῦ ἀληθείας. ἄνδρα μὲν γὰρ αὐτὸν ἀποκαλεῖν ὀκνεῖ ὡς παραδόξων ἔργων ποιητὴν καὶ διδάσκαλον λόγων ἀληθῶν, Χριστὸν δὲ περιφανῶς ὀνομάζει· καὶ τῷ σταυρῷ καταδικασθῆναι καὶ τριταῖον ζῶντα φανῆναι καὶ ἄλλα μυρία θαυμάσια περὶ αὐτοῦ προειρῆσθαι τοῖς θείοις προφήταις οὐκ ἀγνοεῖ. πολλοὺς δὲ ὄντας οὓς ἐπηγάγετο ῞Ελληνάς τε καὶ ᾿Ιουδαίους ἐπιμεῖναι ἀγαπῶντας αὐτὸν μαρ-1.1.6 τυρεῖ, καὶ τὸ ἀπ'