1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

57

καθῃρημένους· ἄλλως δὲ μὴ συνιέναι ἔφασαν. μετὰ δὲ ταῦτα καὶ εἰς Σαρδικὴν παραγενόμενοι ἰσχυρίζοντο μὴ ἐμβαλεῖν 3.11.5 τῇ ἐκκλησίᾳ συνιόντων τῶν πρὸς αὐτῶν καθῃρημένων. πρὸς ταῦτα δὲ οἱ ἀπὸ τῆς δύσεως ἀντέγραψαν, ὡς οὐδέποτε τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέστησαν οὔτε νῦν ταύτης ἀναχωρήσουσι, καὶ μάλιστα ᾿Ιουλίου τοῦ ῾Ρω-μαίων ἐπισκόπου τὰ κατ' αὐτοὺς ἐξετάσαντος καὶ μὴ καταγνόντος· παρεῖναι δὲ αὐτοὺς καὶ ἑτοίμως ἔχειν δικάζεσθαι καὶ αὖθις ἀπελέγξειν τὰς ἐπαχθεί3.11.6 σας αὐτοῖς αἰτίας. ὡς δὲ παρὰ σφᾶς τοιαῦτα δηλοῦντες οὐδὲν ἤνυον, ἤδη καὶ ὑπερημέρου τῆς κυρίας γενομένης, ἐν ᾗ κρίνειν ἔδει περὶ ὧν συνεληλύθεσαν, τὸ τελευταῖον τοιαῦτα ἔγραψαν ἀλλήλοις, ἐξ ὧν εἰς μείζονα τῆς προτέρας δυσμένειαν κατέστησαν. καὶ καθ' ἑαυτοὺς συνελθόντες ψήφους ἐναντίας 3.11.7 ἤνεγκαν. οἱ μὲν γὰρ ἀπὸ τῆς ἀνατολῆς τὰ ἤδη αὐτοῖς δόξαντα ἐπὶ ᾿Αθανασίῳ καὶ Παύλῳ καὶ Μαρκέλλῳ καὶ ᾿Ασκληπᾷ κυρώσαντες καθεῖλον ᾿Ιού-λιον τὸν ῾Ρώμης ἐπίσκοπον ὡς ἄρξαντα τῆς πρὸς αὐτοὺς κοινωνίας, ῞Οσιόν τε τὸν ὁμολογητὴν καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ ὅτι φίλος ἐγένετο Παυλίνῳ καὶ Εὐσταθίῳ τοῖς ἡγησαμένοις τῆς ᾿Αντιοχέων ἐκκλησίας, καὶ Μαξιμῖνον τὸν Τριβέρεως ὡς πρῶτον Παύλῳ κοινωνήσαντα καὶ αἴτιον αὐτῷ γενόμενον τῆς εἰς Κωνσταντινούπολιν καθόδου καὶ τοὺς εἰς Γαλλίαν ἀπὸ τῆς ἕω παρα3.11.8 γενομένους ἐπισκόπους ἀποκηρύξαντα. ἐπὶ τούτοις καθεῖλον καὶ Πρωτογένην τὸν Σαρδικῆς ἐπίσκοπον καὶ Γαυδέντιον, τὸν μὲν ὡς Μαρκέλλου ὑπερμαχοῦντα πρότερον αὐτοῦ καταψηφισάμενον, τὸν δὲ Γαυδέντιον ὡς ἐναντία σπουδάζοντα Κυριακῷ, ὃν διεδέξατο, καὶ περὶ πολλοῦ ποιούμενον τοὺς πρὸς αὐτῶν καθῃρημένους. ταῦτα ψηφισάμενοι τοῖς πανταχῇ ἐπισκόποις δῆλα ἐποίησαν, ὥστε μήτε προσίεσθαι εἰς κοινωνίαν μήτε γράφειν αὐτοῖς 3.11. μήτε τὰ παρ' αὐτῶν γραφόμενα δέχεσθαι. περὶ δὲ τοῦ θεοῦ δοξάζειν ἐκέλευον, ὃν τρόπον ὑφηγεῖτο ἡ τῇ αὐτῶν ἐπιστολῇ ὑποτεταγμένη γραφή, ὁμοουσίου μὲν μνήμην μὴ ποιουμένη, ἀποκηρύττουσα δὲ τοὺς λέγοντας τρεῖς εἶναι θεούς, ἢ τὸν Χριστὸν μὴ εἶναι θεόν, ἢ τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἢ ἀγέννητον τὸν υἱόν, ἢ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν. 3.12.1 ᾿Εν μέρει τε καὶ οἱ ἀμφὶ τὸν ῞Οσιον συνελθόντες ἀθῴους ἀπέφηναν ᾿Αθανάσιον μὲν ὡς ἀδίκως ἐπιβουλευθέντα παρὰ τῶν ἐν Τύρῳ συνελθόντων, Μάρκελλον δὲ ὡς μὴ τάδε φρονεῖν ὁμολογήσαντα ἃ διεβάλλετο, ᾿Ασκληπᾶν δὲ ὡς Εὐσεβίου τοῦ Παμφίλου καὶ πολλῶν ἄλλων δικαστῶν ψήφῳ τὴν ἐπισκοπὴν ἀπολαβόντα καί, ὅτι τάδε ἀληθῆ εἴη, ὑπόμνημα τῆς δίκης ἐπι3.12.2 δείξαντα, Λούκιον δὲ ὡς τῶν αὐτοῦ κατηγόρων φυγόντων. καὶ πρὸς τὴν ἑκάστου παροικίαν ἔγραψαν αὐτοὺς ἔχειν ἐπισκόπους καὶ προσδοκᾶν, Γρηγόριον δὲ τὸν ἐν ᾿Αλεξανδρείᾳ καὶ Βασίλειον τὸν ἐν ᾿Αγκύρᾳ καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ κοινωνίαν τινὰ πρὸς αὐτοὺς 3.12.3 ἔχειν μηδὲ Χριστιανοὺς ἡγεῖσθαι. καθεῖλον δὲ τῆς ἐπισκοπῆς Θεόδωρον τὸν Θρᾷκα καὶ Νάρκισσον τὸν Εἰρηνοπόλεως ἐπίσκοπον καὶ ᾿Ακάκιον τὸν Καισαρείας τῆς Παλαιστίνης καὶ Μηνόφαντον τὸν ᾿Εφέσου καὶ Οὐρσάκιον τὸν Σιγγιδώνου τῆς Μυσίας καὶ Οὐάλεντα τὸν Μουρσῶν τῆς Παννονίας καὶ Γεώργιον τὸν Λαοδικείας, εἰ καὶ μὴ τῇ συνόδῳ ταύτῃ παρεγένετο σὺν τοῖς 3.12.4 ἀπὸ τῆς ἕω ἐπισκόποις. ἀφείλοντο δὲ τούτους τῆς ἱερωσύνης καὶ τῆς κοινωνίας ὡς τὸν υἱὸν χωρίζοντας τῆς τοῦ πατρὸς οὐσίας καὶ τοὺς πάλαι καθαιρεθέντας διὰ τὴν ᾿Αρείου αἵρεσιν δεξαμένους καὶ εἰς ἀξιώματα μείζω 3.12.5 λειτουργίας θεοῦ προαγαγόντας. διὰ ταῦτά τε αὐτοὺς ἀποκηρύξαντες καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ψηφισάμενοι ἔγραψαν τοῖς πανταχῇ ἐπισκόποις ἐπιψηφίσασθαι τοῖς παρ' αὐτῶν κεκριμένοις καὶ ὁμοφρονεῖν αὐτοῖς περὶ τὸ δόγμα. ἐξέθεντο δὲ καὶ αὐτοὶ τηνικαῦτα πίστεως γραφὴν ἑτέραν, πλατυτέραν μὲν τῆς ἐν Νικαίᾳ, φυλάττουσαν δὲ τὴν αὐτὴν διάνοιαν 3.12.6 καὶ οὐ παρὰ πολὺ διαλλάττουσαν τῶν ἐκείνης ῥημάτων. ἀμέλει