1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

77

ἐπιστολὴν διεπέμψαντο, Οὐάλεντι καὶ Οὐρσακίῳ καὶ Γερμανίῳ χάριν ὁμολογοῦντες καὶ τοῦ ὀρθῶς δοξάζειν τοὺς ἐν τῇ δύσει τὰς ἀφορμὰς αὐτοῖς ἀνατιθέντες. 4.13.1 ᾿Επεὶ δὲ ὧδε ἐνεωτέριζεν Εὐδόξιος καὶ πολλοὶ τῆς ᾿Αντιοχέων ἐκκλη-σίας ἐναντιούμενοι αὐτῷ ἐξηλάθησαν, γράμματα λαβόντες Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου παρεγένοντο εἰς ῎Αγκυραν τῆς Γαλατίας. ἔτυχε γὰρ Βασίλειος ἐπὶ καθιερώσει ἧς ἐδείματο ἐκκλησίας συγκαλέσας πολλοὺς τῶν πλησιοχώρων ἐπισκόπων, οἷς ἀπέδωκεν τὴν Γεωργίου ἐπιστολήν· ἔχει δὲ ὧδε· 4.13.2 «Κυρίοις τιμιωτάτοις Μακεδονίῳ, Βασιλείῳ, Κεκροπίῳ, Εὐγενίῳ "7Γεώργιος ἐν κυρίῳ χαίρειν. "7Τὸ ᾿Αετίου ναυάγιον σχεδόν που πᾶσαν κατείληφε τὴν ᾿Αντιοχέων. "7τοὺς γὰρ παρ' ὑμῖν ἀτιμαζομένους μαθητὰς τοῦ δυσωνύμου ᾿Αετίου πάντας "7καταλαβὼν Εὐδόξιος εἰς κληρικοὺς προβάλλεται, ἐν τοῖς μάλιστα τετιμη"7μένοις ἔχων τὸν αἱρετικὸν ᾿Αέτιον. καταλάβετε οὖν τὴν τηλικαύτην πόλιν, 4.13.3 "7μὴ τῷ ναυαγίῳ αὐτῆς καὶ ἡ οἰκουμένη παρασυρῇ. καὶ εἰς ταὐτὸν γενό"7μενοι, ὅσους καὶ γενέσθαι ἐγχωρεῖ, παρὰ τῶν ἄλλων ἐπισκόπων ὑπογραφὰς "7ἀπαιτήσατε, ἵνα καὶ ᾿Αέτιον ἐκβάλῃ τῆς ᾿Αντιοχέων ἐκκλησίας Εὐδόξιος "7καὶ τοὺς αὐτοῦ μαθητὰς ὄντας, προχειρισθέντας εἰς κανόνα, ἐκκόψῃ. ἢ ἐὰν "7ἐπιμείνῃ μετὰ ᾿Αετίου ἀνόμοιον καλῶν καὶ τοὺς τοῦτο τολμῶντας λέγειν "7τῶν μὴ λεγόντων προτιμῶν, οἴχεται ἡμῖν, ὡς φθάσας ἔφην, τέως ἡ ᾿Αν"7τιοχέων.» 4.13.4 Τάδε μὲν περιεῖχεν ἡ Γεωργίου ἐπιστολή. οἱ δὲ ἐν ᾿Αγκύρᾳ ἐπίσκοποι, ἐπειδὴ ἀπεδείχθη ὁ Εὐδοξίου νεωτερισμὸς ἐξ ὧν περὶ τοῦ δόγματος ἐγγράφως ἐψηφίσατο μεθ' ὧν ἐν ᾿Αντιοχείᾳ συνῆλθε, δηλοῦσι ταῦτα τῷ βασιλεῖ· καὶ ἐξαιτοῦσι γενέσθαι τινὰ πρόνοιαν, ὥστε κρατεῖν τὰ ἐν Σαρδικῇ καὶ ἐν Σιρμίῳ καὶ ταῖς ἄλλαις συνόδοις κεκριμένα, ἐν αἷς συνεδόκει ὅμοιον 4.13.5 εἶναι κατ' οὐσίαν τῷ πατρὶ τὸν υἱόν. καὶ αἱροῦνται περὶ τούτου πρεσβεύειν πρὸς βασιλέα αὐτός τε Βασίλειος ὁ ᾿Αγκύρας ἐπίσκοπος καὶ Εὐστάθιος ὁ Σεβαστείας καὶ ᾿Ελεύσιος ὁ Κυζίκου καὶ Λεόντιος πρεσβύτερος ἐκ θαλαμη-4.13.6 πόλου βασιλικοῦ. ὡς δὲ ἀφίκοντο εἰς τὰ βασίλεια, καταλαμβάνουσιν ᾿Ασφάλιόν τινα πρεσβύτερον ἐξ ᾿Αντιοχείας, εἰσάγαν σπουδαστὴν τῆς ᾿Αετίουαἱρέσεως, ἤδη πράξαντα ἐφ' ᾧ παρεγένετο καὶ γράμματα παρὰ βασιλέως κομισάμενον ἐκδημεῖν μέλλοντα. καταμηνυθείσης δὲ τῆς αἱρέσεως διὰ τῶν ἐξ ᾿Αγκύρας πρέσβεων καταψηφίζεται Κωνστάντιος τῶν ἀμφὶ τὸν Εὐδόξιον καὶ ἀνακομίζεται παρὰ ᾿Ασφαλίου τὴν ἰδίαν ἐπιστολήν· γράφει δὲ τάδε· 4.14.1 «Νικητὴς Κωνστάντιος μέγιστος Σεβαστὸς τῇ κατὰ ᾿Αντιόχειαν ἁγίᾳ "7ἐκκλησίᾳ. "7Εὐδόξιος οὐ παρ' ἡμῶν ἧκε· μηδεὶς οὕτως οἰέσθω. πόρρω τοῦ προστί"7θεσθαι τοῖς τοιούτοις ἐσμέν. εἰ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦτο σοφίζονται, "7εὔδηλοι δήπουθέν εἰσιν εἰς τὸ κρεῖττον κομψευόμενοι. τίνων γὰρ ἂν ἑκόντες "7ἀπόσχοιντο οἱ δυναστειῶν ἕνεκεν τὰς πόλεις ἐπιόντες, ἀπ' ἄλλης εἰς ἄλλην "7μεταπηδῶντες ὥσπερ τινὲς μετανάσται, πάντα μυχὸν πολυπραγμονοῦντες 4.14.2 "7ἐπιθυμίᾳ τοῦ πλείονος; εἶναι δὲ λόγος περὶ αὐτοὺς ἀγύρτας τινὰς καὶ σοφι"7στάς, οὓς οὐδὲ ὀνομάζειν θέμις, ἐργαστήριον πονηρόν τε καὶ δυσσεβέστατον. "7πάντως που καὶ αὐτοὶ συνίετε τὸ σύστημα. πάντως ἐκ τῶν λόγων τὸν "7αἴτιον γνωρίζετε καὶ τοὺς περὶ τὴν αἵρεσιν ταύτην ἐσχολακότας, οἷς ἓν 4.14.3 "7τοῦτο μόνον ἔργον ἐστὶ τὸ διαφθείρειν τὰ πλήθη. ἀλλ' οἱ κομψοὶ καὶ πρὸς "7πάντα εὔτολμοι ἤδη τι τοιοῦτον πρός τινας ἐνεανιεύσαντο, ὅτι χαίροιμεν "7αὐτῶν τῇ χειροτονίᾳ, ἣν ἑαυτοὺς ἐχειροτόνησαν. ταῦτα παρ' ἐκείνων μὲν "7ᾄδεται τῶν τὰ τοιαῦτα θρυλεῖν εἰωθότων, ἔστι δ' οὐδ' ὅλως ποθὲν οὐδ' 4.14.4 "7ἐγγύς. καί μοι τῶν πρώτων ἀναμνήσθητε λόγων, ὅτε περὶ τῆς πίστεως "7ἐσκοποῦμεν, ἐν οἷς ὁ σωτὴρ ἡμῶν ἀπεδείκνυτο υἱὸς τοῦ θεοῦ καὶ κατ' "7οὐσίαν ὅμοιος τῷ πατρί. ἀλλ' οἱ γενναῖοι καὶ περὶ τοῦ κρείττονος λέγοντες "7εὐχερῶς τὰ παριστάμενα εἰς τοσοῦτον προῆλθον ἀθεΐας, ὥστε καινά τινα 4.14.5 "7παρὰ τὰ ὄντα νομίζειν καὶ τοὺς ἄλλους πειρᾶσθαι