1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

14

ἄλλην οὐσίαν διαθεὶς τὸ τίμημα τοῖς πενομένοις διένειμε. σπουδαίου γὰρ εἶναι φιλοσόφου κατεῖδεν μὴ μόνον 1.13.3 ἑαυτὸν γυμνῶσαι χρημάτων, ἀλλὰ καὶ εἰς δέον ταῦτα ἀναλῶσαι. συγγενόμενος δὲ τοῖς κατ' αὐτὸν σπουδαίοις τὰς πάντων ἐζήλωσεν ἀρετάς· δοκιμάσας δὲ τὸν ἀγαθὸν βίον ἡδὺν ἔσεσθαι τῇ συνηθείᾳ καὶ χαλεπὸν ὄντα τὰ πρῶτα, τρόπους περινοῶν συντονωτέρας ἀσκήσεως, καθ' ἡμέραν ἐπεδίδου τῇ ἐγκρατείᾳ, καὶ ὡς ἀεὶ ἀρχόμενος ἀνενέου τὴν προθυμίαν, ταῖς μὲν ταλαιπωρίαις τοῦ σώματος τὰς ἡδονὰς κολάζων, θεοσόφῳ δὲ προαιρέσει τοῖς 1.13.4 πάθεσι τῆς ψυχῆς ἀντιταττόμενος. ἦν δὲ αὐτῷ τροφὴ μόνος ἄρτος καὶ ἅλας, ὕδωρ δὲ ποτόν, καὶ ἀρίστου καιρὸς δυόμενος ἥλιος. πολλάκις δὲ δύο καὶ πλείους ἡμέρας διέμενεν ἄσιτος. ἠγρύπνει δὲ ἀεὶ μέν, ὡς εἰπεῖν, ὁλοκλήρους νύκτας, καὶ εὐχόμενος τῆς ἡμέρας ἐφήπτετο· εἰ δ' ἄρα καὶ ὕπνου ἐγεύσατο, ἐπὶ ῥιπὸς ἀκαριαῖον ἐκάθευδε. τὰ πολλὰ δὲ καὶ χαμαὶ κείμενος αὐτὴν μόνην 1.13.5 τὴν γῆν στρωμνὴν ἐποιεῖτο. ἐλαίου τε τὴν ἀλοιφὴν καὶ λουτρῶν καὶ τῶν παραπλησίων τὴν χρῆσιν παρῃτεῖτο, ὡς ὑγρότητι τὸ σύντονον τοῦ σώματος εἰς τὸ χαῦνον μεταβάλλουσαν. φασὶ δὲ μηδὲ γυμνὸν αὐτὸν θεαθῆναί ποτε. γράμματα δὲ οὐδὲ ἠπίστατο οὐδὲ ἐθαύμαζεν, ἀλλὰ νοῦν ἀγαθὸν ὡς πρεσ1.13.6 βύτερον τῶν γραμμάτων καὶ αὐτὸν τούτων εὑρετὴν ἐπῄνει. ἐγένετο δὲ πρᾶος τὰ μάλιστα καὶ φιλανθρωπότατος καὶ ἐχέφρων καὶ ἀνδρεῖος, χαρίεις τε τοῖς ἐντυγχάνουσι καὶ ἄλυπος οἷς διελέγετο, εἰ καὶ ἐριστικῶς τὰς διαλέξεις ἐποιοῦντο. σοφῶς γάρ πως τῷ οἰκείῳ ἤθει καὶ ἐπιστήμῃ τινὶ φιλονικίαν αὐξομένην κατέπαυε καὶ πρὸς τὸ μέτρον μετετίθει καὶ τῶν ὁμιλούντων 1.13.7 αὐτῷ τὸν τόνον ἐκίρνα καὶ τοὺς τρόπους ἐρρύθμιζε. διὰ τοσούτων δὲ ἀρετῶν ἔμπλεως θείας προγνώσεως γεγονὼς οὐχ ἡγεῖτο ἀρετὴν προειδέναι τὸ μέλλον, καὶ κατὰ τοῦτο μὴ πονεῖν εἰκῇ περὶ τοῦτο συνεβούλευεν, οὔτε τὸν ἀγνοοῦντα τὰ ἐσόμενα εὐθύνας ὑφέξειν οὔτε τὸν εἰδότα παρὰ τοῦτο ζηλωτὸν ἔσεσθαι ἀποφαινόμενος· τὸ γὰρ ἀληθῶς μακάριον ὑπάρχειν ἐν τῷ σέβειν τὸν θεὸν εἶναι καὶ τοὺς νόμους αὐτοῦ φυλάττειν. εἰ δὲ καὶ τούτου, φησί, μέλει τῳ, καθαρευέτω τὴν ψυχήν· τουτὶ γὰρ δύνασθαι διορατικὴν αὐτὴν ποιεῖν καὶ τῶν ἐσομένων ἐπιστήμονα τοῦ θεοῦ τὸ μέλλον προαναφαίνοντος. 1.13.8 ἀργεῖν δὲ οὔτε αὐτὸς ἠνείχετο καὶ τὸν μέλλοντα καλῶς βιοῦν ἐργάζεσθαι παρεκελεύετο καὶ καθ' ἑαυτὸν ἀνακρίνειν καὶ λόγον τιθέναι ὧν ἐποίησε νύκτωρ καὶ μεθ' ἡμέραν. εἰ δέ τι μὴ δέον πέπραχεν, ἀναγράφεσθαι τοῦτο, ἵνα τοῦ λοιποῦ φείδοιτο τῶν ἁμαρτημάτων, ἑαυτὸν αἰδούμενος εἰ πολλὰ εὕροι ἐγγεγραμμένα, ἅμα τε δεδιώς, μὴ φωραθείσης αὐτῷ τῆς γραφῆς κατά1.13. δηλος ἄλλοις γένηται μοχθηρὸς ὤν. οὐ μὴν ἀλλὰ καὶ περὶ τὰς προστασίας τῶν ἀδικουμένων, εἰ καί τις ἄλλος, ὑπερφυῶς σπουδαιότατος ἐγένετο· καὶ τούτων ἕνεκα πολλάκις εἰς τὰς πόλεις ἐφοίτα. παροδυρόμενοι γὰρ αὐτῷ πολλοὶ ἐβιάζοντο πρεσβεύειν ὑπὲρ αὐτῶν πρὸς τοὺς ἄρχοντας καὶ τοὺς ἐν τέλει· πολλοῦ γὰρ ἂν ἕκαστος ἐτιμήσατο ἰδεῖν αὐτὸν καὶ λαλοῦντος ἀκοῦσαι καὶ κελεύοντι πειθαρχῆσαι, ἐπεὶ καὶ τηλικοῦτος ὢν ἐσπούδαζεν ἀγνοεῖσθαι 1.13.10 καὶ ἐν ταῖς ἐρημίαις λανθάνειν. εἰ δὲ καὶ βιασθείς ποτε εἰς πόλιν ἦλθεν ἐπικουρῆσαι δεομένοις, διαθεὶς ὅτου χάριν παρεγένετο αὐτίκα ἐπὶ τὴν ἔρημον ἐπανῄει. τοὺς μὲν γὰρ ἰχθύας ἔλεγε τὴν ὑγρὰν οὐσίαν τρέφειν, μοναχοῖς δὲ κόσμον φέρειν τὴν ἔρημον, ἐπίσης τε τοὺς μὲν ξηρᾶς ἁπτομένους τὸ ζῆν ἀπολιμπάνειν, τοὺς δὲ τὴν μοναστικὴν σεμνότητα ἀπολλύειν τοῖς ἄστεσι προσιόντας. πειθήνιον δὲ καὶ κεχαρισμένον τοῖς ὁρῶσιν ἑαυτὸν παρέχων ἐπεμελεῖτο μήτε φύσιν ὑπερορῶσαν ἔχειν μήτε δοκεῖν εἶναι τοῦτο. 1.13.11 ᾿Αλλὰ ταῦτα μὲν μικρὰ ἄττα τῶν ᾿Αντωνίου πολιτευμάτων εἰπεῖν προήχθην, ἵν' ὑποδείγμασι χρώμενοι τοῖς εἰρημένοις ἀναλογισώμεθα τοῦ ἀνδρὸς τὴν φιλοσοφίαν. πλείστους δὲ καὶ εὐδοκιμωτάτους μαθητὰς ἔσχεν, ὧν οἱ μὲν ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, οἱ δὲ ἐν Παλαιστίνῃ καὶ Συρίᾳ καὶ ᾿Αραβίᾳ διέπρεψαν. καὶ