1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

180

πρὶν ἀπαγορεῦσαι τὴν προτέραν αἵρεσιν, ἐπῃτιᾶτο Θεόφιλος τὸν τότε ἀρχιπρεσβύτερον· ἀπ8.12.4 ηχθάνετο γὰρ αὐτῷ καὶ ἄλλως. ὁ δὲ Πέτρος (τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ) καὶ κατὰ τὸν νόμον τῆς ἐκκλησίας καὶ γνώμῃ Θεοφίλου κεκοινωνηκέναι τὸ 8.12.5 γύναιον ἰσχυρίζετο, καὶ μάρτυρα τούτων ᾿Ισίδωρον ἔλεγεν. ὁ δὲ ἔτυχε μὲν τότε εἰς ῾Ρώμην ἀποσταλείς, ἐπανελθὼν δὲ ἀληθῆ λέγειν τὸν Πέτρον ἐμαρτύρησεν. ὡς συκοφαντηθεὶς δὲ Θεόφιλος χαλεπήνας ἄμφω τῆς ἐκ8.12.6 κλησίας ἐξήλασεν. καὶ οἱ μὲν τάδε λέγουσι. τῶν γε μὴν συγγενομένων τούτοις τότε τοῖς μοναχοῖς ἀνδρὸς οἵου πιστεύεσθαι ἐπυθόμην διττὴν αἰτίαν Θεοφίλῳ γενέσθαι τῆς πρὸς ᾿Ισίδωρον δυσμενείας, κοινὴν μὲν αὐτῷ τε καὶ Πέτρῳ τῷ πρεσβυτέρῳ, καθότι μαρτυρῆσαι παρῃτήσαντο, ὡς τῆς Θεοφίλου ἀδελφῆς πρός του κληρονόμου ἐγγραφείσης, ἰδίαν δὲ καθὸ χρημάτων αὐτῷ πολλῶν προσφερομένων ὡς ἐπιτρόπῳ πτωχῶν, ἐπιχειροῦντι Θεοφίλῳ τούτων λαμβάνειν ὡς δαπανωμένων εἰς οἰκοδομὰς ἐκκλησιῶν οὐκ ἐνεδίδου, ἄμεινον εἶναι λέγων τὰ σώματα τῶν καμνόντων, ἃ ναοὺς θεοῦ κυριώτερον νοεῖν ἔστι, δι' οὓς καὶ τὰ χρήματα παρείχετο, ταῖς προσηκούσαις θεραπείαις ἀνανεοῦν ἢ τοίχους οἰκοδομεῖν. 8.12.7 ἀλλ' εἴτε ἐντεῦθεν εἴτε ἐξ ἑκατέρας αἰτίας ἀφαιρεθεὶς παρὰ Θεοφίλου τῆς κοινωνίας ᾿Ισίδωρος ἦλθεν εἰς Σκῆτιν ὡς πρὸς ἑταίρους τοὺς ἐνθάδε μοναχούς. παραλαβὼν δέ τινας ᾿Αμμώνιος παρεγένετο πρὸς Θεόφιλον καὶ τὴν 8.12.8 κοινωνίαν ἀποδοῦναι ᾿Ισιδώρῳ ἐδεῖτο. ὁ δὲ τότε μὲν προθύμως ὑποσχέσθαι λέγεται· χρόνου δὲ διαγενομένου, ὡς οὐδὲν αὐτοῖς πλέον ἠνύετο, δῆλος δὲ ἐγεγόνει Θεόφιλος παρακρουόμενος, σπουδαιότερόν πως αὐτῷ προσελθόντες ἀπῄτουν τὴν ὑπόσχεσιν πληροῦν. ὁ δέ τινα τῶν μοναχῶν ἐν δημοσίᾳ φρουρᾷ ποιεῖ, ὥστε φόβον τοῖς ἄλλοις ἐμβαλεῖν· ἥμαρτε 8.12. δὲ τούτου. ὁ γὰρ ᾿Αμμώνιος ἅμα πᾶσι τοῖς σὺν αὐτῷ μοναχοῖς δόξαντες τοῖς προεστῶσι τῆς φρουρᾶς εἰς μετάδοσιν ἐπιτηδείων τοῖς καθειργμένοις ἐλθεῖν ἑτοίμως ἔνδον εἰσεδέχθησαν, εἰσελθόντες δὲ οὐκέτι ἐξιέναι ἠνεί8.12.10 χοντο. μαθὼν δὲ τάδε Θεόφιλος ἐδήλου πρὸς ἑαυτὸν καλῶν τοὺς ἄνδρας. οἱ δὲ τὰ μὲν πρῶτα αὐτὸν παραγενόμενον σφᾶς ἐξάγειν ἠξίουν· μηδὲ γὰρ εἶναι δίκαιον δημοσίᾳ ὑβρισμένους λάθρα τῆς φρουρᾶς ἀνίεσθαι. ὕστερον δὲ ἐνδόντες ὡς αὐτὸν ἦλθον· παραιτησαμένους δὲ αὐτοὺς ὡς οὐ περαιτέρω 8.12.11 λυπήσων ἀπέπεμψε. καθ' ἑαυτὸν δὲ ἐδάκνετο καὶ ἠγανάκτει καὶ κακῶς ποιεῖν ἐπεβούλευεν. ἀπορῶν δὲ ὅ τι δράσειεν αὐτοὺς κακὸν ἀκτήμονας ὄντας καὶ πάντων πλὴν φιλοσοφίας ὑπερορῶντας, ἔγνω περὶ τὴν ἡσυχίαν βλάψαι. καὶ ἐπεὶ ἠπίστατο καὶ ἐξ ὧν συνόντες αὐτῷ διελέγοντο μεμφομένους τοῖς ἀνθρωπόμορφον τὸν θεὸν δοξάζουσιν, ὡς τὰ ᾿Ωριγένους φρο8.12.12 νοῦντας συνέκρουσε πρὸς τὸ μοναχικὸν πλῆθος ἄλλως ἔχον δόξης. ἐκ τούτου δὲ δεινή τις ἐν τοῖς μοναχοῖς ἔρις ἐκράτει· καὶ τὰς διαλέξεις οὐκ ἐν κόσμῳ πρὸς ἑαυτοὺς ποιούμενοι πείθειν ἀλλήλους οὐκ ἠξίουν, ἀλλ' εἰς ὕβρεις καθίσταντο. καὶ οἱ μὲν τοὺς ἀσώματον τὸν θεὸν ὁριζομένους ᾿Ωριγενιαστὰς ἀπεκάλουν, οἱ δὲ ᾿Ανθρωπομορφιανοὺς τοὺς ἐναντίως φρονοῦντας. 8.13.1 Αἰσθόμενοι δὲ τῆς ἐπιβουλῆς οἱ ἀμφὶ ∆ιόσκορον καὶ ᾿Αμμώνιον ἀνεχώρησαν εἰς ῾Ιεροσόλυμα· κἀκεῖθεν εἰς Σκυθόπολιν ἧκον, ἐπιτηδείαν ἡγησάμενοι τὴν ἐνθάδε οἴκησιν διὰ τοὺς πολλοὺς φοίνικας, ὧν τοῖς φύλλοις ἐχρῶντο πρὸς τὰ εἰωθότα μοναχοῖς ἔργα. εἵποντο γὰρ αὐτοῖς ἀμφὶ ἄνδρες 8.13.2 ὀγδοήκοντα. ἐν τούτῳ δὲ Θεόφιλος πέμπει τινὰς εἰς Κωνσταντινούπολιν ἅμα τε διαβολὰς κατ' αὐτῶν προπαρασκευάσοντας καί, εἰ βασιλέως περί του δέοιντο, ἀντιπράξοντας. μαθόντες δὲ τάδε οἱ ἀμφὶ ᾿Αμμώνιον ἀπέπλευσαν 8.13.3 εἰς Κωνσταντινούπολιν, σὺν αὐτοῖς δὲ καὶ ᾿Ισίδωρος. κοινῇ τε ἐσπούδαζον παρὰ βασιλεῖ κριτῇ καὶ ᾿Ιωάννῃ τῷ ἐπισκόπῳ ἐλέγχεσθαι τὰς κατ' αὐτῶν ἐπιβουλάς. ᾤοντο γὰρ ἐνδίκου παρρησίας αὐτὸν ἐπιμελούμενον δύνασθαι τὰ δίκαια βοηθεῖν αὐτοῖς. ὁ δὲ προσελθόντας αὐτῷ τοὺς