1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

174

ἔλεγχον ἐξῆγε τὴν γλῶσσαν καὶ τὴν ὀργὴν ἑτοιμότερον κατὰ τῶν ἁμαρτανόντων ἐκίνει. οὐ μόνην δὲ τὴν ἀμφ' αὐτὸν ἐκκλησίαν, ἀλλ' ὡς ἀγαθὸς καὶ μεγα8.3.3 λόφρων καὶ τὰ πανταχῇ ἐπανορθοῦν ἐσπούδαζεν. αὐτίκα γοῦν ἐπὶ τὴν ἐπισκοπὴν παρελθών, ἔτι τῶν ἀνὰ τὴν Αἴγυπτον καὶ δύσιν ἱερέων πρὸς τοὺς ἐν τῇ ἕῳ διὰ Παυλῖνον διαφερομένων καὶ κοινῆς τινος ἀμιξίας διὰ τοῦτο τὰς ἀνὰ πᾶν τὸ ὑπήκοον ἐκκλησίας κατεχούσης, ἐδεήθη Θεοφίλου συμπρᾶξαι αὐτῷ καὶ καταλλάξαι Φλαβιανῷ τὸν ῾Ρωμαίων ἐπίσκοπον· ὧδε δὲ δόξαν αἱροῦνται ἐπὶ τοῦτο ᾿Ακάκιος ὁ Βεροίας ἐπίσκοπος καὶ ᾿Ισίδωρος, δι' ὃν 8.3.4 Θεόφιλος ἐναντίος ἐγένετο τῇ αὐτοῦ χειροτονίᾳ. καὶ παραγενόμενοι εἰς ῾Ρώμην, ἐπειδὴ κατὰ γνώμην αὐτοῖς ἡ πρεσβεία ἀπέβη, κατέπλευσαν εἰς Αἴγυπτον· ἐντεῦθέν τε εἰς Συρίαν ἧκεν ᾿Ακάκιος, Αἰγυπτίων καὶ τῶν πρὸς δύσιν ἱερέων εἰρηναῖα γράμματα τοῖς ἀμφὶ Φλαβιανὸν φέρων. καὶ αἱ μὲν ἐκκλησίαι ὀψέ ποτε ὧδε ταύτης τῆς διχονοίας ἀπαλλαγεῖσαι τὴν πρὸς 8.3.5 ἀλλήλας κοινωνίαν ἀπέλαβον. τὸ δὲ πλῆθος τῶν ἐν ᾿Αντιοχείᾳ καλουμένων Εὐσταθιανῶν ἄχρι τινὸς διέμεινεν ἐφ' ἑαυτὸ συναγόμενον καὶ ἐπισκόπου ἐκτός. ὀλίγον γὰρ χρόνον ἐπιβιώσας, ὡς ἔγνωμεν, ἐτελεύτησεν Εὐάγριος ὁ Παυλῖνον διαδεξάμενος· κατὰ τοῦτο γάρ, οἶμαι, καὶ εὐμαρεῖς ἐγένοντο τοῖς ἐπισκόποις αἱ διαλλαγαί, μηδενὸς ἐναντίου ὄντος· ὁ δὲ λαός, οἷα δῆμος φιλεῖ, κατ' ὀλίγους ἀεὶ προστιθέμενοι τοῖς ὑπὸ Φλαβιανὸν ἐκκλησιάζουσιν οἱ πλείους τῷ χρόνῳ ἡνώθησαν. 8.4.1 ᾿Εν τούτῳ δὲ Γαϊνᾶς ἀνὴρ βάρβαρος, αὐτομολήσας ῾Ρωμαίοις, ἐξ εὐτε-λοῦς στρατιώτου παραλόγως εἰς τὴν τῶν στρατηγῶν παρελθὼν τάξιν ἐπεχείρησε τὴν ῾Ρωμαίων ἀρχὴν ὑφ' ἑαυτὸν ποιεῖν. ταῦτα δὲ βουλευόμενος τοὺς ὁμοφύλους αὐτῷ Γότθους ἐκ τῶν ἰδίων νομῶν εἰς ῾Ρωμαίους μετεπέμψατο 8.4.2 καὶ τοὺς ἐπιτηδείους συνταγματάρχας καὶ χιλιάρχους κατέστησε. Τιρβιγίλλου δὲ νεωτερίσαντος, ὃς αὐτῷ γένει προσήκων πολυανθρώπου τάγματος ἡγεῖτο τῶν ἐν Φρυγίᾳ στρατιωτῶν, τοῖς μὲν εὖ φρονοῦσι δῆλος ἦν ταῦτα κατασκευάσας, ἀγανακτεῖν δὲ προσποιούμενος πορθουμένων τῶν τῇδε 8.4.3 πόλεων ἐπετράπη ταύταις βοηθεῖν. ἐπεὶ δὲ εἰς τὴν Φρυγίαν ἀφίκετο πλῆθος ἔχων βαρβάρων ὡς εἰς πόλεμον ἀφιγμένος, εἰς τὸ φανερὸν ἐξῆγεν τὴν γνώμην, ἣν πρότερον ἔκρυπτεν, καὶ πόλεις, ἃς ἐτάχθη φυλάττειν, ἐδῄου, ταῖς δὲ ἐπιθήσεσθαι ἔμελλεν· παραγενόμενος δὲ εἰς Βιθυνίαν ἐν τοῖς Χαλ8.4.4 κηδόνος ὅροις ἐστρατοπεδεύετο καὶ πόλεμον ἠπείλει. ἐν κινδύνῳ δὲ τῶν πραγμάτων ὄντων καὶ μάλιστα τῶν ἐν ᾿Ασίᾳ καὶ ἕῳ πόλεων, ὅσαι τε μεταξὺ τούτων καὶ περὶ τὸν Εὔξεινον πόντον οἰκοῦνται, λογισάμενος ὁ βασιλεὺς σὺν τοῖς ἀμφ' αὐτόν, ὡς οὐκ ἀσφαλὲς ἀπαρασκεύους ὄντας εἰς κίνδυνον καθίστασθαι πρὸς ἄνδρας ἤδη τὸ ζῆν ἀπειρηκότας, πέμψας πρὸς Γαϊνᾶν ἐπήγγελλεν εἰπεῖν ὅ τι βούλεται· εἶναι γὰρ ἕτοιμος ἐν πᾶσιν αὐτῷ γενέσθαι 8.4.5 κεχαρισμένος. ὁ δὲ Σατουρνῖνον καὶ Αὐρηλιανὸν ὑπατικοὺς ἄνδρας ὑπονοῶν ἐναντία φρονεῖν αὐτῷ ἐξῄτησε, λαβὼν δὲ ἐφείσατο· καὶ εἰς ταὐτὸν τῷ βασιλεῖ συνδραμὼν εἰς τὸν πρὸ τῆς Χαλκηδόνος εὐκτήριον οἶκον, ἐν ᾧ Εὐφημίας τῆς μάρτυρος ὁ τάφος ἐστίν, ὅρκους τε λαβὼν καὶ δοὺς περὶ εὐνοίας ἀπέθετο τὰ ὅπλα καὶ εἰς Κωνσταντινούπολιν ἐπεραιοῦτο, πεζῶν καὶ ἱππέων τὴν 8.4.6 ἡγεμονίαν ἐκ βασιλέως ἔχων. παρ' ἀξίαν δὲ δόξας εὖ πράττειν οὐκ ἤνεγκε σωφρόνως· ἀλλ' ἐπεὶ τὸ πρῶτον παράλογον κατὰ γνώμην αὐτῷ ἀπέβη, καὶ τὴν καθόλου ἐκκλησίαν θορυβεῖν ἐπεχείρησεν· ἦν μὲν γὰρ 8.4.7 Χριστιανὸς τῆς τῶν βαρβάρων αἱρέσεως, οἳ τὰ ᾿Αρείου φρονοῦσιν. ἀναπεισθεὶς δὲ παρὰ τῶν ταύτης προεστώτων ἢ αὐτὸς φιλοτιμούμενος ᾔτησε τὸν βασιλέα μίαν τῶν ἐν τῇ πόλει ἐκκλησιῶν τοὺς ὁμοδόξους αὐτῷ ἔχειν· μηδὲ γὰρ εἶναι δίκαιον καὶ ἄλλως ἀπρεπὲς ἐμέμφετο, ῾Ρωμαίων ὄντα ἑαυτὸν 8.4.8 στρατηγὸν ἔξω τειχῶν παραγενόμενον εὔχεσθαι. μαθὼν δὲ τάδε ᾿Ιωάννης οὐκ ἐφησύχασε. παραλαβὼν δὲ τοὺς ἐπισκόπους, οἵπερ ἔτυχον ἐνδημοῦντες τῇ πόλει, ἧκεν εἰς τὰ βασίλεια. καὶ τοῦ βασιλέως