1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

194

ἀδελφὴ Πουλχερία ἡ βασιλίς. ἐπιφανεὶς γὰρ αὐτῇ τρίτον ὁ θεσπέσιος Θύρσος τοὺς ὑπὸ γῆν κρυπτομένους ἐμήνυσεν καὶ μετατίθεσθαι πρὸς ἑαυτὸν ἐκέλευσεν, ὥστε τῆς ὁμοίας θέσεως καὶ τιμῆς μετέχειν. ἅμα δὲ καὶ αὐτοὶ οἱ τεσσαράκοντα χλανίδας ἠμφιεσμένοι λαμπρὰς καταδήλους αὐτῇ σφᾶς ἐποίησαν. ἐδόκει δὲ πίστεως κρεῖττον εἶναι τὸ πρᾶγμα καὶ παν.2.8 τελῶς ἄπορον. οὔτε γὰρ οἱ παλαιότεροι τῶν ἐνθάδε κληρικῶν πολλάκις ἐρωτηθέντες οὔτε ἄλλος οὐδεὶς καταμηνύειν εἶχε τοὺς μάρτυρας. τὸ δὴ τελευταῖον πάντων ἀμηχανούντων Πολυχρονίῳ τινὶ πρεσβυτέρῳ, πάλαι γενομένῳ τῶν Καισαρίου οἰκείων, ἄγει τὸ θεῖον εἰς νοῦν τούς ποτε τὸν τόπον .2. οἰκήσαντας μοναχούς. καὶ παρὰ τοὺς Μακεδονιανῶν κληρικοὺς ἐλθὼν ἐπυνθάνετο περὶ αὐτῶν. ἤδη δὲ πάντων τετελευτηκότων ἕνα μόνον περιόντα εὑρών, ὡς ἐπὶ μηνύσει τῶν ἐπιζητουμένων μαρτύρων ἔτι πεφυλαγμένον ἐν ζῶσιν, ἐδεῖτο φράζειν, εἴ γε ἱερὰ λείψανα οἶδεν ὑπὸ τὸν δηλωθέντα χῶρον .2.10 κρυπτόμενα. ἐπεὶ δὲ διὰ τὰς πρὸς Εὐσεβίαν συνθήκας ἰδὼν αὐτὸν Πολυχρόνιος ὑποπαραιτούμενον καὶ τὴν θείαν ἐπιφάνειαν ἐδήλωσε καὶ τῆς βασιλίδος τὰς ὀχλήσεις καὶ αὐτῶν τὴν ἀμηχανίαν, συνωμολόγησεν ἀληθῆ τὸν θεὸν ἐπιδεῖξαι τῇ κρατούσῃ· βούπαιδα γὰρ τότε ὄντα καὶ ὑπὸ γέροντας ἡγουμένους τὴν μοναχικὴν ἐκδιδασκόμενον ἀκριβῶς ἐπίστασθαι μάρτυρας κεῖσθαι παρὰ τὴν τῆς Εὐσεβίας σορόν· μὴ εἰδέναι μέντοι, πότερον ὑπὸ τέμενος ἢ ἑτέρωθι κατορωρυγμένοι εἰσί, τῷ πολὺν παρελθεῖν χρόνον καὶ τὴν .2.11 προτέραν ὄψιν τοῦ τόπου εἰς τὸ νῦν φαινόμενον ἀμειφθῆναι. «καὶ μήν», ἔφη Πολυχρόνιος, «οὐ τὸ αὐτὸ πέπονθα· μέμνημαι γὰρ παρατυχὼν τῇ ταφῇ τῆς Καισαρίου γαμετῆς, καὶ ἀναλογιζόμενος ἐκ τῆς πέλας παρακειμένης λεωφόρου εἰκάζω αὐτὴν κεῖσθαι παρὰ τὸν ἄμβωνα» (βῆμα δὲ τοῦτο τῶν ἀναγνωστῶν). «οὐκοῦν», ὑπολαβὼν ὁ μοναχὸς εἶπε, «καὶ τὴν Εὐσεβίας σορὸν παρὰ τὴν Καισαρίου γαμετὴν ζητητέον, καθότι καὶ περιοῦσαι τὰ πολλὰ .2.12 συνῆσαν ἀλλήλαις καὶ θανοῦσαι συνέθεντο ἅμα τὰς θήκας ἔχειν.» ἐπεὶ δὲ κατὰ τὰ εἰρημένα ὀρύσσειν ἔδει καὶ τὰ ἱερὰ λείψανα ἀνιχνεύειν, μαθοῦσα .2.13 ταῦτα ἡ βασιλὶς προσέταξεν ἔχεσθαι τοῦ ἔργου. ἀνορυγέντος τε τοῦ περὶ τὸν ἄμβωνα χώρου ηὑρέθη ἡ τῆς Καισαρίου γαμετῆς θήκη, καθὼς συνέβαλε Πολυχρόνιος, ὀλίγον δὲ διεστὼς ἐκ πλαγίου κατάστρωμα πλίνθων ὀπτῶν, ἰσόμετρός τε τῇ τούτων περιβολῇ πλὰξ μαρμαρίνη· ὑφ' ἣν αὐτῆς Εὐσεβίας ἡ σορὸς ἀπεδείχθη καὶ τὸ περὶ αὐτὴν εὐκτήριον ἐπιεικῶς μάλα λευκοπορφύροις μαρμάροις ἠμφιεσμένον· τὸ δὲ ἐπίθεμα τῆς θήκης ὥσπερ εἰς ἱερὰν ἐξήσκητο τράπεζαν. ἐπ' ἄκρου δέ, καθ' ὃ οἱ μάρτυρες ἔκειντο, τρύπημα .2.14 μικρὸν ἀνεφάνη. παρεστὼς δέ τις τοῦ βασιλέως οἴκου ῥάβδον λεπτὴν ἣν ἔτυχε κατέχων διὰ τοῦ τρυπήματος καθῆκε· καὶ ἀνιμήσας τῇ ῥινὶ προσήγαγε, καὶ μύρων εὐωδίας ὠσφράνθη. ἐκ τούτου δὲ ἀγαθαὶ ἐλπίδες τοῖς ἐργαζομένοις καὶ τοῖς ἐφεστῶσιν ἐγένοντο, καὶ σπουδῇ τὴν σορὸν ἀποκα.2.15 λύψαντες εὑρίσκουσι τὴν Εὐσεβίαν. τὸ δὲ πρὸς κεφαλὴν αὐτῆς ἐξέχον τῆς θήκης, εἰς κιβωτοῦ σχῆμα περιεξεσμένον, ἰδίῳ ἔνδοθεν ἐκαλύπτετο ἐπιθέματι· καὶ ἑκατέρωθεν αὐτῷ πρὸς τὰ χείλη σίδηρος ἐπικείμενος συνεῖχε μολύβδῳ συμπεπηγώς. ἐπὶ δὲ τοῦ μέσου τὸ αὐτὸ τρύπημα πάλιν ἀναφανὲν .2.16 ἔτι σαφέστερον ἐδείκνυ ἔνδοθεν ἔχειν τοὺς μάρτυρας. ὡς δὲ ταῦτα ἠγγέλθη, συνέδραμον εἰς τὸ μαρτύριον ἥ τε βασιλὶς καὶ ὁ ἐπίσκοπος· αὐτίκα τε διὰ τῶν ἐπιστημόνων περιαιρεθέντων τῶν σιδηρίων δεσμῶν εὐπετῶς ἐξειλκύσθη τὸ ἐπίθεμα· ὑπὸ δὲ τοῦτο μύρα πολλὰ καὶ ἐν τοῖς μύροις ἀλαβαστρο.2.17 θῆκαι ἀργυραῖ δύο ηὑρέθησαν, ἐν αἷς τὰ ἱερὰ λείψανα ἔκειτο. τότε μὲν οὖν ἡ βασιλὶς εὐχαριστήρια ηὔξατο τῷ θεῷ, τοσαύτης ἐπιφανείας ἀξιωθεῖσα καὶ τῆς εὑρέσεως ἐπιτυχοῦσα τῶν ἱερῶν λειψάνων· μετὰ δὲ ταῦτα πολυτελεστάτῃ θήκῃ τιμῶσα τοὺς μάρτυρας παρὰ τὸν θεσπέσιον Θύρσον κατέθετο, δημοτελοῦς ἑορτῆς ὡς εἰκὸς καὶ τῆς προσηκούσης πομπῆς σὺν .2.18 ψαλμῳδίαις ἐπιτελεσθείσης, ᾗ καὶ ἐγὼ