1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

92

σπουδῆς ἐπιτεύξασθαι. τὸ δὲ ἦν ἀρχὴ μεγίστων συμφορῶν, ἐμφερὴς δὲ ἦν τοῖς εἰρημένοις τάραχος ἀνὰ πᾶν τὸ ὑπήκοον, καὶ τὰς πανταχοῦ ἐκκλησίας μονονουχὶ διωγμὸς εἶχε 4.26.4 παραπλήσιος τοῖς πρὶν ἐπὶ τῶν ῾Ελληνιστῶν βασιλέων. εἰ γὰρ ταῖς εἰς σῶμα τιμωρίαις μετριώτερος ἐδόκει, χαλεπώτερος εἰκότως τοῖς εὖ φρονοῦσι διὰ τὴν αἰσχύνην ἐφαίνετο. ἄμφω γάρ, ὅ τε διώκων καὶ ὁ διωκόμενος, ἐκ τῆς ἐκκλησίας ὥρμηντο. καὶ τοσοῦτον αἰσχρὸν τὸ κακόν, ὅσον πρὸς τῷ ὁμοφύλους τὰ πολεμίων δρᾶν καὶ περὶ ἀλλοφύλους τοιούτους εἶναι ὁ ἱερατικὸς θεσμὸς ἀπηγόρευεν. 4.26.5 ῾Η δὲ καινότης ἐπαινουμένη ἔτι μᾶλλον ἐπεδίδου καὶ πρὸς νεωτερισμὸν εἷρπεν, ἀπαυθαδιαζομένη τε καὶ τῶν πατρικῶν ὑπερφρονοῦσα ἰδίους ἐτίθει νόμους. καὶ τὰ αὐτὰ τοῖς ἀρχαιοτέροις περὶ θεοῦ δοξάζειν οὐκ ἠξίου, ἀεὶ δὲ ξένα περινοοῦσα δόγματα οὐκ ἠρέμει τῶν καινῶν καινοτέροις σπουδάζουσα, ὥσπερ δὴ καὶ νῦν συνέβη. 4.27.1 ᾿Επειδὴ γὰρ Μακεδόνιος ἀφῃρέθη τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν, οὐκέτι παραπλησίως ἐδόξαζε τοῖς ἀμφὶ τὸν ᾿Ακάκιον καὶ Εὐδόξιον· εἰσηγεῖτο δὲ τὸν υἱὸν θεὸν εἶναι κατὰ πάντα τε καὶ κατ' οὐσίαν ὅμοιον τῷ πατρί, τὸ δὲ ἅγιον πνεῦμα ἄμοιρον τῶν αὐτῶν πρεσβείων ἀπεφαίνετο διάκονον καὶ ὑπηρέτην καλῶν καὶ ὅσα περὶ τῶν θείων ἀγγέλων λέγων τις οὐκ ἂν ἁμάρτοι. 4.27.2 ταύτης δὲ τῆς δόξης ἐκοινώνουν αὐτῷ ᾿Ελεύσιός τε καὶ Εὐστάθιος καὶ ὅσοι τότε παρὰ τῶν ἐκ τῆς ἐναντίας αἱρέσεως ἐν Κωνσταντινουπόλει καθῃρέθησαν, οἷς οὐκ ὀλίγη μοῖρα τοῦ λαοῦ ἐπείθετο κατὰ τὴν Κωνσταντινούπολιν 4.27.3 Βιθυνίαν τε καὶ Θρᾴκην καὶ ῾Ελλήσποντον καὶ τὰ πέριξ ἔθνη. καὶ γὰρ δὴ τὰ περὶ τὸν βίον, ᾧ μάλιστα τὰ πλήθη προσέχει τὸν νοῦν, οὐ φαύλως εἶχον. πρόοδός τε γὰρ ἦν αὐτοῖς σεμνὴ καὶ παραπλησία μοναχοῖς ἡ ἀγωγὴ 4.27.4 καὶ λόγος οὐκ ἄκομψος καὶ ἦθος πείθειν ἱκανόν. οἷον δὴ τότε καὶ Μαραθώνιον γενέσθαι φασίν· ὃς ἀπὸ ψηφιστοῦ δημοσίου τῶν ὑπὸ τοὺς ὑπάρχους στρατιωτῶν πλοῦτον πολὺν συλλέξας, ἐπειδὴ τῆς στρατείας ἐπαύσατο, συνοικίας νοσούντων καὶ πτωχῶν ἐπεμελεῖτο, μετὰ δὲ ταῦτα πείσαντος Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου τὸν ἀσκητικὸν βίον ἐπῄνεσε καὶ συνοικίαν μοναχῶν ἐν Κωνσταντινουπόλει συνεστήσατο, ἣ καὶ ἐξ ἐκείνου εἰσέτι νῦν 4.27.5 ἐστι ταῖς διαδοχαῖς σῳζομένη. ἐπὶ τοσοῦτον δὲ ταύτῃ τῇ αἱρέσει σπουδῇ καὶ χρήμασιν ἰδίοις συνελάβετο, ὡς καὶ πρός τινων Μαραθωνιανοὺς τοὺς Μακεδονίου ὀνομάζεσθαι, ἐμοὶ δοκεῖ, οὐκ ἀπεικότως. φαίνεται γὰρ μόνος οὗτος μετὰ τῶν συνοίκων τοῦ μὴ παντελῶς ἀποσβῆναι ταύτην τὴν αἵρεσιν 4.27.6 ἐν Κωνσταντινουπόλει αἴτιος γενόμενος. ἀφ' οὗ γὰρ καθῃρέθη Μακεδόνιος, οὔτε ἐκκλησίας οὔτε ἐπισκόπους εἶχον μέχρι τῆς ᾿Αρκαδίου βασιλείας. οὐ γὰρ συνεχώρουν οἱ ᾿Αρείου, πάντας τοὺς ἐναντίως δοξάζοντας ἐκ 4.27.7 τῶν ἐκκλησιῶν ἐξελαύνοντες καὶ ὠμῶς τιμωρούμενοι. πάντας μὲν οὖν, ὅσοι τότε τῶν ἱερέων ἐκ τῶν ἰδίων πόλεων ἠλάθησαν, ἔργον ἄρα καταλέγειν· οὐδὲν γὰρ ἔθνος τῆς ῾Ρωμαίων οἰκουμένης ἀπείρατον οἶμαι διαμεῖναι τῆς τοιαύτης συμφορᾶς. 4.28.1 ᾿Εν δὲ τῷ τότε Εὐδοξίου κατασχόντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν πολλοὶ τὸν ᾿Αντιοχείας θρόνον περιποιεῖν ἑαυτοῖς ἐσπούδαζον, καὶ ὡς εἰκὸς ἐπὶ πράγμασι τοιούτοις, φιλονικίαι καὶ στάσεις διάφοροι τοῦ κλήρου 4.28.2 καὶ τοῦ λαοῦ συνέβησαν. ἕκαστοι γὰρ τὸν ὁμόφρονα περὶ τὴν ἰδίαν πίστιν προσδοκώμενον ᾑροῦντο τῆς ἐκκλησίας ἄρχειν. οὔπω γὰρ πεπαυμένοι ἦσαν τῆς περὶ τὸ δόγμα διαφορᾶς οὐδὲ ἐν ταῖς ψαλμῳδίαις συνεφρόνουν ἀλλήλοις, πρὸς δὲ τὴν οἰκείαν δόξαν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, μεθήρμο4.28.3 ζον τὸ ψαλλόμενον. οὕτω δὲ διακειμένης τῆς ᾿Αντιοχέων ἐκκλησίας ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐδόξιον καλῶς ἔχειν μεταστῆσαι ἐνθάδε Μελέτιον ἐκ τῆς Σεβαστείας, οἷά γε λέγειν τε καὶ πείθειν ἱκανὸν καὶ τὰ περὶ τὸν βίον ἀγαθὸν 4.28.4 καὶ ὁμόδοξον αὐτοῖς τὸ πρὶν ὄντα. κατὰ πάντα γὰρ ᾤοντο τῇ δοκήσει τοῦ ἀνδρὸς πρὸς τὴν οἰκείαν αἵρεσιν θηράσειν τοὺς