1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

201

.16.1 Ταῦτα δὲ καταλέγειν οὐκ ἐπὶ τοῦ παρόντος καιροῦ· ὅμως δ' οὖν ἀναγκαίως ἐπεμνήσθην, ὡς ἂν ἔχοιμεν εἰδέναι ἀρκεῖν βασιλεῖ πρὸς φυλακὴν τοῦ κράτους ἐπιμελῶς τὸ θεῖον πρεσβεύειν, ὁποῖος καὶ οὑτοσὶ ὁ βασιλεὺς ἐγένετο. .16.2 τούτῳ δὲ συνῆν καὶ Γάλλα Πλακιδία, ὁμοπατρία αὐτοῦ ἀδελφή, παραπλησίως πολὺν ποιουμένη λόγον τῆς θρησκείας καὶ τῶν ἐκκλησιῶν. ἄγεται δὲ ταύτην Κωνστάντιος ὁ τὴν Κωνσταντίνου τυραννίδα καθελών, ἀνὴρ μαχιμώτατος καὶ στρατηγικός· ὃν ὁ βασιλεὺς γεραίρων τὴν ἀδελφὴν στεφάνῳ καὶ ἁλουργίδι καὶ τῇ κοινωνίᾳ τοῦ κράτους ἐτίμησεν. ὀλίγον δὲ χρόνον ἐπιβιώσας ἐτελεύτησεν, Οὐαλεντινιανὸν τὸν ᾿Ονωρίου διάδοχον καὶ ᾿Ονω-.16.3 ρίαν παῖδας καταλιπών. ἐν τούτῳ δὲ τὰ μὲν πρὸς ἕω τῆς ἀρχομένης πολεμίων ἀπήλλακτο καὶ σὺν κόσμῳ πολλῷ τὰ τῇδε ἰθύνετο παρὰ τὴν πάν.16.4 των δόξαν· ἦν γὰρ ἔτι νέος ὁ κρατῶν. ἐδόκει δὲ ὁ θεὸς περιφανῶς ἥδεσθαι τῇ παρούσῃ βασιλείᾳ, οὐ μόνον ἐξ ἀπροσδοκήτου τὰ περὶ τοὺς πολέμους ὧδε διατιθείς, ἀλλὰ καὶ πολλῶν ἐπ' εὐσεβείᾳ πάλαι εὐδοκιμηκότων τὰ ἱερὰ σώματα ἀναφαίνων· οἷον δὴ καὶ τότε συνέβη ἐπὶ Ζαχαρίᾳ τῷ παλαιῷ προφήτῃ γενέσθαι καὶ Στεφάνῳ τῷ διακόνῳ χειροτονηθέντι παρὰ τῶν ἀποστόλων. ἑκατέρου δὲ τῆς εὑρέσεως παραδόξου καὶ θείας οὔσης ἀναγκαῖον εἰπεῖν τὸν τρόπον. .17.1 ῎Αρξομαι δὲ ἀπὸ τοῦ προφήτου. Χαφὰρ Ζαχαρία κώμη ἐστὶν ἐν ὁρίοις ᾿Ελευθεροπόλεως τῆς Παλαιστίνης. ἐπετρόπευε δὲ ταύτην Καλήμερός τις ὁμόδουλος τῷ ἀγρῷ, εὔνους μὲν τῷ κεκτημένῳ, χαλεπὸς δὲ καὶ .17.2 δύσκολος καὶ περὶ τοὺς ὁμόρους ἀγροίκους ἄδικος. τοιούτῳ δὲ ὄντι ὕπαρ ἐπιστὰς ὁ προφήτης ἑαυτὸν κατεμήνυσεν· καὶ κῆπόν τινα ἐπιδείξας «ἄγε δή», ἔφη, «ἐνθάδε ὄρυξον δύο πήχεις ἀναμετρήσας ἀπὸ τῆς αἱμασιᾶς ἐπὶ τὸν κῆπον, παρὰ τὴν ὁδὸν τὴν ἐπὶ Βηθθερέβιν τὴν κώμην ἄγουσαν· εὑρήσεις δὲ λάρνακα διπλῆν, ξυλίνην τὴν ἔνδον ἐν μολυβδίνῃ τῇ ἔξωθεν, ἀμφὶ δὲ τὴν λάρνακα ὑέλινον σκεῦος πλῆρες ὕδατος καὶ ὄφεις δύο μεγέθει μετρίους καὶ .17.3 πράους καὶ ἀβλαβεῖς, ὡς δοκεῖν χειροήθεις εἶναι.» κατὰ δὲ τὴν σύνταξιν τοῦ προφήτου παραγενόμενος Καλήμερος ἐπὶ τὸν δηλωθέντα τόπον σπουδῇ τοῦ ἔργου εἴχετο. ὑπὸ δὲ τοῖς προειρημένοις συμβόλοις ἀνακαλυφθείσης τῆς ἱερᾶς θήκης ἀνεφάνη ὁ θεῖος προφήτης, χιτῶνα καὶ λευκὴν ἐσθῆτα ἠμφιεσμένος, οἷά γε οἶμαι καὶ ἱερεὺς ὤν· ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἔξωθεν τῆς λάρνακος παιδίον ἔκειτο βασιλικῆς ἠξιωμένον ταφῆς· εἶχε γὰρ ἐπὶ μὲν τῆς κεφαλῆς χρυσοῦν στέφανον, χρυσᾶ δὲ τὰ ὑποδήματα καὶ τὴν ἐσθῆτα τιμίαν. .17.4 ἀπορούντων δὲ τῶν τότε ἱερέων καὶ σοφῶν περὶ τούτου τοῦ παιδίου, τίς τε καὶ πόθεν εἴη καὶ οὗ χάριν τοιάδε ἠμφίεστο, λέγεται Ζαχαρίαν τὸν ἡγούμενον τῆς ἐν Γεράροις μοναχικῆς συνοικίας ῾Εβραίᾳ καὶ παλαιᾷ περι-τυχεῖν γραφῇ, οὐ τῶν ἐκκλησιαζομένων. ἐδήλου δὲ ὡς, ἡνίκα Ζαχαρίαν τὸν προφήτην ἀνεῖλεν ὁ ᾿Ιωὰς ὁ τῆς ᾿Ιουδαίας βασιλεύς, οὐκ εἰς μακρὰν .17.5 περὶ τὸν οἶκον ἐχρήσατο χαλεπῇ συμφορᾷ. ἑβδόμῃ γὰρ ἡμέρᾳ τῆς ἀναι-ρέσεως τοῦ προφήτου ἐξαπίνης αὐτῷ μάλα κεχαρισμένος ὁ παῖς ἀπωλώλει. συμβαλὼν δὲ κατὰ θεομηνίαν τοιούτῳ παθήματι περιπεσεῖν, ὑπὸ τοὺς πόδας αὐτοῦ τὸ μειράκιον ἔθαψεν, ἀπολογούμενος ταύτῃ ὑπὲρ ὧν εἰς αὐτὸν ἥμαρτε. .17.6 καὶ τὰ μὲν ὧδε ἔγνων. ὁ δὲ προφήτης, καίπερ πρὸ πλείστων γενεῶν ὑπὸ γῆν κείμενος, σῶος ἀνεφάνη, ἐν χρῷ κεκαρμένος, εὐθύρρις, γενειάδα μετρίως καθειμένην ἔχων, τὴν δὲ κεφαλὴν βραχυτέραν καὶ τοὺς ὀφθαλ-μοὺς ὀλίγῳ ἐν βάθει ταῖς ὀφρύσι καλυπτομένους.