1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

48

ὑπερήφανον καὶ διχονοίας καὶ στάσεων αἴτιον. οἱ γὰρ ἐναντίως ἔχοντες πρὸς αὐτὸν περὶ ταῦτα μάλιστα διέβαλλον αὐτόν, καθότι ὑπερφυῶς τοὺς τοιούτους 2.31.4 ὁ βασιλεὺς ἀπεστρέφετο. τότε γοῦν πυθόμενος διχῇ μεμερίσθαι τὴν ἐκκλησίαν καὶ τοὺς μὲν ᾿Αθανάσιον, τοὺς δὲ ᾿Ιωάννην θαυμάζειν, σφόδρα ἠγανάκτησε καὶ αὐτὸν ᾿Ιωάννην ἐξώρισεν. ἦν δὲ οὗτος ὁ Μελίτιον διαδεξάμενος καὶ παρὰ τῆς ἐν Τύρῳ συνόδου προσταχθεὶς τῇ ἐκκλησίᾳ κοινωνεῖν καὶ τὰς τιμὰς τῶν ἰδίων κλήρων ἔχειν αὐτός τε καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες. 2.31.5 καίτοι γε παρὰ γνώμην τοῦτο ἀπέβη τοῖς ᾿Αθανασίου ἐχθροῖς, ἀλλ' ὅμως ἐγένετο, καὶ οὐδὲν ὤνησεν ᾿Ιωάννην τὰ δεδογμένα τοῖς ἐν Τύρῳ συνεληλυθόσι. κρείττων γὰρ ἦν ὁ βασιλεὺς ἱκεσίας καὶ παντοδαπῆς παραιτήσεως πρὸς τὸν ὑπονοούμενον εἰς στάσιν ἢ διχόνοιαν ἐγείρειν τὰ πλήθη τῶν Χριστιανῶν. 2.32.1 Τὸ δὲ ᾿Αρείου δόγμα, εἰ καὶ πολλοῖς ἐν ταῖς διαλέξεσιν ἐσπουδάζετο, οὔπω εἰς ἴδιον διεκέκριτο λαὸν ἢ ὄνομα τοῦ εὑρόντος, ἀλλὰ πάντες ἅμα ἐκκλησίαζον καὶ ἐκοινώνουν, πλὴν Ναυατιανῶν καὶ τῶν ἐπικαλουμένων Φρυγῶν, Οὐαλεντίνων τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, καὶ εἴ τινες 2.32.2 ἕτεροι ἑτέρας ἤδη ηὑρημένας αἱρέσεις ἐπλήρουν. κατὰ τούτων δὲ πάντων νόμον θέμενος ὁ βασιλεὺς προσέταξεν ἀφαιρεθῆναι αὐτῶν τοὺς εὐκτηρίους οἴκους καὶ ταῖς ἐκκλησίαις συνάπτεσθαι, καὶ μήτε ἐν οἰκίαις ἰδιωτῶν μήτε δημοσίᾳ ἐκκλησιάζειν. κάλλιον δὲ τῇ καθόλου ἐκκλησίᾳ κοινωνεῖν εἰσηγεῖτο καὶ εἰς ταύτην συνιέναι συνεβούλευε. διὰ τοῦτον δὲ τὸν νόμον τούτων τῶν 2.32.3 αἱρέσεων οἶμαι τὴν πολλὴν ἀφανισθῆναι μνήμην. ἐπὶ μὲν γὰρ τῶν πρὶν βασιλέων, ὅσοι τὸν Χριστὸν ἔσεβον, εἰ καὶ ταῖς δόξαις διεφέροντο, πρὸς τῶν ῾Ελληνιστῶν οἱ αὐτοὶ ἐνομίζοντο καὶ κακῶς ὁμοίως ἔπασχον. σφᾶς δὲ αὐτοὺς πολυπραγμονεῖν διὰ τὰς κοινὰς συμφορὰς οὐκ ἠδύναντο, καὶ διὰ τοῦτο ῥᾳδίως καθ' ἑαυτοὺς ἕκαστοι συνιόντες ἐκκλησίαζον καὶ συνεχῶς 2.32.4 ὁμιλοῦντες ἀλλήλοις, εἰ καὶ ὀλίγοι ἦσαν, οὐ διελύθησαν. μετὰ δὲ τοῦτον τὸν νόμον οὔτε δημοσίᾳ ἐκκλησιάζειν ἠδύναντο κωλυόμενοι οὔτε λάθρα τῶν κατὰ πόλιν ἐπισκόπων καὶ κληρικῶν παρατηρούντων. ἐντεῦθεν δὲ περιδεεῖς οἱ πλείους γενόμενοι τῇ καθόλου ἐκκλησίᾳ προσέθεντο. οἱ δὲ καὶ ἐπὶ τῆς αὐτῆς μείναντες γνώμης οὐκέτι διαδόχους τῆς αὐτῶν αἱρέσεως καταλιπόντες ἐτελεύτησαν, ὡς μήτε εἰς ταὐτὸν συνιέναι συγχωρούμενοι μήτε ἀδεῶς ὁμοδόξους ἐκδιδάσκειν δυνάμενοι. ἐπεὶ καὶ τὴν ἀρχὴν αἱ μὲν ἄλλαι αἱρέσεις ὀλίγους τοὺς ζηλώσαντας ἔσχον ἢ διὰ σκαιότητα δογμάτων ἢ φαυλότητα 2.32.5 τῶν εὑρόντων καὶ καθηγητῶν τούτων γενομένων. οἱ δὲ τὰ Ναυάτου φρονοῦντες, ὡς ἀγαθῶν ἡγεμόνων ἐπιτυχόντες καὶ τὰ αὐτὰ περὶ τὸ θεῖον τῇ καθόλου ἐκκλησίᾳ δοξάζοντες, πολλοί τε ἦσαν ἐξ ἀρχῆς καὶ διέμειναν, οὐδὲν μέγα βλαβέντες ὑπὸ τούτου τοῦ νόμου. ὡς γὰρ οἶμαι, καὶ ὁ βασιλεὺς ἑκὼν καθυφίει, φοβῆσαι μόνον, οὐ λυμήνασθαι τοὺς ὑπηκόους προθέμενος. καὶ ᾿Ακέσιος δὲ ὁ τότε ἐν Κωνσταντινουπόλει τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπος, βασιλεῖ κεχαρισμένος ὢν διὰ τὸν βίον, ὡς εἰκός, ἐβοήθει τῇ ὑπ' αὐτὸν 2.32.6 ἐκκλησίᾳ. Φρύγες δὲ κατὰ τὴν ἄλλην ἀρχομένην παραπλήσια τοῖς ἄλλοις ὑπέμειναν, πλὴν Φρυγίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν ἐκ γειτόνων, ἔνθα δὴ ἐκ τῶν κατὰ Μοντανὸν χρόνων πλῆθος ἀρξάμενοι καὶ νῦν εἰσι. 2.32.7 Περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον καὶ Θεόγνιον τὸν Νικαίας ἐγγράφως ἤρξαντο νεωτερίζειν περὶ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων. καὶ ἀναφανδὸν μὲν ἐκβάλλειν τὸ ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν οὐκ ἐθάρρησαν· ᾔδεσαν γὰρ βασιλέα 2.32.8 ὧδε δοξάζοντα. ἑτέραν δὲ ἐκθέμενοι γραφὴν ἐπὶ ῥηταῖς ἑρμηνείαις καταδεδέχθαι τὰ ὀνόματα τοῦ ἐν Νικαίᾳ δόγματος ἐμήνυσαν τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. ἐκ τούτου δὲ τοῦ ῥητοῦ καὶ διανοίας εἰς διάλεξιν πεσοῦσα ἡ προτέρα ζήτησις καὶ δόξασα πεπαῦσθαι πάλιν ἀνεκινεῖτο. 2.33.1 ᾿Εν δὲ τῷ τότε καὶ Μάρκελλον τὸν ᾿Αγκύρας ἐπίσκοπον τῆς