1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

165

θέσθαι τῆς δόξης· ἦν γὰρ τῆς Μακεδονίου αἱρέσεως. καίτοι γε Βικέντιος πρεσβύτερος, ὁμόδοξος ὢν αὐτῇ καὶ τὴν σορὸν τοῦ προφήτου ἐπίσης θεραπεύων καὶ περὶ ταύτην ἱερώμενος, ἠκολούθησεν αὐτίκα καὶ τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐκοινώνησεν, ἀπώμοτον μέν, ὡς λέγουσιν οἱ τὰ Μακεδονίου φρονοῦντες, ποιησάμενος μήποτε μεταθήσεσθαι τῆς αὐτῶν δόξης, τὸ δὲ τελευταῖον εἰς τὸ προφανὲς ὁρίσας, ὡς εἰ ἕλοιτο ὁ βαπτιστὴς ἀκολουθῆσαι τῷ βασιλεῖ, καὶ αὐτὸν κοινωνήσειν αὐτῷ μηδὲν διαφερόμενον. 7.21.7 ἐγένετο δὲ οὗτος Πέρσης τὸ γένος, ἐπὶ δὲ τῆς Κωνσταντίου βασιλείας διωγμοῦ καταλαβόντος τοὺς ἐν Περσίδι Χριστιανοὺς φεύγων ἅμα ᾿Αδδᾷ τῷ 7.21.8 αὐτοῦ ἀνεψιῷ εἰς ῾Ρωμαίους ἦλθεν. ἀλλ' ὁ μὲν κλήρῳ ἐγκατελέγη καὶ εἰς πρεσβυτέρου προῆλθεν ἀξίαν· ᾿Αδδᾶς δὲ γήμας μέγιστα τὴν ἐκκλησίαν ὠφέλησε παῖδα καταλιπὼν Αὐξέντιον, ἄνδρα περὶ τὸ θεῖον πιστότατον καὶ περὶ φίλους σπουδαῖον, ἐμμελῆ δὲ τὸν βίον καὶ φιλόλογον καὶ πολυμαθῆ τῶν ῞Ελλησι καὶ τοῖς ἐκκλησιαστικοῖς συγγραφεῦσιν ἱστορημένων, μέτριον δὲ τὸ ἦθος καὶ βασιλεῖ καὶ τοῖς ἀμφ' αὐτὸν ἐπιτήδειον καὶ λαμπρᾶς ἐπειλημμένον στρατείας. ἀλλὰ τοῦδε μὲν πολύς ἐστι λόγος παρά τε εὐδοκιμωτάτοις 7.21. μοναχοῖς καὶ σπουδαίοις ἀνδράσι, οἵπερ αὐτοῦ ἐπειράθησαν. ἡ δὲ Ματρώνα μέχρι τελευτῆς ἐν τῇ Κοσιλάου κώμῃ διέτριβε· διεβίω δὲ ἱεροπρεπῶς μάλα καὶ σωφρόνως ἱερῶν παρθένων ἡγουμένη· ὧν εἰσέτι νῦν πολλὰς περιεῖναι ἐπυθόμην, τῆς ὑπὸ Ματρώναν παιδεύσεως ἄξιον φερούσας ἦθος. 7.22.1 Καὶ ὁ μὲν Θεοδόσιος ἐν εἰρήνῃ τὴν πρὸς ἕω ἀρχομένην ἰθύνων ἐν τούτοις ἐσπούδαζεν καὶ ἐπιμελῶς μάλα τὸ θεῖον ἐθεράπευεν. ἐν τούτῳ δὲ 7.22.2 ἀγγέλλεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἀγχόνῃ ἀπολωλέναι. ἐλέγετο δὲ ταύτην αὐτῷ καττῦσαι τὴν τελευτὴν διὰ τῶν θαλαμηπόλων εὐνούχων ἄλλους τέ τινας τῶν ἀμφὶ τὰ βασίλεια καὶ ᾿Αρουαγάστην τὸν ἐπὶ τῶν αὐτοῦ στρατευμάτων τεταγμένον, καθότι πατρῴζοντα τὸν νέον εὗρον περὶ τὴν ἀρχὴν καὶ πρὸς πολλὰ τῶν ἐκείνοις δοκούντων χαλεπαίνοντα. οἱ δὲ αὐτὸν ἡγοῦνται αὐτόχειρα ἑαυτοῦ γενέσθαι, ὡς ἐπιχειροῦντά τισιν οὐ δέον ἐν τῷ ζέοντι τῆς ἡλικίας καὶ κωλυόμενον καὶ τούτου χάριν οὐ καταξιώσαντα ζῆν, 7.22.3 ὅτι βασιλεύων μὴ συγχωροῖτο ποιεῖν ἃ βούλεται. φασί γε μὴν τοῦτο τὸ μειράκιον εὐγενείᾳ σώματος καὶ βασιλικῶν τρόπων ἀρετῇ ὑπερφυῶς δόξαι τῆς ἡγεμονίας ἄξιον καὶ οἷος μεγαλοψυχίᾳ καὶ δικαιοσύνῃ ὑπερβα7.22.4 λέσθαι τὸν αὐτοῦ πατέρα, εἰ παρῆλθεν εἰς ἄνδρας. καὶ ὁ μὲν τοιοῦτος ὢν ὧδε τέθνηκεν· Εὐγένιος δέ τις οὐχ ὑγιῶς διακείμενος περὶ τὸ δόγμα τῶν Χριστιανῶν ἐπεισπηδᾷ τῇ ἀρχῇ καὶ τὰ σύμβολα τῆς βασιλείας ἀμφιέννυται· ᾤετο δὲ τοῦ ἐπιχειρήματος ἀσφαλῶς κρατήσειν ὑπαγόμενος λόγοις ἀνθρώπων εἰδέναι τὸ μέλλον ὑπισχνουμένων σφαγίοις τισὶ καὶ ἡπατοσκοπίαις καὶ 7.22.5 καταλήψει ἀστέρων. ἐσπούδαζον δὲ περὶ ταῦτα ἄλλοι τε τῶν ἐν τέλει ῾Ρωμαίων καὶ Φλαβιανὸς ὁ τότε ὕπαρχος, ἀνὴρ ἐλλόγιμος καὶ περὶ τὰ πολιτικὰ ἐχέφρων εἶναι δοκῶν, προσέτι δὲ καὶ τὰ μέλλοντα ἀκριβοῦν νομιζόμενος ἐπιστήμῃ παντοδαπῆς μαντείας. ταύτῃ γὰρ μάλιστα τὸν Εὐγένιον ἔπεισεν εἰς πόλεμον παρασκευάσασθαι, μοιρίδιον εἶναι αὐτῷ τὴν βασιλείαν ἰσχυριζόμενος καὶ νίκην ἐπὶ τῇ μάχῃ ξυμβήσεσθαι καὶ μεταβολὴν τῆς τῶν 7.22.6 Χριστιανῶν θρησκείας. καὶ Εὐγένιος μὲν ταύταις ταῖς ἐλπίσι βουκολούμενος πλείστην ἤγειρε στρατιὰν καὶ τὰς πρὸς τῇ ᾿Ιταλίᾳ πύλας, ἃς ᾿Ιουλίας ῎Αλπεις ῾Ρωμαῖοι καλοῦσι, προκαταλαβὼν ἐφρούρει, ὡς ἐν στενῷ μίαν πάροδον ἐχούσας, ἑκατέρωθεν περιπεφραγμένας ἀπορρῶξι καὶ ὑψηλοτάτοις ὄρεσι. 7.22.7 Θεοδόσιος δὲ διανοούμενος, πῇ ἄρα τὴν ἀπόβασιν ἕξει ὁ πρὸς αὐτὸν πόλεμος καὶ πότερον ἐπ' αὐτὸν χωρεῖν δεῖ ἢ ἐπιόντα περιμένειν, ἔγνωκε περὶ τούτου συμβούλῳ χρήσασθαι ᾿Ιωάννῃ τῷ ἐν Θηβαΐδι μοναχῷ, ὃν ἐν τοῖς πρόσθεν εἴρηται ἐπιφανέστατον τηνικάδε γενέσθαι ἐπὶ προγνώσει τῶν ἐσομένων· καὶ Εὐτρόπιον, ὃς πιστὸς ἦν αὐτῷ τῶν ἐν τοῖς βασιλείοις