1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

20

στόμα πεδηθεὶς ἐσιώπα. ἆρ' οὖν δίκαιον ἀναλογίσασθαι, πότερον μεῖζον ἐν παραδόξοις ἄνθρωπον, καὶ ταῦτα φιλόσοφον, οὕτω ῥᾳδίως ἀφελέσθαι τοῦ λόγου ἢ λίθον βίᾳ λόγου τῇ χειρὶ διελεῖν, ὃ πρός τινων ἐπὶ ᾿Ιουλιανῷ τῷ καλουμένῳ Χαλδαίῳ κεκομπολογῆσθαι ἀκήκοα; καὶ τὰ μὲν ὧδε ἐπυθόμην. 1.1.1 Οἱ δὲ ἐπίσκοποι συνεχῶς συνιόντες τὸν ῎Αρειον εἰς μέσον παρῆγον καὶ ἀκριβῆ βάσανον ἐποιοῦντο τῶν αὐτοῦ προτάσεων, προπετῶς δὲ ἐπὶ θάτερα τὴν ψῆφον ἄγειν ἐφυλάττοντο. ἐπεὶ δὲ ἡ κυρία παρῆν, καθ' ἣν ὥριστο τεμεῖν τὰ ἀμφίβολα, συνῆλθον εἰς τὰ βασίλεια, καθότι καὶ τῷ κρατοῦντι δέδοκτο κοινωνῆσαι αὐτοῖς τῆς βουλῆς. ἐπεὶ δὲ εἰς ταὐτὸ παρεγένετο τοῖς ἱερεῦσι, διαβὰς πρὸς τὴν ἀρχὴν τοῦ συλλόγου ἐπὶ θρόνου τινὸς ἐκάθισεν, 1.1.2 ὅσπερ αὐτῷ κατεσκεύαστο· καὶ ἡ σύνοδος καθῆσθαι ἐκελεύσθη. παρεσκεύαστο γὰρ ἑκατέρωθεν βάθρα πολλὰ παρεκτεινόμενα τοῖς τοίχοις τοῦ βασιλείου οἴκου· μέγιστος δὲ ἦν οὗτος καὶ τοὺς ἄλλους ὑπερφέρων. καθεζομένων δὲ αὐτῶν ἀναστὰς Εὐσέβιος ὁ Παμφίλου λόγον τινὰ τῷ βασιλεῖ 1.1.3 προσεφώνησε καὶ δι' αὐτὸν τῷ θεῷ χαριστήριον ὕμνον. παυσαμένου δὲ αὐτοῦ καὶ σιγῆς γενομένης «πάντων μὲν ἕνεκεν», ἔφη ὁ βασιλεύς, «τῷ θεῷ τὴν χάριν ἔχω, οὐχ ἥκιστα δὲ τὸν ὑμέτερον σύλλογον ὁρῶν, ὦ φίλοι. καί μοι κρεῖττον εὐχῆς ἀπέβη τοσούτους ἱερέας Χριστοῦ εἰς ταὐτὸν ἀγαγεῖν. βουλοίμην δ' ἂν ὁμόφρονας ὑμᾶς θεάσασθαι καὶ συμφώνου γνώμης κοινωνούς, ἐπεὶ παντὸς κακοῦ χαλεπώτερον ἡγοῦμαι τὴν ἐκκλησίαν τοῦ θεοῦ στασιάζειν. ὅτε οὖν ἠγγέλθη ὧν οὐκ ὤφελον ἀκοῦσαι, σφόδρα τὴν ψυχὴν ἠνιάθην, διχονοεῖν ὑμᾶς πυθόμενος, οὓς ἥκιστα προσῆκε θεοῦ λειτουργοὺς ὄντας καὶ βραβευτὰς εἰρήνης. καὶ διὰ τοῦτο τὴν ἱερὰν ὑμῶν συνεκρότησα σύνοδον· βασιλεύς τε ὢν καὶ συνθεράπων ὑμέτερος χάριν αἰτῶ λαβεῖν ἀρεστὴν θεῷ τῷ κοινῷ δεσπότῃ ἐμοί τε λαβεῖν καὶ ὑμῖν δοῦναι πρέπουσαν. ἡ δέ ἐστι προενεγκεῖν εἰς μέσον τὰ αἴτια τῆς ἀμφισβητήσεως καὶ ὁμόφρον καὶ εἰρηναῖον αὐτοῖς ἐπιθεῖναι τέλος, ὥστε με σὺν ὑμῖν τοῦτο τὸ τρόπαιον ἀναστῆσαι κατὰ τοῦ φθονεροῦ δαίμονος, ὃς τῶν ἀλλοφύλων καὶ τυράννων ἐκποδὼν γενομένων ταυτηνὶ τὴν ἐμφύλιον στάσιν ἤγειρε, νεμεσήσας τοῖς ἡμετέροις ἀγα1.1.4 θοῖς.» τοιαῦτα τῇ ῾Ρωμαίων φωνῇ τοῦ βασιλέως εἰπόντος παρεστώς τις ἡρμήνευεν. 1..1 ᾿Εκ τούτου δὲ ἡ περὶ τοῦ δόγματος διάλεξις ἐκινήθη τοῖς ἱερεῦσι. σχολῇ δὲ καὶ μάλα ἀνεξικάκως ἠκροᾶτο ὁ βασιλεὺς τῶν ἑκατέρωθεν λόγων· καὶ τοῖς μὲν εὖ λέγουσιν ἐτίθετο, τοὺς δὲ φιλονικοῦντας μετετίθει τῆς ἔριδος, πράως ἑκάστῳ διαλεγόμενος, ὡς ἀκούειν ἠπίστατο, καθότι οὐδὲ τῆς ῾Ελλήνων γλώττης ἀπείρως εἶχε. τὸ δὴ τελευταῖον συνέβησαν ἀλλήλοις πάντες οἱ ἱερεῖς καὶ ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐψηφίσαντο. μόνοι δὲ τὰ μὲν πρῶτα δέκα καὶ ἑπτὰ λέγονται τὴν ᾿Αρείου δόξαν ἐπαινέσαι, παρα1..2 χρῆμα δὲ καὶ τούτων οἱ πλείους πρὸς τὸ κοινῇ δόξαν μετέθεντο. ταύτῃ δὲ τῇ γνώμῃ καὶ ὁ βασιλεὺς ἐπεψηφίσατο συμβαλὼν θειόθεν αὐτὴν δεδοκιμάσθαι τὴν συμφωνίαν τοῦ συλλόγου. ὑπερορίῳ τε φυγῇ ζημιωθήσεσθαι προηγόρευσε τὸν ἐναντίον τῶν δεδογμένων ἐρχόμενον, ὡς διαφθείροντα τοὺς θείους ὅρους. 1..3 ῞Ινα δὲ καὶ εἰς τὸν ἑξῆς χρόνον βέβαιον καὶ δῆλον τοῖς ἐσομένοις ὑπάρχῃ τὸ σύμβολον τῆς τότε συναρεσάσης πίστεως, ἀναγκαῖον ᾠήθην εἰς ἀπόδειξιν τῆς ἀληθείας αὐτὴν τὴν περὶ τούτων γραφὴν παραθέσθαι· εὐσεβῶν δὲ φίλων καὶ τὰ τοιαῦτα ἐπιστημόνων οἷα δὴ μύσταις καὶ μυσταγωγοῖς μόνοις δέον τάδε λέγειν καὶ ἀκούειν ὑφηγουμένων ἐπῄνεσα τὴν βουλήν (οὐ γὰρ ἀπεικὸς καὶ τῶν ἀμυήτων τινὰς τῇδε τῇ βίβλῳ ἐντυχεῖν), ὡς ἔνι δὴ τῶν ἀπορρήτων ἃ χρὴ σιωπᾶν ἀποκρυψάμενος· ὡς <δὲ> μὴ πάμπαν ἀγνοεῖν τὰ δόξαντα 1.21.1 τῇ συνόδῳ, ἰστέον [δὲ] ὅτι τὸν μὲν υἱὸν ὁμοούσιον εἶναι τῷ πατρὶ ἀπεφήναντο· τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν» καὶ ὅτι «ἐξ οὐκ ὄντων ἐγένετο» ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, ἢ τρεπτὸν ἢ ἀλλοιωτόν, ἀπεκήρυξαν καὶ τῆς καθόλου