1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

99

προεληλύθει γέρων ὢν καὶ τοὺς ὀφθαλμοὺς ὑποκεχυ5.4. μένος. ἐπεὶ δὲ καὶ ἐπισκώπτων, οἷά περ εἰώθει, εἰς τὸν Χριστὸν βλασφημῶν «οὐδὲ ὁ Γαλιλαῖός σου θεός», εἶπε, «θεραπεύσει σε», ὑπολαβὼν Μάρις «ἀλλ' ἐγὼ χάριν ἔχω τῷ θεῷ μου τῆς τυφλώσεως», ἔφη, «ἵνα μή σε θεάσωμαι τῆς εὐσεβείας ἐκπεπτωκότα.» καὶ ὁ βασιλεὺς μηδὲν ἀποκρινάμενος παρέδραμεν. ᾤετο γὰρ ταύτῃ μᾶλλον τὸν ῾Ελληνισμὸν κρατῦναι, ἀνεξίκακον καὶ πρᾶον ἀδοκήτως τῷ πλήθει τῶν Χριστιανῶν ἑαυτὸν ἐπιδεικνύς. 5.5.1 Ταῦτα δὲ σπουδάζων πᾶσι μὲν τοῖς ἐπὶ Κωνσταντίου φυγαδευθεῖσι διὰ θρησκείαν ἀνῆκε τὴν φυγήν, καὶ τοῖς δημευθεῖσι νόμῳ τὰ σφέτερα ἀπέδωκε· τοῖς δὲ δήμοις προηγόρευεν μηδένα ἀδικεῖν τῶν Χριστιανῶν μηδὲ ὑβρίζειν μηδὲ ἄκοντας πρὸς θυσίαν ἕλκειν, τοὺς δὲ ἑκοντὶ τοῖς βωμοῖς προσιόντας πρότερον ἐξιλεοῦσθαι οὓς ῞Ελληνες καλοῦσιν ἀποτροπαίους δαίμονας, καὶ 5.5.2 καθαίρεσθαι καθαρσίοις οἷς ἔθος αὐτοῖς. κληρικοὺς μέντοι πᾶσαν ἀτέλειαν καὶ τιμὴν καὶ τὰ σιτηρέσια ἀφείλετο, καὶ τοὺς ὑπὲρ αὐτῶν κειμένους νόμους ἀνεῖλε, καὶ τοῖς βουλευτηρίοις ἀπέδωκε, μέχρι τε παρθένων καὶ χηρῶν τὰς δι' ἔνδειαν ἐν τοῖς κλήροις τεταγμένας εἰσπράττεσθαι προσ5.5.3 έταξεν, ἃ πρὶν παρὰ τοῦ δημοσίου ἐκομίσαντο. ἡνίκα γὰρ Κωνσταντῖνος τὰ τῶν ἐκκλησιῶν διέταττε πράγματα, ἐκ τῶν ἑκάστης πόλεως φόρων τὰ ἀρκοῦντα πρὸς παρασκευὴν ἐπιτηδείων ἀπένειμε τοῖς πανταχῇ κλήροις, καὶ νόμῳ τοῦτο ἐκράτυνεν, ὃς καὶ νῦν κρατεῖ, ἐξ οὗ τέθνηκεν ᾿Ιουλιανὸς ἐπι5.5.4 μελῶς φυλαττόμενος. ὠμοτάτην δὲ καὶ χαλεπωτάτην τήνδε γενέσθαι φασὶ τὴν εἴσπραξιν. μαρτυρεῖ δὲ καὶ τὰ τότε παρὰ τῶν πρακτόρων γενόμενα γραμματεῖα τοῖς εἰσπραχθεῖσιν εἰς ἀπόδειξιν τῆς ἀναδόσεως ὧν εἰλήφεσαν κατὰ τὸν Κωνσταντίνου νόμον. 5.5.5 Οὐκ ἐν τούτοις δὲ μόνον ἵστατο ἡ τοῦ κρατοῦντος πρὸς τὴν θρησκείαν ἀπέχθεια· σπουδῇ δὲ τοῦ πρὸς τὸ δόγμα μίσους οὐδὲν εἶδος παρέλειπεν εἰς καθαίρεσιν τῆς ἐκκλησίας, χρήματά τε καὶ ἀναθήματα καὶ τὰ ἱερὰ σκεύη ἀφαιρούμενος, τούς τε καταβληθέντας νεὼς ἐπὶ τῆς Κωνσταντίνου καὶ Κωνσταντίου ἡγεμονίας βιαζόμενος τοὺς καθελόντας ἀνοικοδομεῖν ἢ τὰς ὑπὲρ αὐτῶν ἀποτιμήσεις ἐκτιννύειν. ἐκ δὲ τούτων μηδέτερον ἐπιτελεῖν δυνάμενοι, προσέτι δὲ κατὰ τὴν ἀναζήτησιν τῶν ἱερῶν χρημάτων, ἱερεῖς τε καὶ κληρικοὶ καὶ τῶν ἄλλων Χριστιανῶν πολλοὶ χαλεπῶς ἐβασανίζοντο καὶ δεσμω5.5.6 τηρίοις ἐνεβάλλοντο. ὥστε πανταχόθεν συμβαλεῖν ἔστι φόνων μὲν ἕνεκα καὶ περινοίας τῶν εἰς τὸ σῶμα τιμωριῶν μετριώτερον αὐτὸν γενέσθαι τῶν πρὸ τοῦ διωξάντων τὴν ἐκκλησίαν, ἐν δὲ τοῖς ἄλλοις χαλεπώτερον. φαίνεται γὰρ ἐν πᾶσιν αὐτὴν κακῶς ποιήσας, πλὴν ὅτι τοὺς ἀλλοτρίαν οἰκεῖν κατα5.5.7 δικασθέντας ἱερέας ἐπὶ τῆς Κωνσταντίου βασιλείας μετεκαλέσατο. λέγεται δὲ μὴ φειδοῖ τῇ περὶ αὐτοὺς ταῦτα προστάξαι, ἀλλ' ὥστε ἢ ὑπὸ τῆς πρὸς ἀλλήλους ἔριδος ἐμφυλίῳ μάχῃ πολεμεῖσθαι τὴν ἐκκλησίαν καὶ τῶν οἰκείων διαμαρτεῖν θεσμῶν, ἢ Κωνστάντιον διαβάλλων. ᾤετο γὰρ σχεδὸν πρὸς πᾶν τὸ ὑπήκοον καὶ τελευτήσαντι τούτῳ μῖσος κατασκευάσειν τοὺς μὲν ῾Ελληνιστὰς ὡς ὁμόφρονας θεραπεύων, τοὺς δὲ διὰ Χριστὸν ἐπ' ἐκείνου κακῶς παθόντας ὡς 5.5.8 ἠδικημένους ἐλεῶν. ἀμέλει τοι καὶ τοὺς εὐνούχους ὡς αὐτῷ καταθυμίους τῶν βασιλείων ἐξέβαλεν· Εὐσέβιον δὲ τὸν μείζονα τῆς βασιλικῆς αὐλῆς θανάτῳ ἐζημίωσε· καὶ ἰδίᾳ γὰρ αὐτῷ λύπη τις ἦν πρὸς τοῦτον, καθότι 5.5. Γάλλον τὸν ἀδελφὸν τῇ αὐτοῦ ἐπιβουλῇ ἀνῃρῆσθαι ὑπώπτευεν. ᾿Αέτιον δὲ τὸν ἀρχηγὸν τῆς Εὐνομίου αἱρέσεως, ὡς ὑπὸ Κωνσταντίου ὑπερορίαν φυγὴν καταδικασθέντα καὶ ἄλλως ὕποπτον διὰ τὴν πρὸς Γάλλον ὁμιλίαν, εὐμενῶς μάλα γράψας μετεκαλέσατο πρὸς αὐτόν, δημόσια ὑποζύγια δεδωκώς. 5.5.10 ἐκ τοιαύτης δὲ αἰτίας καὶ ᾿Ελεύσιον τὸν Κυζίκου ἐπίσκοπον ὑπὸ βαρυτάτῳ ἐπιτιμίῳ προσέταξε τότε ταῖς αὐτοῦ δαπάναις ἐν δύο μόνοις μησὶν ἀνοικοδομῆσαι τὴν Ναυατιανῶν ἐκκλησίαν ἣν ἐπὶ Κωνσταντίου καθεῖλε. καὶ ἄλλα δὲ πολλὰ ἂν εὕροι τις, ἃ διὰ μῖσος τοῦ πρὸ αὐτοῦ ἡγεμονεύσαντος