1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

122

Εὐζωίῳ μὴ κοινωνοῦντας τῶν ἐκκλησιῶν ἀπήλαυνεν, εἰς χρήματά τε ἐζημίου καὶ ᾐκίζετο καὶ ἄλλως ἐπέτριβε. 6.8.1 Γέγονε δὲ ἂν τότε, ὡς συμβαλεῖν ἔστι, καὶ τούτων δεινότερα, εἰ μὴ ὁ κατὰ Προκόπιον ἐπέλαβε πόλεμος. τυραννήσας γὰρ ἐν Κωνσταντινουπόλει καὶ πολλὴν ἐν βραχεῖ χρόνῳ στρατιὰν ἀθροίσας ἠπείγετο κατὰ Οὐάλεντος. 6.8.2 ὁ δὲ ἐκ τῆς Συρίας ἐλάσας συμβάλλει αὐτῷ περὶ Νακώλειαν πόλιν τῆς Φρυγίας· προδοσίᾳ τε ᾿Αγέλωνος καὶ Γομαρίου τῶν αὐτοῦ στρατηγῶν ζω-6.8.3 γρήσας αὐτόν τε καὶ τοὺς προδόντας ἐλεεινῶς ἀνεῖλε. τοὺς μὲν γὰρ λέγεται καίπερ εὐνοεῖν αὐτοῖς ὀμόσας πρίοσι διχῇ διελεῖν· Προκοπίου δὲ δύο δένδροις οὐκ ἀπὸ πολλοῦ διεστῶσι κατακαμφθεῖσι πρὸς γῆν, ἑκάτερον ἑκατέρῳ φυτῷ προσῆψε σκέλος καὶ ἀφῆκεν ἀνεγείρεσθαι· τὰ δὲ πρὸς τὴν συνήθη στάσιν ἀνορθωθέντα διέσπασε τὸν ἄνθρωπον. 6.8.4 ᾿Επεὶ δὲ τέλος ἔσχεν ὁ πόλεμος, ἧκεν εἰς Νίκαιαν· ἐν ἡσυχίᾳ τε γεγονὼς αὖθις ἐτάραττε τοὺς οὐχ ὁμοίως αὐτῷ περὶ τὸ θεῖον δοξάζοντας. ὑπερφυῶς δὲ ἐχαλέπαινε κατὰ τῶν ἐν Λαμψάκῳ συνελθόντων, καθότι καὶ τοὺς τὰ ᾿Αρείου φρονοῦντας ἐπισκόπους καὶ τὴν ἐν ᾿Αριμήνῳ περὶ τῆς πίστεως ἐκτε-6.8.5 θεῖσαν γραφὴν ἀπεκήρυξαν. οὕτω δὲ ἔχων ὀργῆς ἄγει ἐκ τῆς Κυζίκου ᾿Ελεύσιον, καὶ ὁμοδόξων αὐτῷ ἐπισκόπων σύλλογον καθίσας ἐβιάζετο κοινωνεῖν αὐτοῖς τῆς πίστεως. ὁ δὲ τὰ πρῶτα ἀνδρείως ἀντέτεινεν, ὑπερορίαν δὲ φυγὴν καὶ τῆς οὐσίας ἀφαίρεσιν δείσας (ταῦτα γὰρ ἠπείλει μὴ πειθομένῳ) 6.8.6 τὸ προσταχθὲν ἐποίησε. καὶ εὐθὺς μετεμέλετο, ἐπανελθών τε εἰς Κύζικον δημοσίᾳ τὴν ἁμαρτίαν ἐπὶ τῆς ἐκκλησίας ἐξήγγελλε καὶ ἕτερον ἐπίσκοπον χειροτονεῖν παρεκελεύετο· ἑαυτὸν γὰρ ἱερᾶσθαι μὴ προσήκειν ἔτι ὡς οἰκείου δόγματος προδότην γενόμενον. Κυζικηνοὶ δὲ αἰδοῖ τῆς τοῦ ἀνδρὸς πολιτείας εὖνοι τὰ μάλιστα αὐτῷ τυγχάνοντες ἕτερον ἔχειν ἐπίσκοπον οὐχ 6.8.7 εἵλοντο. ἐπεὶ δὲ ταῦτα ἔγνω ὁ Εὐδόξιος ὁ ἐν Κωνσταντινουπόλει τῆς 6.8.7 ᾿Αρείου δόξης προεστώς, χειροτονεῖ Εὐνόμιον τῆς Κυζίκου ἐπίσκοπον· ᾤετο γὰρ αὐτὸν δεινὸν ὄντα λέγειν πειθοῖ τινι ῥᾳδίως πρὸς τὸ οἰκεῖον δόγμα τοὺς 6.8.8 Κυζικηνοὺς ἐφελκύσασθαι. ὡς δὲ εἰς Κύζικον παρεγένετο, προστάγματι βασιλέως ᾿Ελευσίου ἐξελαθέντος τὰς ἐνθάδε ἐκκλησίας κατέσχεν. οἱ δὲ ᾿Ελευσίῳ πειθόμενοι εὐκτήριον οἶκον ἔξω τειχῶν κατασκευάσαντες πρὸ τῆς πόλεως ἐκκλησίαζον. Εὐνομίου μὲν οὖν πέρι καὶ τῆς ὁμωνύμου τούτων αἱρέσεως μικρὸν ὕστερον ἐρῶ. 6..1 Παραπλησίων δὲ κακῶν ἐπειρῶντο καὶ οἱ ἐν Κωνσταντινουπόλει πρεσβεύοντες τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων, σὺν αὐτοῖς δὲ καὶ οἱ τὰ Ναυάτου φρονοῦντες· καὶ πάντας μὲν ἐλαύνεσθαι τῆς πόλεως, Ναυατιανῶν δὲ καὶ τὰς ἐκκλησίας ἀποκλεισθῆναι προσέταξεν ὁ βασιλεύς· τῶν δὲ ἄλλων οὐκ εἶχεν ὅ τι ἀποκλείσειεν· ἤδη γὰρ πρότερον ἐπὶ τῆς Κωνσταντίου βασι6..2 λείας ἀφῄρηντο. οὐ μὴν ἀλλὰ καὶ ᾿Αγέλιον τότε εἰς ὑπερορίαν φυγὴν κατεδίκασεν, ὃς ἐκ τῶν Κωνσταντίνου χρόνων ἡγεῖτο ἐν Κωνσταντινουπόλει τῆς Ναυατιανῶν ἐκκλησίας. ἐλέγετο δὲ ὅτι μάλιστα θαυμασίως πολιτεύσασθαι κατὰ τοὺς ἐκκλησιαστικοὺς νόμους, ὁ δὲ βίος ἦν αὐτῷ- τοῦτο δὴ τὸ προὖχον ἐν φιλοσοφίᾳ-κτήσεως χρημάτων ἐλεύθερος, καὶ ἡ ἀγωγὴ ἐδείκνυ· ἑνί τε γὰρ χιτωνίῳ ἐχρῆτο καὶ δίχα ὑποδημάτων ἀεὶ ἐβάδιζεν. οὐ πολλῷ δὲ ὕστερον αὐτός τε μετεκλήθη καὶ τὰς ὑπ' αὐτὸν ἐκκλησίας ἀπέλαβεν 6..3 καὶ ἀδεῶς ἐκκλησίαζεν. αἴτιος δὲ τούτων Μαρκιανός τις, ὃς ἐπὶ βίῳ καὶ λόγοις θαυμαζόμενος πάλαι μὲν ἐν τοῖς βασιλείοις ἐστρατεύετο, τότε δὲ πρεσβύτερος ὢν τῆς Ναυατιανῶν αἱρέσεως γραμματικοὺς λόγους ἐξεδίδασκε τὰς βασιλέως θυγατέρας, ᾿Αναστασίαν τε καὶ Καρῶσαν· ὧν εἰσέτι νῦν ἐπώνυμα λουτρὰ δημόσια κατὰ τὴν Κωνσταντινούπολίν ἐστι. διὰ γὰρ τὴν πρὸς αὐτὸν αἰδῶ καὶ χάριν μόνοις Ναυατιανοῖς τὰ εἰρημένα ὑπῆρξεν. 6.10.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον ὁμώνυμος Οὐαλεντινιανῷ τῷ βασιλεῖ γίνεται παῖς κατὰ τὴν δύσιν, οὐ πολλῷ δὲ ὕστερον καὶ Γρατιανός, ὃν πρὸ τῆς ἀρχῆς 6.10.2 εἶχε, καθίσταται βασιλεύς. ἐν τούτῳ δέ, καίπερ παρὰ τὸ εἰωθὸς χαλάζης