1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

167

ἀντιπρόσωπον τοῖς ἐναντίοις ἐμβαλὼν ἄνεμος ἐξαίσιος καὶ οἷον οὔπω πρότερον ἱστορήσαμεν διέλυσε τὰς τῶν πολεμίων τάξεις, βέλη δὲ καὶ ἀκόντια κατὰ τῶν ῾Ρωμαίων πεμπόμενα ὡς ἀντιτύποις προσβάλλοντα εἰς τὰ τῶν ἀκοντιζόντων περιέστρεφε σώματα, καὶ τὰς ἀσπίδας ἐξαρπάζων τῶν χειρῶν σὺν φορυτῷ καὶ κονιορτῷ κατ' αὐτῶν 7.24.7 ἐκύλιε. γυμνωθέντες δὲ τῶν ὅπλων οἱ μὲν πλείους αὐτίκα διεφθάρησαν, οἱ δὲ πρὸς ὀλίγον φυγῇ διασωθέντες μετ' οὐ πολὺ ἥλωσαν. Εὐγένιος δὲ προσδραμὼν τοῖς ποσὶ τοῦ βασιλέως ἐδεῖτο σῴζεσθαι· ἐν ᾧ δὲ ἱκέτευε, πρός του τῶν στρατιωτῶν τὴν κεφαλὴν ἀπετμήθη. ᾿Αρβογάστης δὲ φεύ7.24.8 γων μετὰ τὴν μάχην αὐτόχειρ ἑαυτοῦ γέγονε. λέγεται δέ, καθ' ὃν καιρὸν οὗτος ὁ πόλεμος συνεκροτεῖτο, ὡς ἐν τῷ νεῷ τοῦ θεοῦ τῷ ὄντι ἐν τῷ ῾Εβδόμῳ, οὗ προσηύξατο ὁ βασιλεὺς ἐξιών, δαιμονῶν τις ἀναρπασθεὶς μετάρσιος τὸν βαπτιστὴν ᾿Ιωάννην ἐλοιδορεῖτο καὶ ὡς τῆς κεφαλῆς ἀποτμηθέντα 7.24. ὠνείδιζε καὶ ἀνεβόα· «σύ με νικᾷς καὶ τῇ ἐμῇ στρατιᾷ ἐπιβουλεύεις.» οἱ δὲ περιτυχόντες, ὡς εἰκός, πολλῆς οὔσης περὶ τοῦ πολέμου σπουδῆς νεώτερόν τι ἀκούειν καὶ λέγειν, καταπλαγέντες ἀνεγράψαντο τὴν ἡμέραν, καθ' ἣν γενέσθαι τὰ περὶ τὸν πόλεμον οὐκ εἰς μακρὰν ἔγνωσαν παρὰ τῶν κοινωνησάντων τῇ μάχῃ. καὶ τὰ μὲν ὧδε γενέσθαι λόγος. 7.25.1 Μετὰ δὲ τὴν Εὐγενίου καθαίρεσιν ἀφικόμενος εἰς Μεδιόλανον ὁ βασιλεὺς ἧκεν εἰς τὴν ἐκκλησίαν εὐξόμενος. ὡς δὲ πρὸς ταῖς θύραις ἐγένετο, ὑπήντετο ᾿Αμβρόσιος ὁ τῆς πόλεως ἐπίσκοπος, καὶ λαβόμενος τῆς ἁλουργίδος 7.25.2 ἐπὶ τοῦ πλήθους «ἐπίσχες», ἔφη· «ἀνδρὶ γὰρ ὑπὸ ἁμαρτίας βεβήλῳ καὶ τὰς χεῖρας ᾑμαγμένας οὐκ ἐν δίκῃ ἔχοντι οὐ θεμιτὸν πρὸ μετανοίας τοῦ ἱεροῦ ἐπιβαίνειν οὐδοῦ ἢ μυστηρίων θείων κοινωνεῖν.» ὁ δὲ βασιλεὺς θαυμάσας τὸν ἱερέα τῆς παρρησίας, σύννους γεγονὼς ὑπέστρεφεν ὑπὸ μετα7.25.3 νοίας κεντούμενος. ἦν δὲ τῆς ἁμαρτίας πρόφασις τοιάδε· Βουθερίχου τοῦ ἡγουμένου τότε τῶν παρ' ᾿Ιλλυριοῖς στρατιωτῶν ἡνίοχος τὸν οἰνοχόον αἰσχρῶς ἰδὼν ἐπείρασε, καὶ συλληφθεὶς ἐν φρουρᾷ ἦν. ἐπισήμου δὲ ἱπποδρομίας ἐπιτελεῖσθαι μελλούσης ὡς ἀναγκαῖον εἰς τὴν ἀγωνίαν ὁ Θεσσαλονικέων δῆμος ἐξῄτει ἀφίεσθαι· ὡς δὲ οὐδὲν ἤνυεν, εἰς χαλεπὴν κατέστη 7.25.4 στάσιν καὶ τελευταῖον τὸν Βουθερίχαν ἀνεῖλε. καὶ ἐπεὶ τάδε ἐμηνύθη, εἰς ἄμετρον ὀργὴν ἐμπεσὼν ὁ βασιλεὺς ῥητὸν τῶν προστυγχανόντων ἀριθμὸν ἀναιρεθῆναι προσέταξεν. ἐντεῦθεν δὲ πολλῶν ἀδίκων ἐνεπλήσθη φόνων ἡ πόλις· ξένοι τε γὰρ αὐτίκα προσπλεύσαντες καὶ ἐξ ὁδοῦ ἀφικόμενοι ἀδο7.25.5 κήτως ἥλωσαν· καὶ πάθη ἐλεεινὰ συνέβη, ἐν οἷς καὶ τόδε· ἔμπορος ἀντὶ δύο παίδων αὐτοῦ συλληφθέντων προσαγαγὼν ἑαυτὸν ἀποθανεῖν ἐδεῖτο, τοὺς δὲ σῴζεσθαι· καὶ μισθὸν τούτου χρυσίον ὅσον εἶχε προΐσχετο τοῖς στρατιώταις. οἱ δὲ τὸν ἄνθρωπον τῆς συμφορᾶς ἐλεήσαντες ἀντὶ ἑνὸς οὗ ἂν ἕληται τῶν υἱέων τὴν ἱκεσίαν προσίεντο· τοὺς δὲ δύο ἀφιέναι ὡς ἐπιλεί7.25.6 ποντος τοῦ ἀριθμοῦ οὐκ ἀκίνδυνον σφίσιν ἔφασαν. εἰς ἀμφοτέρους δὲ βλέπων ὁ πατήρ, ὀλοφυρόμενός τε καὶ κλαίων, οὐδετέρου τὴν αἵρεσιν ὑπέστη, ἀλλ' ἀπορῶν εἰσότε τεθνήκασιν διετέλεσεν ἑκατέρου τῷ φίλτρῳ ἐπίσης νικώμενος. καὶ οἰκέτην δὲ ἀγαθὸν ἐπυθόμην τότε ἀντὶ δεσπότου ἀγομένου πρὸς 7.25.7 τὴν σφαγὴν ἀναιρεθῆναι προθύμως. τοιούτων δὲ καὶ ἑτέρων ὡς εἰκὸς συγκυρησάντων κακῶν ἐπαιτιώμενος ᾿Αμβρόσιος τὸν βασιλέα τῆς ἐκκλησίας εἷρξε καὶ ἀκοινώνητον ἐποίησε. δημοσίᾳ δὲ καὶ αὐτὸς τὴν ἁμαρτίαν ἐπὶ τῆς ἐκκλησίας ὡμολόγησεν καὶ πάντα τὸν ὁρισθέντα αὐτῷ χρόνον εἰς μετάνοιαν, οἷά γε πενθῶν, βασιλικῷ κόσμῳ οὐκ ἐχρήσατο· καὶ νόμῳ προσέταξε τοὺς διακονουμένους τοῖς βασιλέως προστάγμασιν εἰς τριακοστὴν ἡμέραν ἀναβάλλεσθαι τὴν τιμωρίαν τῶν ἐπὶ θανάτῳ καταδεδικασμένων, ὥστε καὶ τὸν ἐν μέσῳ χρόνον μαλάσσειν τὴν τοῦ βασιλέως ὀργὴν καὶ τοῦ θυμοῦ παρακμάζοντος ἐλέῳ καὶ μεταμελείᾳ γενέσθαι χώραν. 7.25.8 ᾿Αμβροσίῳ δὲ τούτῳ πολλὰ μὲν καὶ ἄλλα κατώρθωται ἄξια ἱερωσύνης,