1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

184

Κωνσταντινουπόλεως κληρικούς, καθαίρεσιν ἀπειλήσασα κατὰ τῶν ἀπειθούντων. ἐκάλεσε δὲ καὶ ᾿Ιωάννην εἰς ἀπολογίαν· σὺν αὐτῷ δὲ παρεῖναι προσέταξε Σαραπίωνα καὶ Τίγριον πρεσβύ8.17.8 τερον καὶ Παῦλον ἀναγνώστην. ὁ δὲ ᾿Ιωάννης ἄλλους τέ τινας τῶν ἐπιτηδείων αὐτῷ κληρικῶν καὶ ∆ημήτριον τὸν Πισινοῦντος ἐπίσκοπον πέμψας πρὸς αὐτοὺς ἔλεγε μὴ ἀποφεύγειν τὴν κρίσιν· ἕτοιμος δὲ εἶναι, εἰ πρότερον μάθοι τοὺς κατηγόρους καὶ τὴν γραφὴν ἐπισκέψαιτο, ἐπὶ μείζονος ἀπολογεῖσθαι συνόδου· μὴ γὰρ αἱρεῖσθαι ἀνόητόν τι ὑπομένειν καὶ περιφανῶν ἐχ8.17. θρῶν ἀνέχεσθαι δικαστῶν. ὡς ἀπειθοῦντος δὲ συνόδῳ χαλεπαινόντων αὐτῶν, οἱ μὲν τῶν τάδε ἀγγειλάντων δείσαντες οὐκέτι ἀνέστρεφον, ∆ημήτριος δὲ καὶ ὅσοι τὴν ᾿Ιωάννου προετίμων συνουσίαν ὡς αὐτὸν ἐπανῆλθον. κατ' αὐτὴν δὲ τὴν ἡμέραν ταχυδρόμος καὶ ταχυγράφος ἐκ τῶν βασιλείων παραγενόμενοι τὸν μὲν κατήπειγον πρὸς τοὺς ἐπισκόπους ἐλθεῖν, τοὺς δὲ 8.17.10 μὴ μέλλειν περὶ τὴν κρίσιν. ἐπεὶ δὲ τετράκις κληθεὶς οἰκουμενικὴν ἐπεκαλεῖτο σύνοδον, οὐδὲν ἕτερον ἐπαιτιώμενοι, πλὴν ὅτι κληθεὶς οὐχ ὑπήκουσε, καθεῖλον αὐτόν. 8.18.1 Τὸ δὲ πλῆθος ὡς τάδε ἔγνω ἐν Κωνσταντινουπόλει περὶ δείλην ὀψίαν πρὸς στάσιν κεκίνητο· καὶ συνδραμόντες ἕωθεν εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ ἀνέκραγον καὶ ὡς δέοι μείζονα σύνοδον περὶ αὐτοῦ διαλαβεῖν. κατεπειγόντων τε τῶν ἐκ βασιλέως προστεταγμένων εἰς ὑπερορίαν αὐτὸν ἀπάγειν 8.18.2 οὐ συνεχώρουν. ὁ δὲ δείσας, μή τι ἕτερον αὐτῷ ἔγκλημα πλακείη ὡς βασιλεῖ ἀπειθοῦντι ἢ τὸν δῆμον ταράττοντι, ἡμέρᾳ τρίτῃ μετὰ τὴν καθαίρεσιν διασπαρέντος τοῦ πλήθους περὶ μεσημβρίαν λαθὼν ἀπέλιπε τὴν ἐκκλησίαν. ἤδη δὲ αὐτοῦ ἀπαγομένου χαλεπῶς ὁ λαὸς ἐστασίαζε, βασιλέα τε καὶ τὴν σύνοδον καὶ μάλιστα Θεόφιλον καὶ Σευηριανὸν ἐλοιδόρουν· ἄμφω μὲν 8.18.3 γὰρ ἀρχηγὼ τῆς ἐπιβουλῆς ἤστην. ὁ δὲ Σευηριανὸς καὶ ἐπὶ ἐκκλησίας τότε διδάσκων ἐπῄνεσε τὴν ᾿Ιωάννου καθαίρεσιν ὡς κατὰ ἀλαζόνος, εἰ καὶ μηδὲν ἦν ἕτερον ἔγκλημα, γεγενημένην· «τὰ μὲν γὰρ ἄλλα», ἔφη, «ἁμαρτήματα συγχωρεῖ τοῖς ἀνθρώποις τὸ θεῖον, ὑπερηφάνοις δὲ ἀντιτάσσεται.» 8.18.4 ἐπὶ τούτοις δὲ ἐνεμέσησε τὸ πλῆθος καὶ τὴν ὀργὴν ἀνενέου καὶ ἀσχέτως ἐστασίαζε, καὶ οὔτε ἐν ἐκκλησίαις οὔτε ἐν ἀγοραῖς ἠρεμεῖν ἠνείχετο· ἅμα δὲ ὀλολυγῇ καὶ ὀδυρμοῖς μέχρι καὶ αὐτῶν τῶν βασιλείων προϊόντες ἐδέοντο 8.18.5 περὶ τῆς ᾿Ιωάννου ἀνακλήσεως. εἴξασα δὲ ταῖς ἱκεσίαις τοῦ δήμου ἡ βασιλὶς πείθει τὸν ἄνδρα ἐπινεῦσαι· ἐν τάχει τε Βρίσωνα τῶν ἀμφ' αὐτὴν πιστὸν εὐνοῦχον πέμψασα, ἐκ Πραινέτου τῆς Βιθυνίας ᾿Ιωάννην ἐπανήγαγεν, ἀθῷον εἶναι τῶν κατ' αὐτοῦ βεβουλευμένων δηλώσασα καὶ δι' αἰδοῦς αὐτὸν 8.18.6 ἔχειν ὡς ἱερέα καὶ μυσταγωγὸν τῶν αὐτῆς παίδων. ὁ δὲ ἐπανελθὼν ἐν προαστείῳ αὐτῆς τῆς βασιλίδος περὶ τὸν ᾿Ανάπλουν διέτριβεν· καὶ πρὸ κρίσεως μείζονος συνόδου, ἵν' εἴη δῆλον ὡς ἀδίκως ἀφῃρέθη τῆς ἐπισκοπῆς, παρῃτεῖτο τέως τὴν εἰς τὴν πόλιν εἴσοδον. ἐπεὶ δὲ πάλιν ὁ λαὸς ἠγανάκτει καὶ 8.18.7 τοὺς κρατοῦντας ἐλοιδόρει, βιασθεὶς εἰσῆλθεν. ἐν ψαλμῳδίαις δὲ πρὸς τὸ συμβὰν πεποιημέναις ὑπαντήσας ὁ δῆμος (ἔφερον δὲ κηροὺς ἡμμένους οἱ πλείους) ἄγουσιν αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν. παραιτούμενόν τε καὶ πολλάκις ἰσχυριζόμενον χρῆναι πρότερον τοὺς καταψηφισαμένους αὐτοῦ πάλιν ἀποψηφίσασθαι, ὡς ἱερεῦσι θέμις ἠνάγκασαν τὴν εἰρήνην τῷ λαῷ προσειπεῖν καὶ εἰς τὸν ἐπισκοπικὸν καθῖσαι θρόνον. ἀναγκασθεὶς δὲ καὶ σχέ8.18.8 διόν τινα διεξῆλθε λόγον. ἐκ χαριεστάτης δὲ εἰκόνος τὰς ἀφορμὰς λαβὼν ὑπεδήλου Θεόφιλον μὲν ἐνυβρίσαι τὴν ὑπ' αὐτὸν ἐκκλησίαν ἐπιχειρῆσαι ὡς τὸν Αἰγυπτίων βασιλέα τὴν ᾿Αβραὰμ τοῦ πατριάρχου γαμετήν, ὡς αἱ τῶν ῾Εβραίων ἱστοροῦσι βίβλοι· τὸν δὲ λαὸν ὡς εἰκὸς ἐπαινέσας τῆς προθυμίας καὶ τοὺς κρατοῦντας τῆς περὶ αὐτὸν εὐνοίας εἰς πολλοὺς κρότους καὶ εὐφημίαν τοῦ βασιλέως καὶ τῆς αὐτοῦ γαμετῆς τὸ πλῆθος ἐκίνησεν, ὡς καὶ ἡμιτελῆ καταλιπεῖν τὸν λόγον. 8.1.1 Θεόφιλος δὲ ἀπορῶν ὅ τι χρήσαιτο τοῖς παροῦσιν οὐκ ἐθάρρει, καίπερ