1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

53

τὴν Κωνσταντινουπόλεως ἐπετράπη ἐκκλησίαν, καὶ Γρηγόριος ὁ τῆς ᾿Αλεξαν-δρέων ἐκκλησίας αἱρεθεὶς προστατεῖν, οἳ δὴ τότε τὰ αὐτὰ φρονεῖν ἀλλήλοις ὡμολόγηντο, ἀλλὰ γὰρ καὶ ∆ιάνιος ὁ τῆς παρὰ Καππαδόκαις Καισαρείας ἐπίσκοπος καὶ Γεώργιος ὁ Λαοδικείας τῆς παρὰ Σύροις, ἄλλοι τε πολλοὶ μητροπολιτικὰς καὶ ἄλλως ἐπισήμους ἐκκλησίας ἐπισκοποῦντες. 3.6.1 Σὺν αὐτοῖς δὲ καὶ Εὐσέβιος ὁ ἐπίκλην ᾿Εμεσηνός· ὃς τὸ μὲν γένος ἐξ ᾿Εδέσσης τῆς ᾿Οσροηνῶν εὐπατρίδης ὑπῆρχεν, ἐκ νέου δὲ κατὰ πάτριον ἔθος τοὺς ἱεροὺς ἐκμαθὼν λόγους μετὰ ταῦτα καὶ τὰ παρ' ῞Ελλησιν ἐξε3.6.2 διδάχθη παιδεύματα, διδασκάλοις τοῖς ἐνθάδε τότε οὖσι φοιτήσας, ὕστερον δὲ ἐξηγηταῖς Εὐσεβίῳ τῷ Παμφίλου καὶ Πατροφίλῳ τῷ προϊσταμένῳ Σκυθοπόλεως τὰς θείας βίβλους ἠκρίβωσε. παραγενόμενός τε εἰς ᾿Αντιόχειαν, ἐπεὶ συνέβη Εὐστάθιον καθαιρεθῆναι διὰ τὴν Κύρου κατηγορίαν, Εὐφρονίῳ τῷ μετ' αὐτὸν συνῆν. φεύγων δὲ ἱερᾶσθαι ἀφίκετο εἰς ᾿Αλεξάνδρειαν, φιλοσόφοις <τε> τοῖς τῇδε φοιτήσας καὶ τὰ ἐκείνων ἀσκηθεὶς μαθήματα ἐπανῆλθεν εἰς ᾿Αντιόχειαν καὶ Πλακήτῳ πάλιν τῷ μετὰ Εὐφρόνιον συνδιέτριβεν. 3.6.3 ὡς δὲ συνέβη ταύτην ἐνθάδε συγκροτεῖσθαι σύνοδον, ἐπὶ τὸν ᾿Αλεξανδρείας προεβλήθη θρόνον ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου· ᾤετο γὰρ αὐτὸν εὖ μάλα πολιτευόμενον καὶ λέγειν κράτιστον ὄντα ῥᾳδίως μεταστῆ3.6.4 σαι τοὺς Αἰγυπτίους τῆς περὶ ᾿Αθανάσιον εὐνοίας. ἐπεὶ δὲ ταύτην παρητήσατο τὴν χειροτονίαν, λογισάμενος ὡς εὐτρεπὲς εὑρήσει μῖσος παρὰ ᾿Αλεξανδρεῦσιν οὐκ ἀνεχομένοις ἕτερον ἀντὶ ᾿Αθανασίου ἰδεῖν, ἐπιτρέπεται 3.6.5 Γρηγόριος τὴν τῶν ᾿Αλεξανδρέων, αὐτὸς δὲ τὴν ᾿Εμέσης ἐκκλησίαν. ἐν-ταῦθά τε στάσιν ὑπομείνας (διεβάλλετο γὰρ ἀσκεῖσθαι τῆς ἀστρονομίας ὃ μέρος ἀποτελεσματικὸν καλοῦσι) φυγὰς ἦλθεν εἰς Λαοδίκειαν πρὸς Γεώργιον τὸν ἐνθάδε ἐπίσκοπον, ἐπιτήδειον ὄντα. ὁ δὲ εἰς ᾿Αντιόχειαν αὐτῷ συνελθὼν πρὸς Πλάκητον καὶ Νάρκισσον τοὺς ἐπισκόπους, ἐπανελθεῖν εἰς 3.6.6 ῎Εμεσαν παρεσκεύασεν. ἐγένετο δὲ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαρισμένος· ἀμέλει τοι, ἡνίκα Πέρσαις ἐπιστρατεύειν ἔμελλεν, αὐτὸν ἐπήγετο· λέγεται γὰρ πολλὰ δι' αὐτοῦ θαυματουργῆσαι τὸ θεῖον, ὡς μαρτυρεῖ Γεώρ3.6.7 γιος ὁ Λαοδικεύς, ταῦτα καὶ ἕτερα περὶ αὐτοῦ διεξελθών. ἀλλ' ὁ μὲν καίπερ τοιοῦτος ὢν οὐ διέφυγε τὸν φθόνον τῶν ἀνιᾶσθαι πεφυκότων ἐπὶ ταῖς ἄλλων ἀρεταῖς. ὑπέμεινε δὲ καὶ αὐτὸς μέμψιν ὡς τὰ Σαβελλίου φρονῶν. ἐν δὲ τῷ νῦν τὰ αὐτὰ τοῖς ἐν ᾿Αντιοχείᾳ συνελθοῦσιν ἐψηφίσατο. 3.6.8 Μάξιμον μέντοι τὸν ῾Ιεροσολύμων ἐπίσκοπον ἐπίτηδες λέγεται ταύτην ἀποφυγεῖν τὴν σύνοδον, μεταμεληθέντα καθότι ἀπατηθεὶς σύμψηφος ἐγένετο τοῖς ᾿Αθανάσιον καθελοῦσιν. οὐ μὴν οὐδὲ ὁ τὸν ῾Ρωμαίων διέπων θρόνον οὐδὲ τῶν ἄλλων ᾿Ιταλῶν ἢ τῶν ἐπέκεινα ῾Ρωμαίων οὐδεὶς ἐνθάδε συνῆλθεν. 3.6. ᾿Εν τούτῳ δὲ Φράγκων μὲν τοὺς πρὸς δύσιν Γαλάτας δῃούντων, τῆς δὲ πρὸς ἕω ἀρχομένης ὑπὸ μεγίστων σεισμῶν τινασσομένης καὶ μάλιστα τῆς ᾿Αντιοχέων πόλεως, μετὰ τὴν ἐνθάδε σύνοδον ἧκε Γρηγόριος εἰς ᾿Αλεξάν-δρειαν σὺν πλήθει στρατιωτῶν, οἳ προνοεῖν προσετάχθησαν ὡς ἂν ἀστασίαστος καὶ ἀσφαλὴς αὐτῷ ἡ εἴσοδος γένοιτο. συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ τὰ ᾿Αρείου φρονοῦντες περί τε ταῦτα καὶ ὅπως ᾿Αθανάσιον ἐξελάσωσιν. 3.6.10 ὁ δὲ ἐδεδίει, μή τι δι' αὐτὸν ὁ λαὸς πάθοι. καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἐκκλησίαζεν, ἤδη τε τῶν στρατιωτῶν καταλαβόντων τὴν ἐκκλησίαν εὐχὴν ἐπιτελέσας πρότερον ψαλμὸν ῥηθῆναι παρεκελεύσατο. συμφώνου δὲ τῆς ψαλμῳδίας γενομένης οἱ στρατιῶται τέως ἡσύχαζον, ὡς οὐκ εὔκαιρον ὂν ἐπι3.6.11 θέσθαι τότε. ἐν τούτῳ δὲ διαδὺς ὑπὸ τοὺς ψάλλοντας ἔλαθεν ἐξελθὼν καὶ εἰς τὴν ῾Ρώμην ἀνήχθη. Γρηγόριος δὲ τὸν ᾿Αλεξανδρέων κατέσχε θρόνον· ὁ δὲ λαὸς χαλεπήνας τὴν ἐπώνυμον ∆ιονυσίου τοῦ τῇδε ἐπισκοπήσαντος ἐκκλησίαν ἐνέπρησαν. 3.7.1 ῟Ωδε μὲν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως τὰ βεβουλευμένα κατώρθωτο καθῃρημένων τῶν σπουδῇ προϊσταμένων ἀνὰ τὴν ἕω τοῦ ἐν Νικαίᾳ βεβαιωθέντος δόγματος.