1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

64

3.16.5 Οὐκ ἀγνοῶ δὲ ὡς καὶ πάλαι ἐλλογιμώτατοι τοῦτον τὸν τρόπον παρὰ ᾿Οσροηνοῖς ἐγένοντο Βαρδησάνης τε, ὃς τὴν ἀπ' αὐτοῦ καλουμένην αἵρεσιν συνεστήσατο, καὶ ῾Αρμόνιος ὁ Βαρδησάνου παῖς, ὅν φασι διὰ τῶν παρ' ῞Ελλησι λόγων ἀχθέντα πρῶτον μέτροις καὶ νόμοις μουσικοῖς τὴν πάτριον φωνὴν ὑπαγαγεῖν καὶ χοροῖς παραδοῦναι, καθάπερ καὶ νῦν πολλάκις οἱ Σύροι ψάλλουσιν, οὐ τοῖς ῾Αρμονίου συγγράμμασιν ἀλλὰ τοῖς μέλεσι χρώμενοι. 3.16.6 ἐπεὶ γὰρ οὐ παντάπασιν ἐκτὸς ἦν τῆς πατρῴας αἱρέσεως καὶ ὧν περὶ ψυχῆς, γενέσεώς τε καὶ φθορᾶς σώματος καὶ παλιγγενεσίας οἱ παρ' ῞Ελλησι φιλοσοφοῦντες δοξάζουσιν, οἷά γε ὑπὸ λύραν ἃ συνεγράψατο συνθεὶς ταυτασὶ 3.16.7 τὰς δόξας τοῖς οἰκείοις προσέμιξε συγγράμμασιν. ἰδὼν δὲ ᾿Εφραὶμ κηλουμένους τοὺς Σύρους τῷ κάλλει τῶν ὀνομάτων καὶ τῷ ῥυθμῷ τῆς μελῳδίας, καὶ κατὰ τοῦτο προσεθιζομένους ὁμοίως αὐτῷ δοξάζειν, καίπερ ῾Ελληνικῆς παιδείας ἄμοιρος, ἐπέστη τῇ καταλήψει τῶν ῾Αρμονίου μέτρων· καὶ πρὸς τὰ μέλη τῶν ἐκείνου γραμμάτων ἑτέρας γραφὰς συνᾳδούσας τοῖς ἐκκλησιαστικοῖς δόγμασι συνέθηκεν, ὁποῖα αὐτῷ πεπόνηται ἐν θείοις ὕμνοις καὶ ἐγκωμίοις ἀγαθῶν ἀνδρῶν. ἐξ ἐκείνου τε Σύροι κατὰ τὸν νόμον τῆς ῾Αρμονίου ᾠδῆς τὰ τοῦ ᾿Εφραὶμ ψάλλουσιν. 3.16.8 ῾Ηλίκος μὲν οὖν τὴν φύσιν ἐγεγόνει, καὶ ἐκ τούτου τεκμαίρεσθαι χρεών· ἦν δὲ καὶ τὸν βίον ἐξ ἀγαθῶν ἔργων καὶ ἀκριβοῦς πολιτείας ἐπιφανὴς καὶ ἡσυχίας εἰσάγαν ἐραστής, σεμνὸς δὲ καὶ τὰς διαβολὰς ἐπὶ τοσοῦτον εὐλα3.16. βούμενος, ὡς πάσης γυναικὸς καὶ αὐτὴν τὴν θέαν φυλάττεσθαι. λόγος γοῦν ποτε γυναῖκά τινα ἀμελῆ τὸν βίον, ἀναιδῆ δὲ ἴσως τὸν τρόπον, ἢ αὐτὴν τὸν ἄνδρα πειρῶσαν ἢ ἐπὶ μισθῷ τοῦτο ἄλλοις σπουδάζουσαν, ἐπίτηδες ἐν στενωπῷ ἀντιπρόσωπον ὑπαντῆσαι ἀσκαρδαμυκτὶ ἐς αὐτὸν βλέπουσαν· τὸν δὲ ἐπιτιμῆσαι αὐτῇ καὶ εἰς γῆν ὁρᾶν παρακελεύσασθαι· «καὶ πῶς», ἔφη ἡ γυνή, «ἥτις οὐκ ἀπὸ γῆς, ἀλλ' ἐκ σοῦ ἐγενόμην; δικαιότερον γὰρ εἶναι σὲ μὲν εἰς γῆν ὁρᾶν, ἀφ' ἧς ἔχεις τὴν γένεσιν, ἐμὲ δὲ εἰς σέ, ὅθεν εἰμί.» θαυμάσας δὲ τὸ γύναιον ᾿Εφραὶμ εἰς σύγγραμμα τὸ συμβὰν ἐσχημάτισεν, ὅπερ Σύρων λόγιοι ἐν τοῖς σπουδαίοις τῶν αὐτοῦ λόγων τετάχασι. 3.16.10 Λέγεται δὲ τὸ πρὶν ἀκρατῶς ὀργῆς ἔχων, ἀφ' οὗ τὴν μοναστικὴν ἀγωγὴν μετῆλθε, μηδεπώποτε θεαθῆναι παρά τινος ὀργιζόμενος. οὕτω γοῦν ἐπὶ πολλαῖς ἡμέραις ὥσπερ εἰώθει νηστεύοντι προσφέρων αὐτῷ τὸ ὄψον ὁ διακονούμενος τὴν χύτραν ἔκλασεν· αἰδοῖ δὲ καὶ δέει κεκρατημένον ἰδών «ἀλλὰ θάρρει, καὶ ἡμεῖς», ἔφη, «πρὸς τὸ ὄψον ἴωμεν, ἐπειδὴ πρὸς ἡμᾶς οὐκ ἦλθε.» καὶ καθεσθεὶς παρὰ τὰ κλάσματα τῆς χύτρας ἐδείπνησεν. 3.16.11 ῞Οσον δὲ κενῆς ἐκράτει δόξης, ἐντεῦθεν ἰστέον. ποτὲ ψῆφον ἐπισκοπῆς ἐνηνόχασιν ἐπ' αὐτόν τινες καὶ συλλαβεῖν ἐπειρῶντο ὡς ἐπὶ τὴν χειροτονίαν ἄξοντες· αὐτίκα δὲ αἰσθόμενος εἰς τὴν ἀγορὰν ἐνέβαλε καὶ οἷα παραπαίων ἐδείκνυ ἑαυτόν, ἀτάκτως βαδίζων καὶ τὴν ἐσθῆτα ἐπισύρων καὶ δημοσίᾳ ἐσθίων· ἐπεὶ δὲ ἔξω φρενῶν εἶναι νομίσαντες οἱ συλληψόμενοι τῆς ἐπ' αὐτὸν ὁρμῆς ἀνεκόπησαν, καιρὸν εὑρὼν ἀπέδρασε, καὶ μέχρι ἕτερος ἐχειροτονήθη διέλαθεν. 3.16.12 ᾿Αλλὰ τούτοις μὲν ἐγὼ περὶ τοῦ ᾿Εφραὶμ ἀρκεσθήσομαι. τὰ δὲ πλείω ἴσασι καὶ λέγουσιν οἱ ἐπιχώριοι. οἷον δὲ αὐτῷ εἴργασται οὐ πρὸ πολλοῦ τῆς τελευτῆς, ἐπεὶ ἀξιομνημόνευτον εἶναί μοι δοκεῖ, ἐνθάδε ἀναγράψομαι. 3.16.13 λιμοῦ γὰρ καταλαβόντος τὴν ᾿Εδεσσηνῶν πόλιν, διὰ πολλοῦ χρόνου προελθὼν τοῦ οἰκήματος, ἐν ᾧ ἐφιλοσόφει, κατεμέμφετο τοὺς τὰς οὐσίας ἔχοντας ὡς οὐ δέον ὑπερορῶντας τὸ ὁμόφυλον ἀπορίᾳ ἐπιτηδείων φθειρόμενον, τὸν δὲ οἰκεῖον πλοῦτον ἐπιμελῶς φυλάττοντας ἐπὶ βλάβῃ σφῶν καὶ τιμωρίᾳ τῆς ἰδίας ψυχῆς, ἣν τιμιωτέραν παντοδαποῦ πλούτου καὶ αὐτοῦ τοῦ σώματος καὶ τῶν ἄλλων φιλοσοφῶν ἐδείκνυ· παρ' οὐδὲν δὲ ταύτην ποιουμένους διὰ 3.16.14 τῶν ἔργων ἀπήλεγχεν. οἱ δὲ αἰδεσθέντες τὸν ἄνδρα καὶ τοὺς αὐτοῦ λόγους «ἀλλ' οὐδὲν ἡμῖν μέλει οὐσίας», ἔφασαν, «ᾧ δὲ τὰ τοιαῦτα ἐπιτρέψομεν διακονῆσαι ἀποροῦμεν,