1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

144

ὕστερον ἐπιτροπεύσας καὶ Πραπίδιος, ὃς ἤδη γηραλέος ὢν πολλὰς ἐπεσκόπει κώμας. προέστη δὲ καὶ Βασιλειάδος, ὃ πτωχῶν ἐστιν ἐπισημότατον καταγώγιον, ὑπὸ Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου οἰκοδομηθέν, ἀφ' οὗ τὴν προσηγορίαν τὴν ἀρχὴν ἔλαβε καὶ εἰσέτι νῦν ἔχει. 6.35.1 ᾿Αλλὰ τὰ μὲν ἀφηγησάμην, ἐφ' ὅσον μοι μαθεῖν ἐξεγένετο περὶ τῶν τότε ἐκκλησιαστικῶν φιλοσόφων. τῶν δ' αὖ ῾Ελληνιστῶν μικροῦ πάντες 6.35.2 κατ' ἐκεῖνο καιροῦ διεφθάρησαν. τινὲς γάρ, οἳ τῶν ἄλλων ἐν φιλοσοφίᾳ προφέρειν ἐνομίζοντο, πρὸς τὴν ἐπίδοσιν τοῦ Χριστιανισμοῦ δυσφοροῦντες ἐβουλεύσαντο προμαθεῖν τὸν ἐφεξῆς Οὐάλεντι ῾Ρωμαίων ἡγησόμενον, μαν6.35.3 τείαις τε παντοδαπαῖς περὶ τούτου ἐχρήσαντο. καὶ τελευτῶντες τρίποδα ξύλινον ἐκ δάφνης κατεσκευάσαντο καὶ ἐπικλήσεσι καὶ λόγοις οἷς εἰώθεσαν ἐτέλεσαν, ὥστε συλλογῇ γραμμάτων καθ' ἕκαστον στοιχεῖον ὑπὸ μηχανῆς τοῦ τρίποδος καὶ τῆς μαντείας σημαινομένων ἀναφανῆναι τὸ ὄνομα τοῦ 6.35.4 ἐσομένου βασιλέως. κεχηνόσι δὲ αὐτοῖς εἰς Θεόδωρον, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις ἐπισήμως στρατευομένων, ῾Ελληνιστὴν καὶ ἐλλόγιμον, μέχρι τοῦ δέλτα ἐπὶ τῆς τούτου προσηγορίας προελθοῦσα τῶν στοιχείων ἡ σύν6.35.5 ταξις ἠπάτησε τοὺς φιλοσόφους. καὶ ὅσον οὔπω Θεόδωρον βασιλεύσειν προσεδόκων. καταμηνυθείσης δὲ τῆς ἐπιχειρήσεως ὡς εἰς σωτηρίαν ἐπι6.35.6 βουλευθεὶς Οὐάλης οὐκ ἀνεκτὸς ἦν χαλεπαίνων. ἐκ τούτου δὲ συλληφθέντες Θεόδωρός τε καὶ οἱ τοῦ τρίποδος τεχνῖται οἱ μὲν πυρί, οἱ δὲ ξίφει ἀπολέσθαι προσετάχθησαν. παραπλησίως δὲ διὰ τὴν αὐτὴν αἰτίαν διεφθά6.35.7 ρησαν καὶ οἱ ἀνὰ πᾶσαν τὴν ἀρχομένην λαμπρῶς φιλοσοφοῦντες. ἀσχέτου δὲ τῆς τοῦ βασιλέως ὀργῆς οὔσης καὶ εἰς μὴ φιλοσόφους, ἐσθῆτι δὲ τῇ ἐκείνων χρωμένους ὁ φόνος ἐχώρει, ὡς μηδὲ τοὺς ἄλλα ἐπιτηδεύοντας κροκωτοῖς ἢ τριβωνίοις ἀμφιέννυσθαι δι' ὑπόνοιαν κινδύνου καὶ δέος, ὡς 6.35.8 ἂν μὴ δόξωσι περὶ μαντείας καὶ τελετὰς ἐσχολακέναι. οὐχ ἥκιστα δὲ 6.35.8 παρὰ τοῖς εὖ φρονοῦσι δίκαιον οἶμαι καταμέμφεσθαι βασιλέα τε τῆς ἐπὶ τοσοῦτον ὀργῆς καὶ ὠμότητος καὶ τοὺς φιλοσόφους προπετείας καὶ τῆς 6.35. ἀφιλοσόφου ἐπιχειρήσεως. ὁ μὲν γὰρ δή-τοῦτο δὴ τὸ λίαν εὔηθες- ὑπολαβὼν ἀναιρήσειν τὸν μετ' αὐτὸν βασιλεύσοντα, οὔτε τῶν μαντευσαμένων ἐφείσατο οὔτε περὶ οὗ ἐμαντεύσαντο· ὡς δέ φασιν, οὔτε τῶν ὁμωνύμων αὐτῷ, οἵτινες ἦσαν ἐπίσημοι τότε τῆς αὐτῆς προσηγορίας ἢ καὶ ὁμοίας, 6.35.10 ἀπὸ τοῦ θῆτα ἀρχομένης μέχρι τοῦ δέλτα. οἱ δὲ ὥσπερ ἐν αὐτοῖς ὂν βασιλέα καθαιρεῖν καὶ πάλιν ἐγείρειν ἐπὶ τοῦτο προήχθησαν. καὶ μέντοι, εἰ τοῖς ἅπαξ δεδογμένοις ἐν τῇ τῶν ἄστρων φορᾷ τὰ τοιαῦτα λογιστέον, ἐχρῆν τὸν ἐσόμενον ὅστις ἦν περιμένειν. εἰ δὲ θεοῦ βουλῆς τὸ ἔργον, τί πολυπραγμονεῖν ἔδει; οὐ γὰρ δήπου ἐκ προγνώσεως ἢ σπουδῆς ἀνθρωπείας ἔνεστιν ἐπίστασθαι τὸ θεῷ δοκοῦν, οὔτε, εἴπερ ἐξῆν, καλῶς εἶχεν οἴεσθαι ἀνθρώπους ὄντας, εἰ καὶ πάντων σοφωτέρους, ἄμεινον θεοῦ βουλεύεσθαι. 6.35.11 εἰ δὲ ἁπλῶς ὑπὸ προθυμίας τῆς περὶ τὸ μέλλον εἰδήσεως ἐπὶ τοσοῦτον ἀκρίτως ἔσχον, ὡς εἰς ἕτοιμον ἅλασθαι κίνδυνον καὶ νόμους ὑπεριδεῖν πάλαι τεθέντας ἐν ῾Ρωμαίοις καὶ ἡνίκα ἑλληνίζειν τε καὶ θύειν ἀκίνδυνον ἦν, οὐ τὰ αὐτὰ ἐφρόνουν Σωκράτει· ὃς ἐξὸν σῴζεσθαι καὶ ταῦτα ἀδίκως κώνειον μέλλων πίνειν, αἰδοῖ νόμων, καθ' οὓς ἐγένετο καὶ ἐτράφη, καίπερ δυνάμενος οὐκ ἀπέφυγε τὸ δεσμωτήριον. 6.36.1 ᾿Αλλὰ ταῦτα μὲν ᾗπερ ἂν ἑκάστῳ δοκῇ σκοπείτω τε καὶ λεγέτω. καταδραμόντων δὲ Σαυροματῶν χωρία τινὰ τῆς πρὸς δύσιν ἀρχομένης 6.36.2 ἐπεστράτευσε τούτοις Οὐαλεντινιανός. οἱ δὲ τῆς στρατιᾶς τὸ πλῆθος καὶ τὴν παρασκευὴν ἀκούσαντες, πρέσβεις πέμψαντες εἰρήνην ᾔτουν. ἰδὼν δὲ τούτους, εἰ τοιοῦτοι Σαυρομάται πάντες εἰσὶν ἐπυνθάνετο. τῶν δὲ τοὺς 6.36.3 ἀρίστους παρεῖναι καὶ πρεσβεύειν φησάντων ἐμπίπλαται ὀργῆς, καὶ μέγα κεκραγὼς ἦ δεινὰ τοὺς ὑπηκόους ὑπομένειν ἔφη καὶ τὴν ῾Ρωμαίων δυσπραγεῖν ἀρχὴν εἰς αὐτὸν περιστᾶσαν, εἰ Σαυρομάται, βάρβαρον ἔθνος ὧν ἄριστοι