1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

9

ἀναδειχθῶσι. τοιαῦτα ἀναγορεύσας καὶ ἄλλα μυρία διεξελθών, δι' ὧν ᾤετο τὸ ὑπήκοον πρὸς τὴν θρησκείαν ἐπάγεσθαι, ἄκυρα εἶναι ἐψηφίσατο τὰ κατὰ τῆς θρησκείας δόξαντα ἢ πεπραγμένα ἐπὶ τῶν διωξάντων τὴν ἐκκλησίαν· ἄφεσίν τε πάντας ἔχειν ἐνομοθέτησεν, ὅσοι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν κατεδικάσθησαν μετοικεῖν ἢ ἐν νήσοις ἢ ἀλλαχόσε παρὰ γνώμην διατρίβειν ἢ μετάλλοις ἐμπονεῖν ἢ δημοσίοις ἔργοις ἢ γυναικείοις ἢ λινυφίοις ὑπηρετεῖν ἢ βουλευτηρίοις συναριθμεῖσθαι μὴ βουλευταὶ ὄντες πρότερον· ἀτίμοις δὲ γενομένοις τὴν ἀτιμίαν 1.8.4 ἔλυσε· τοῖς δὲ στρατείας τινὸς ἀφαιρεθεῖσιν ἐν γνώμῃ εἴασεν ἢ ἐφ' οὗπερ ἦσαν σχήματος εἶναι, ἢ μετὰ ἀφέσεως ἐντίμου ἐλευθέραν ἄγειν σχολήν. ἐπεὶ δὲ πάντας εἰς τὴν προτέραν ἐλευθερίαν καὶ τὰς συνήθεις τιμὰς ἀνεκαλέσατο, καὶ τὰς οὐσίας αὐτοῖς ἀπέδωκεν. εἰ δέ τινες θάνατον καταδικασθέντες τῶν ὄντων ἀφῃρέθησαν, προσέταξε τοῖς ἐγγυτέρω γένους διαφέρειν τοὺς κλήρους, μηδενὸς δὲ τούτων ὄντος τὴν καθέκαστον ἐπιχώριον ἐκκλησίαν κληρονομεῖν, εἴτε δὲ ἰδιώτης εἴτε τὸ δημόσιον ἐκ τοιαύτης οὐσίας ἔχοι τι, ἀποδιδόναι. τῶν δὲ παρὰ τοῦ ταμείου πριαμένων ἢ δωρεὰν λαβόντων εἰς τὸν δυνατὸν καὶ πρέποντα τρόπον προνοεῖν ὑπέσχετο. 1.8.5 Τάδε μέν, ὡς εἴρηται, τῷ βασιλεῖ ἔδοξε καὶ νόμῳ ἐκυρώθη, ἀμελλητί τε τοῦ προσήκοντος τέλους ἐτύγχανε. Χριστιανοὶ δὲ ὡς ἐπίπαν τὰς ῾Ρωμαίων ἀρχὰς ἐπετρόπευον· καὶ τοῦ λοιποῦ θύειν ἀπείρητο πᾶσιν ἢ μαντείαις καὶ τελεταῖς κεχρῆσθαι ἢ ξόανα ἀνατιθέναι ἢ ῾Ελληνικὰς ἄγειν ἑορτάς. πολλὰ δὲ καὶ τῶν κατὰ πόλεις ἐθῶν ἠμείβετο τῆς ἀρχαιότητος. ἀμέλει τοι παρὰ μὲν Αἰγυπτίοις οὐκέτι εἰς τοὺς εἰωθότας ῾Ελληνικοὺς ναούς, εἰς δὲ τὰς ἐκκλησίας ἐξ ἐκείνου προσφέρεται ὁ πῆχυς, ᾧ σημαίνεται τῶν τοῦ Νείλου ὑδάτων 1.8.6 ἡ ἐπίδοσις· παρὰ δὲ ῾Ρωμαίοις τότε πρῶτον ἡ τῶν μονομάχων ἐκωλύθη θέα· παρὰ δὲ Φοίνιξιν, οἳ τὸν Λίβανον καὶ τὴν ῾Ηλιούπολιν οἰκοῦσιν, οὐκέτι θέμις ἦν ἐκπορνεύεσθαι τὰς παρθένους πρὶν τοῖς ἀνδράσι συνελθεῖν, οἷς νόμῳ γάμου συνοικεῖν εἰώθασι μετὰ τὴν πρώτην πεῖραν τῆς ἀθεμίτου 1.8.7 μίξεως. τῶν δὲ εὐκτηρίων οἴκων οἱ μὲν ἀρκούντως μεγέθους ἔχοντες ἐπανωρθοῦντο, οἱ δὲ εἰς ἐπίδοσιν ὕψους καὶ πλάτους λαμπρῶς ἐπεσκευάζοντο, ἑτέρωθι δὲ τὴν ἀρχὴν μὴ ὄντες ἐκ θεμελίων ἐδημιουργοῦντο. τὰ δὲ χρήματα ἐκ τῶν βασιλικῶν θησαυρῶν ἐχορήγει ὁ βασιλεὺς γράψας τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ τοῖς ἡγουμένοις τῶν ἐθνῶν, τοῖς μὲν ἐπιτάττειν ὅ τι βούλοιντο, τοὺς δὲ πειθαρχεῖν καὶ σπουδαίως ὑπηρετεῖσθαι τοῖς ἱερεῦσιν. 1.8.8 εὐημερούσης δὲ αὐτῷ τῆς ἀρχῆς συνεπεδίδου ἡ θρησκεία. ἐπὶ τοσοῦτον δὲ καὶ μετὰ τὸν πρὸς Λικίνιον πόλεμον ἐπιτευκτικὸς ἐγένετο ἐν ταῖς κατὰ τῶν ἀλλοφύλων μάχαις, ὡς καὶ Σαυροματῶν κρατῆσαι καὶ τῶν καλουμένων Γότθων καὶ τὸ τελευταῖον ἐν μέρει χάριτος σπείσασθαι πρὸς αὐτούς. 1.8. τοῦτο δὲ τὸ ἔθνος ᾤκει μὲν τότε πέραν τοῦ ῎Ιστρου ποταμοῦ, μαχιμώτατον δὲ τυγχάνον καὶ πλήθει καὶ μεγέθει σωμάτων ἐν ὅπλοις ἀεὶ παρεσκευασμένον τῶν μὲν ἄλλων βαρβάρων ἐκράτει, μόνους δὲ ῾Ρωμαίους ἀνταγωνιστὰς εἶχεν. οὐχ ἥκιστα δὲ λέγεται καὶ τοῦτον τὸν πόλεμον ἐπιδεῖξαι Κωνσταντίνῳ διὰ σημείων καὶ ὀνειράτων ὅσης θειόθεν ἠξίωτο προνοίας. κρατήσας δὲ πάντων τῶν ἐπ' αὐτοῦ συμβάντων πολέμων καθάπερ ἀντιφιλοτιμούμενος τὸν Χριστὸν ἠμείβετο τῇ περὶ τὴν θρησκείαν σπουδῇ, ταύτην μόνην πρεσβεύειν 1.8.10 καὶ σωτήριον ἡγεῖσθαι τοὺς ἀρχομένους προτρέπων. ἐκ δὲ τῆς οὔσης ὑποφόρου γῆς καθ' ἑκάστην πόλιν ἐξελὼν τοῦ δημοσίου ῥητὸν τέλος ταῖς κατὰ τόπον ἐκκλησίαις καὶ κλήροις ἀπένειμε καὶ τὴν δωρεὰν κυρίαν εἰς τὸν ἅπαντα χρόνον εἶναι ἐνομοθέτησε. προσεθίζων δὲ τοὺς στρατιώτας ὁμοίως αὐτῷ τὸν θεὸν σέβειν, τὰ τούτων ὅπλα τῷ συμβόλῳ τοῦ σταυροῦ κατεσήμαινε καὶ ἐν τοῖς βασιλείοις εὐκτήριον οἶκον κατεσκεύασε καὶ σκηνὴν εἰς ἐκκλησίαν εἰκασμένην περιέφερεν, ἡνίκα πολεμίοις ἐπεστράτευεν, ὥστε μηδὲ ἐν ἐρημίᾳ διάγοντα αὐτὸν ἢ τὴν στρατιὰν