1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

21

ἐκκλησίας ἀλλοτρίους ἐψηφίσαντο. 1.21.2 ταύτην δὲ τὴν γραφὴν ἐπῄνεσαν Εὐσέβιός τε ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαίας, Μάρις τε ὁ Χαλκηδόνος καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Σεκοῦνδος ὁ Πτολεμαΐδος τῆς Λιβύης. Εὐσέβιος δὲ ὁ Παμφίλου μικρὸν 1.21.3 ἐπισχὼν ἐπεσκέψατο ταύτην καὶ ἐπῄνεσεν. ἡ δὲ σύνοδος ἀπεκήρυξεν ῎Αρειον καὶ τοὺς ὁμοίως αὐτῷ φρονοῦντας· ᾿Αλεξανδρείας τε μὴ ἐπιβαίνειν αὐτὸν ἐψηφίσαντο. οὐ μὴν ἀλλὰ καὶ τὰς λέξεις τῆς αὐτοῦ δόξης ἀπεκήρυξαν καὶ τὸ βιβλίον ὃ περὶ ταύτης συντάξας Θαλίαν ἐπέγραψε. τούτου δὲ τοῦ συντάγματος, ὡς ἐπυθόμην (οὐ γὰρ ἐνέτυχον), διαλελυμένος τίς ἐστιν ὁ χαρακτήρ, ὡς ἐμφερὴς εἶναι τῇ χαυνότητι τοῖς Σωτάδου ᾄσμασιν. ἰστέον μέντοι ὡς τῇ ᾿Αρείου καθαιρέσει οὔτε ἔθεντο οὔτε ὑπέγραψαν Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαεύς, καίπερ τῇ γραφῇ τῆς πίστεως συναι1.21.4 νέσαντες. ὁ δὲ βασιλεὺς ῎Αρειον μὲν ὑπερορίῳ φυγῇ ἐζημίωσε· καὶ τοῖς πανταχῇ ἐπισκόποις καὶ λαοῖς νομοθετῶν ἔγραψεν ἀσεβεῖς ἡγεῖσθαι αὐτόν τε καὶ τοὺς αὐτοῦ ὁμόφρονας καὶ πυρὶ παραδιδόναι, εἴ τι αὐτῶν εὑρίσκοιτο σύγγραμμα, ὥστε μήτε αὐτοῦ μήτε τοῦ δόγματος, οὗ εἰσηγήσατο, ὑπόμνημα φέρεσθαι. εἰ δέ τις φωραθείη κρύπτων καὶ μὴ παραχρῆμα καταμηνύσας ἐμπρήσῃ, θάνατον εἶναι τὴν ζημίαν καὶ τιμωρίαν εἰς κεφαλήν. καὶ ἄλλας δὲ κατὰ πόλιν ἐπιστολὰς διεπέμψατο κατὰ ᾿Αρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ. 1.21.5 Εὐσέβιον δὲ καὶ Θεόγνιον φεύγειν προσέταξεν ἃς ἐπεσκόπουν πόλεις· τῇ δὲ 1.21.5 Νικομηδέων ἐκκλησίᾳ ἔγραψεν ἔχεσθαι τῆς πίστεως ἣν ἡ σύνοδος παρέδωκεν, ὀρθοδόξους δὲ προβάλλεσθαι ἐπισκόπους καὶ τούτοις πείθεσθαι, τῶν δὲ λήθῃ παραδοῦναι τὴν μνήμην· τοὺς δὲ ἐπαινεῖν ἢ τὰ αὐτῶν φρονεῖν ἐπιχειροῦντας ἠπείλησε τιμωρεῖσθαι. ἐν τούτοις δὲ τοῖς γράμμασι καὶ ἄλλως ἀπεχθάνεσθαι πρὸς Εὐσέβιον ἐδήλου ὡς πρότερον ἤδη τὰ τοῦ τυράννου φρονήσαντα καὶ αὐτῷ ἐπιβουλεύσαντα. κατὰ ταῦτα μὲν οὖν τὰ βασιλέως γράμματα ἀφῃρέθησαν ὧν εἶχον ἐκκλησιῶν Εὐσέβιός τε καὶ Θεόγνιος. παρα1.21.6 λαμβάνει δὲ τὴν Νικομηδέων ᾿Αμφίων, Χρῆστος δὲ τὴν Νικαίας. παυσαμένης δὲ τῆς ἐπὶ τῷ δόγματι ζητήσεως ἔδοξε τῇ συνόδῳ καὶ τὴν πασχαλίαν ἑορτὴν ἅπαντας κατὰ τὸν αὐτὸν ἐπιτελεῖν καιρόν. 1.22.1 Λέγεται δὲ τὸν βασιλέα τῆς πάντων Χριστιανῶν ὁμονοίας προνοοῦντα καὶ ᾿Ακέσιον, ὃς ἐπίσκοπος ἦν τῆς Ναυατιανῶν ἐκκλησίας, ἐπὶ τὴν σύνοδον καλέσαι καὶ τὸν περὶ τῆς πίστεως καὶ τῆς ἑορτῆς ἐπιδεῖξαι ὅρον ἤδη [δὲ] βεβαιωθέντα ταῖς τῶν ἐπισκόπων ὑπογραφαῖς, πυθέσθαι τε εἰ καὶ αὐτὸς τούτοις συναινεῖ· τὸν δὲ φάναι μηδὲν ὡρίσθαι καινόν, καὶ ἐπαινέσαι τὸ τῇ συνόδῳ δόξαν· οὕτω γὰρ καὶ αὐτὸν ἐξ ἀρχῆς παρειληφέναι πιστεύειν τε καὶ 1.22.2 ἑορτάζειν. «τί οὖν», ἔφη ὁ βασιλεύς, «ὁμοίως φρονῶν χωρίζῃ τῆς κοινωνίας;» τοῦ δὲ προφέροντος τὴν ἐπὶ ∆εκίου Ναυάτῳ καὶ Κορνηλίῳ συμβᾶσαν διαφοράν, καὶ ὡς μετὰ τὸ βάπτισμα κοινωνίας οὐκ ἀξιοῖ μυστηρίων τοὺς ἁμαρτίας ἐνόχους, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαί (θεοῦ γὰρ ἐξουσίας μόνου, οὐχ ἱερέων ἠρτῆσθαι τὴν ἄφεσιν) ὑπολαβὼν ὁ βασιλεὺς 1.22.3 εἶπεν· «ὦ ᾿Ακέσιε, κλίμακα θὲς καὶ μόνος εἰς οὐρανοὺς ἀνάβηθι.» ταῦτα δὲ οἶμαι εἰπεῖν τὸν βασιλέα πρὸς ᾿Ακέσιον οὐκ ἐπαινοῦντα, ἀλλ' ὅτι ἄνθρωποι ὄντες ἀναμαρτήτους σφᾶς εἶναι νομίζουσιν. 1.23.1 ῾Η δὲ σύνοδος ἐπανορθῶσαι τὸν βίον σπουδάζουσα τῶν περὶ τὰς ἐκκλη1.23.2 σίας διατριβόντων ἔθετο νόμους οὓς κανόνας ὀνομάζουσιν. ἐν δὲ τῷ περὶ τούτου βουλεύεσθαι τοῖς μὲν ἄλλοις ἐδόκει νόμον ἐπεισάγειν ἐπισκόπους καὶ πρεσβυτέρους διακόνους τε καὶ ὑποδιακόνους μὴ συγκαθεύδειν ταῖς γαμε1.23.3 ταῖς, ἃς πρὶν ἱερᾶσθαι ἠγάγοντο. ἀναστὰς δὲ ἐν μέσῳ Παφνούτιος ὁ ὁμολογητὴς ἀντεῖπε τίμιόν τε τὸν γάμον ἀποκαλῶν σωφροσύνην τε τὴν πρὸς τὰς ἰδίας γαμετὰς συνουσίαν· συνεβούλευσέν τε τῇ συνόδῳ μὴ τοιοῦτον θέσθαι νόμον· χαλεπὸν γὰρ εἶναι τὸ πρᾶγμα φέρειν· ἴσως δὲ καὶ αὐτοῖς καὶ ταῖς 1.23.4 τούτων γαμεταῖς τοῦ μὴ σωφρονεῖν αἰτία γενήσεται· κατὰ δὲ τὴν ἀρχαίαν τῆς