1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

51

εἰκὼν καὶ τὸ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο "7ἐκίνει καὶ προέτρεπεν. ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.» 3.2.7 Κατὰ ταύτην τὴν τοῦ βασιλέως γραφὴν τῆς καθόδου τυχὼν ᾿Αθανάσιος τὰς κατ' Αἴγυπτον ἐκκλησίας διεῖπεν. ὅσοι δὲ τὰ ᾿Αρείου ἐφρόνουν, δεινὸν τοῦτο ἐποιοῦντο καὶ ἠρεμεῖν οὐκ ἠνείχοντο. ἐντεῦθέν τε συνεχεῖς ἀνεκινοῦντο στάσεις, ὃ δὴ πρόφασιν πάλιν κατὰ ᾿Αθανασίου παρέσχεν ἑτέρων 3.2.8 ἐπιβουλῶν. οἱ γὰρ ἀμφὶ τὸν Εὐσέβιον σπουδῇ πρὸς βασιλέα διέβαλλον αὐτὸν ὡς στασιώδη καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἑαυτῷ τὴν κάθοδον ἐπιτρέψαντα δίχα κρίσεως ἐπισκόπων. ἀλλ' ὅπως μὲν ἐκ τῆς τούτων ἐπιβουλῆς αὖθις ἐξηλάθη τῆς ᾿Αλεξανδρείας, αὐτίκα δὴ κατὰ τὴν οἰκείαν ἐρῶ τάξιν. 3.2. Περὶ δὲ τοῦτον τὸν χρόνον Εὐσεβίου τοῦ Παμφίλου τελευτήσαντος διαδέχεται τὴν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐπισκοπὴν ᾿Ακάκιος. ὃς πρὸς αὐτὸν Εὐσέβιον τὸν ζῆλον ἔχων καὶ ὑπ' αὐτῷ τοὺς ἱεροὺς παιδευθεὶς λόγους ἱκανός τε νοεῖν καὶ φράζειν ἀστεῖος ἐγένετο, ὡς καὶ πολλὰ συγγράμματα 3.2.10 λόγου ἄξια καταλιπεῖν. οὐκ εἰς μακρὰν δὲ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς πόλεμον ἐπαγαγὼν Κώνσταντι τῷ ἰδίῳ ἀδελφῷ, περὶ ᾿Ακυλίαν κτίννυται παρὰ τῶν αὐτοῦ ἡγεμόνων. περιίσταται δὲ τῆς ῾Ρωμαίων ἀρχῆς τὰ μὲν πρὸς δύσιν εἰς Κώνσταντα, τὰ δὲ πρὸς ἕω εἰς Κωνστάντιον. 3.3.1 ᾿Εν τούτῳ δὲ ᾿Αλεξάνδρου τετελευτηκότος διεδέξατο Παῦλος τὴν Κωνσταντινουπόλεως ἱερωσύνην, ὡς μὲν λέγουσιν οἱ τὰ ᾿Αρείου καὶ Μακε-δονίου φρονοῦντες, ἑαυτῷ ταύτην πραγματευσάμενος παρὰ γνώμην Εὐσεβίου τοῦ Νικομηδείας ἐπισκόπου καὶ Θεοδώρου τοῦ <τῆς> ἐν Θρᾴκῃ ῾Ηρα3.3.2 κλείας, οἷς ὡς γείτοσιν ἡ χειροτονία διέφερεν· ὡς δὲ πολὺς ἔχει λόγος, μαρτυρίᾳ ᾿Αλεξάνδρου, ὃν διεδέξατο, ἐχειροτονήθη παρὰ τῶν ἐνδημούντων τῇ πόλει ἐπισκόπων. ἤδη γὰρ ὀκτὼ καὶ ἐνενήκοντα ἄγων ἐνιαυτοὺς ὁ ᾿Αλέξανδρος, ἐκ τούτων δὲ εἴκοσι τρεῖς ἐν τῇ ἐπισκοπῇ ἀνδρείως διαγενόμενος, ἐπειδὴ τελευτᾶν ἔμελλε, πυνθανομένων αὐτοῦ τῶν κληρικῶν, τίνι μετ' αὐτὸν ἐπιτρεπτέον τὴν ἐκκλησίαν, «εἰ μὲν ἀγαθὸν τὰ θεῖα διδακτικόν τε ἅμα ἐπιζητεῖτε», ἔφη, «Παῦλον ἔχετε· εἰ δὲ πρὸς τὰ ἔξω πράγματα καὶ τὰς 3.3.3 συνουσίας τῶν ἀρχόντων, ἀμείνων Μακεδόνιος.» ἀλλ' ἑκάτερον μεμαρτυρῆσθαι παρὰ ᾿Αλεξάνδρου καὶ οἱ Μακεδονίου ἐπαινέται συνομολογοῦσι, περὶ δὲ πράγματα καὶ λόγους δεινὸν γεγενῆσθαι λέγουσι τὸν Παῦλον, τὴν δὲ περὶ τοῦ βίου μαρτυρίαν Μακεδονίῳ ἀνατιθέασι, Παῦλον δὲ περὶ τρυφὴν 3.3.4 καὶ βίον ἀδιάφορον ἐσχολακέναι διαβάλλουσι. φαίνεται γοῦν ἐκ τῆς πάντων ὁμολογίας ἐλλόγιμον ἄνδρα γεγενῆσθαι τὸν Παῦλον καὶ ἐπὶ ἐκκλησίας διδάξαι λαμπρόν, πρὸς δὲ τὰς περιπετείας τοῦ βίου καὶ τὰς ὁμιλίας τῶν ἐν δυνάμει φαύλως αὐτὸν ἐσχηκέναι μαρτυρεῖ τὰ πράγματα· οὐδεμίαν γὰρ ἐπιβουλὴν τῶν ἐπαναστάντων αὐτῷ, ὡς εἰκὸς τοὺς περὶ ταῦτα δεινούς, διέλυσεν. 3.3.5 ἀλλὰ καὶ ὑπὸ τοῦ πλήθους ὑπερφυῶς φιλούμενος κακῶς ἔπαθε σκαιωρίᾳ τῶν τότε ἀναινομένων τὸ ἐν Νικαίᾳ κρατῆσαν δόγμα. καὶ τὰ μὲν πρῶτα, ὡς οὐκ εὖ βεβιωκὼς γραφὴν ὑπομείνας, ἐξεβλήθη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως, τελευτῶν δὲ καὶ ὑπερορίαν οἰκεῖν κατεδικάσθη, ᾗ καὶ τεθνάναι ἐλεεινῶς δι' ἀγχόνης λέγεται μηχανησαμένων αὐτῷ φόνον τῶν ἐπιβούλων. ἀλλὰ τάδε μὲν ὕστερον συνέβη. 3.4.1 ᾿Εν δὲ τῷ νῦν διὰ ταύτην τὴν χειροτονίαν μεγίστη ταραχὴ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἔσχεν. ἐν ᾧ γὰρ περιῆν ᾿Αλέξανδρος, οὐ πολλὴν παρ-ρησίαν ἦγον ὅσοι τὰ ᾿Αρείου ἐφρόνουν· καὶ πρὸς αὐτὸν ὁ λαὸς βλέπων ἤγοντο καὶ τὸ θεῖον ἐδόξαζον, καὶ μάλιστα μετὰ τὴν ἀδόκητον ᾿Αρείου συμφοράν, ὃν οὕτως ἀποθανεῖν, ὡς εἴρηται, κατὰ θεομηνίαν ἐπίστευον ταῖς 3.4.2 ᾿Αλεξάνδρου ἀραῖς. ἐπεὶ δὲ ἐτελεύτησε, διχῇ διακριθὲν τὸ πλῆθος εἰς ἔριδας δογμάτων εἰς τὸ φανερὸν καθίσταντο καὶ μάχην. σπουδὴ δὲ ἐγένετο τοῖς μὲν τὰ ᾿Αρείου ζηλοῦσι Μακεδόνιον χειροτονεῖσθαι, τοῖς δὲ ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζουσι Παῦλον ἐπισκοπεῖν· καὶ τοῦτο ἐκράτει. μετὰ