1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

155

καὶ αὐτοὶ οἱ ἱερεῖς. καὶ Αἰγύπτιοι μὲν καὶ ᾿Αράβιοι καὶ Κύπριοι ὡς ἐπὶ ἠδικημένῳ Παυλίνῳ ἠγανάκτουν, Σύροι δὲ καὶ Παλαιστῖνοι καὶ Φοίνικες, ᾿Αρμενίων τε καὶ Καππαδοκῶν καὶ Γαλατῶν καὶ τῶν πρὸς τῷ Πόντῳ 7.11.3 οἱ πλείους τὰ Φλαβιανοῦ ἐφρόνουν. οὐχ ἥκιστα δὲ ἐχαλέπαινον ὁ ῾Ρωμαίων ἐπίσκοπος καὶ πάντες οἱ πρὸς ἑσπέραν ἱερεῖς, καὶ Παυλίνῳ μὲν ὡς ἐπισκόπῳ ᾿Αντιοχείας τὰς συνήθεις ἔγραφον ἐπιστολάς, ἃς συνοδικὰς καλοῦσι, πρὸς δὲ Φλαβιανὸν σιωπὴν ἦγον, καὶ τοὺς ἀμφὶ ∆ιόδωρον τὸν Ταρσοῦ καὶ ᾿Ακάκιον τὸν Βεροίας, τοὺς αὐτὸν χειροτονήσαντας, ἐν αἰτίᾳ ἐποι7.11.4 οῦντο καὶ ἀκοινωνήτους εἶχον. ὥστε δὲ τὰ περὶ τούτων διαγνῶναι, ἔγραψαν αὐτοί τε καὶ Γρατιανὸς ὁ βασιλεύς, συγκαλοῦντες εἰς τὴν δύσιν τοὺς ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους. 7.12.1 Κατὰ δὲ τοῦτον τὸν χρόνον τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας καταλαμβανόντων τοὺς εὐκτηρίους οἴκους πλεῖσται πολλαχῇ τῆς ὑπηκόου ταραχαὶ συνέβησαν τῶν ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως ἀνθισταμένων. Θεοδόσιος δὲ ὁ βασιλεὺς ὀλίγον τῆς προτέρας συνόδου διαλιπὼν χρόνον αὖθις τοὺς προεστῶτας τῶν ἀκμαζουσῶν τότε αἱρέσεων συνεκάλεσεν, ἢ πεισθησομένους ἢ πεί7.12.2 σοντας περὶ ὧν διεφέροντο. ὑπέλαβε γὰρ πάντας ὁμοδόξους ποιήσειν, εἰ κοινὴν αὐτοῖς διάλεξιν προθείη περὶ τῶν ἀμφιβόλων τοῦ δόγματος. ἐπεὶ δὲ συνῆλθον (ἔτος δὲ τοῦτο ἦν, ἐν ᾧ Μεροβαύδης τὸ δεύτερον καὶ Σατουρνῖνος ὑπάτευον, ἡνίκα δὴ συμβασιλεύειν αὐτῷ τὸν υἱὸν ᾿Αρκάδιον ἀνηγόρευσε), μετακαλεσάμενος Νεκτάριον ἐκοινώσατο περὶ τῆς ἐσομένης συνόδου καὶ τὸ ποιοῦν τὰς αἱρέσεις ζήτημα εἰς διάλεξιν ἄγειν ἐκέλευσεν, ὅπως μία τῶν πιστευόντων εἰς Χριστὸν ἐκκλησία γένοιτο καὶ δόγμα, καθ' ὃ δεῖ θρη7.12.3 σκεύειν, σύμφωνον. καθ' ἑαυτὸν δὲ Νεκτάριος ἐν φροντίσι γενόμενος ὡς ὁμόφρονι περὶ τὴν πίστιν δήλην ἐποίησε τὴν βασιλέως γνώμην ᾿Αγελίῳ 7.12.4 τῷ προϊσταμένῳ τῆς Ναυατιανῶν ἐκκλησίας. ὁ δὲ τὴν ἀρετὴν τοῦ βίου διὰ τῶν ἔργων φέρων, κομψότητος δὲ καὶ τερθρείας λόγων ἀτριβής, προεβάλετο ἀντ' αὐτοῦ τὸ πρακτέον ἰδεῖν διαλεχθῆναί τε, εἰ δεήσειεν, ἄνδρα τῶν ὑπ' αὐτὸν ἀναγνωστῶν τότε, Σισίννιον ὄνομα, ὃς ὕστερον ἐπετράπη τὴν αὐτὴν ἐπισκοπήν, ἱκανὸν νοῆσαί τε καὶ φράσαι καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν βίβλων ἀκριβῶς ἐπιστάμενον καὶ πολυμαθῆ τῶν ἱστορημένων ὑπὸ τῶν παρ' 7.12.5 ῞Ελλησι καὶ τῇ ἐκκλησίᾳ φιλοσοφησάντων. ὃς δὴ καὶ τότε δόξας ἄριστα λέγειν συνεβούλευεν ἀποφυγεῖν τὰς πρὸς τοὺς ἑτεροδόξους διαλέξεις ὡς ἔριδος καὶ μάχης αἰτίς, πυνθάνεσθαι δὲ αὐτῶν, εἰ προσίενται τοὺς πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας καθηγητὰς καὶ διδασκάλους τῶν ἱερῶν λό7.12.6 γων γενομένους· «εἰ μὲν γὰρ τούτων», ἔφη, «τὰς μαρτυρίας ἀποβάλωσιν, ὑπὸ τῶν οἰκείων ἐξελαθήσονται· εἰ δὲ ἱκανοὺς εἰς ἀπόδειξιν τῶν ἀμφιβόλων ἡγήσονται, προΐσχεσθαι δεῖ τὰς αὐτῶν βίβλους.» εὖ γὰρ ᾔδει, ὡς οἱ παλαιοὶ συναΐδιον τῷ πατρὶ τὸν υἱὸν εὑρόντες οὐκ ἐτόλμησαν εἰπεῖν ἔκ τινος 7.12.7 ἀρχῆς τὴν γένεσιν αὐτὸν ἔχειν. ἐπεὶ δὲ τάδε καλῶς ἔχειν καὶ Νεκταρίῳ συνεδόκει, μαθὼν δὲ καὶ βασιλεὺς ἐπῄνεσε τὴν βουλήν, ἀπεπειρᾶτο τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων, ὅπως ἔχουσι γνώμης περὶ τὰς τῶν παλαιοτέρων ἐξηγήσεις. τῶν δὲ μάλα θαυμασάντων ἀναφανδὸν ἐδήλωσεν, εἰ ἐπὶ τοῖς εἰρημένοις αὐτοῖς καταπαύουσι τὰς ζητήσεις καὶ ἀξιοχρέους ἡγοῦνται μάρ7.12.8 τυρας τοῦ δόγματος. διχονοίας δὲ καὶ περὶ τοῦτο συμβάσης τοῖς προεστῶσι τῶν αἱρέσεων (οὐ ταὐτὰ γὰρ ἕκαστοι περὶ τὰς τῶν ἀρχαιοτέρων ἐφρόνουν βίβλους) ἔγνω ὁ βασιλεύς, ὡς διαλέξεσι μόναις οἰκείων λόγων πεποιθότες παραιτοῦνται τὴν πρότασιν, καὶ τῆς γνώμης αὐτοὺς μεμψάμενος ἐκέλευσεν ἑκάστην αἵρεσιν γραφὴν αὐτῷ διδόναι τοῦ οἰκείου δόγμα7.12. τος. ἐπεὶ δὲ ἡ ἡμέρα παρῆν, καθ' ἣν ὥριστο τοῦτο ποιεῖν, συνῆλθον εἰς τὰ βασίλεια ὑπὲρ μὲν τῶν ὁμοούσιον τριάδα δοξαζόντων Νεκτάριος καὶ ᾿Αγέλιος, ὑπὲρ δὲ τῆς ᾿Αρείου αἱρέσεως ∆ημόφιλος ὁ ταύτης προεστώς, τῆς δὲ Εὐνομίου αὐτὸς Εὐνόμιος, ᾿Ελεύσιος δὲ ὁ Κυζίκου ἐπίσκοπος ὑπὲρ τῶν