1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

145

οὗτοι, οὐκ ἀγαπῶσιν ἐφ' ἑαυτῶν μένοντες ζῆν, ἀλλ' ἐπιβῆναι τῆς ὑπ' αὐτοῦ ἀρχομένης ἐθάρρησαν καὶ πολεμεῖν ὅλως πρὸς ῾Ρωμαίους 6.36.4 φαντάζονται. ἐπὶ πολὺ δὲ χαλεπαίνοντος καὶ τοιάδε βοῶντος, ὑπὸ ἀμέτρου διατάσεως σπαραχθέντων αὐτῷ τῶν ἔνδον, φλὲψ ἅμα καὶ ἀρτηρία ἐρράγη, καὶ ἀναδοθέντος αἵματος ἐν φρουρίῳ τινὶ τῆς Γαλλίας ἐτελεύτησε τὸν βίον, ἔτη μὲν ἀμφὶ τὰ πεντήκοντα τέσσαρα γεγονώς, τρισκαίδεκα 6.36.5 δὲ ἐν τῇ βασιλείᾳ εὖ μάλα καὶ λίαν ἐπισήμως διαγενόμενος. ἕκτῃ δὲ ἡμέρᾳ τῆς αὐτοῦ τελευτῆς ἀναγορεύεται βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν ὁ νεώτερος καὶ ὁμώνυμος αὐτοῦ παῖς. οὐκ εἰς μακρὰν δὲ ἐπεψηφίσαντο τῇ αὐτοῦ χειροτονίᾳ Οὐάλης τε καὶ Γρατιανὸς ὁ αὐτοῦ ἀδελφός, εἰ καὶ τὴν ἀρχὴν ἐχαλέπαινον ὡς τῶν στρατιωτῶν, πρὶν αὐτοὺς ἐπιτρέψαι, τὰ σύμβολα τῆς ἀρχῆς αὐτῷ περιθέντων. 6.36.6 ᾿Εν τούτῳ δὲ Οὐάλης ἐν ᾿Αντιοχείᾳ τῆς Συρίας διάγων ἔτι μᾶλλον ἐπεδίδου τοῖς ἑτέρως αὐτῷ περὶ τὸ θεῖον δοξάζουσιν ἀπεχθανόμενος, καὶ χαλεπῶς τούτους ἐπέτριβε καὶ ἤλαυνεν, εἰσότε δὴ λόγον αὐτῷ προσφωνῶν Θεμίστιος ὁ φιλόσοφος παρῄνει μὴ χρῆναι θαυμάζειν τὴν διαφωνίαν τῶν ἐκκλησιαστικῶν δογμάτων, μετριωτέραν καὶ μείω τῶν παρ' ῞Ελλησιν οὖσαν· 6.36.7 πολυπλασίους γὰρ εἶναι τὰς παρ' αὐτοῖς δόξας, καὶ ὡς ἐν πλήθει δογμάτων ἀνάγκῃ τὴν περὶ ταῦτα διαφορὰν πλείους ἔριδας καὶ διαλέξεις ποιεῖν· ἐπεὶ καὶ τῷ θεῷ ἴσως φίλον μὴ ῥᾳδίως γινώσκεσθαι καὶ διαφόρως δοξάζεσθαι, ὅπως ἕκαστος μᾶλλον φοβοῖτο ἀκαταλήπτου οὔσης τῆς ἀκριβοῦς αὐτοῦ γνώσεως, ἀναλογιζόμενος τῷ νῷ, ὅσον ἐφικέσθαι νομίζει, πηλίκος τε καὶ οἷός ἐστιν. 6.37.1 ᾿Εκ δὴ τοιούτων Θεμιστίου λόγων φιλανθρωπότερόν πως διατεθεὶς ὁ βασιλεὺς οὐ χαλεπῶς οὕτως ὡς πρότερον τὰς τιμωρίας ἐπῆγεν. οὐ μὴν τελείως ἐφείδετο τῆς κατὰ τῶν ἱερωμένων ὀργῆς, εἰ μὴ κοινῶν πραγμάτων 6.37.2 ἐπιγενόμεναι φροντίδες οὐκέτι τοιάδε συνεχώρουν σπουδάζειν. Γότθοι γάρ, οἳ δὴ πέραν τοῦ ῎Ιστρου ποταμοῦ τὸ πρὶν ᾤκουν καὶ τῶν ἄλλων βαρβάρων ἐκράτουν, ἐξελαθέντες παρὰ τῶν καλουμένων Οὔννων εἰς τοὺς 6.37.3 ῾Ρωμαίων ὅρους ἐπεραιώθησαν. τοῦτο δὲ τὸ ἔθνος, ὥς φασιν, ἄγνωστον ἦν πρὸ τοῦ Θρᾳξὶ τοῖς παρὰ τὸν ῎Ιστρον καὶ Γότθοις αὐτοῖς, ἐλάνθανον δὲ προσοικοῦντες ἀλλήλοις, καθότι λίμνης μεγίστης ἐν μέσῳ κειμένης ἕκαστοι τέλος εἶναι ξηρᾶς ᾤοντο τὴν κατ' αὐτοὺς οἰκουμένην, μετὰ τοῦτο δὲ θάλασσαν καὶ ὕδωρ ἀπέραντον. συμβὰν δὲ βοῦν οἰστροπλῆγα διαδραμεῖν τὴν λίμνην ἐπηκολούθησε βουκόλος, καὶ τὴν ἀντιπέραν γῆν θεασάμενος ἤγγειλε 6.37.4 τοῖς ὁμοφύλοις. ἄλλοι δὲ λέγουσιν ὡς ἔλαφος διαφυγοῦσά τισι τῶν Οὔννων θηρῶσιν ἐπέδειξε τήνδε τὴν ὁδόν, ἐξ ἐπιπολῆς καλυπτομένην τοῖς ὕδασι· τοὺς δὲ τότε μὲν ὑποστρέψαι θαυμάσαντας τὴν χώραν ἀέρι μετριωτέρῳ καὶ γεωργίᾳ ἥμερον οὖσαν καὶ τῷ κρατοῦντι τοῦ ἔθνους ἀγγεῖλαι ἃ 6.37.5 ἐθεάσαντο. δι' ὀλίγων δὲ τὰ πρῶτα καταστῆναι εἰς πεῖραν τοῖς Γότθοις, μετὰ δὲ ταῦτα πασσυδὶ ἐπιστρατεῦσαι καὶ μάχῃ κρατῆσαι καὶ πᾶσαν τὴν αὐτῶν γῆν κατασχεῖν. τοὺς δὲ διωκομένους τὸν ποταμὸν περαιωθῆναι, καὶ εἰς τοὺς ῾Ρωμαίων ὅρους διαβάντας πρέσβεις πέμψαι πρὸς βασιλέα, συμμάχους ἔσεσθαι τοῦ λοιποῦ σφᾶς ὑπισχνουμένους καὶ δεομένους συγχωρεῖν 6.37.6 αὐτοῖς ᾗ βούλεται κατοικεῖν. ταύτης δὲ τῆς πρεσβείας ἄρξαι Οὐλφίλαν τὸν τοῦ ἔθνους ἐπίσκοπον· κατὰ γνώμην δὲ αὐτοῖς προχωρησάσης ἐπιτραπῆναι ἀνὰ τὴν Θρᾴκην οἰκεῖν. οὐ πολλῷ δὲ ὕστερον πρὸς σφᾶς αὐτοὺς στασιάσαντας διχῇ διαιρεθῆναι. ἡγεῖτο δὲ τῶν μὲν ᾿Αθανάριχος, τῶν δὲ Φριτιγέρνης· ἐπεὶ δὲ πρὸς ἀλλήλους ἐπολέμησαν, κακῶς πράξας ἐν τῇ μάχῃ 6.37.7 Φριτιγέρνης ἐδεῖτο ῾Ρωμαίων βοηθεῖν αὐτῷ. τοῦ δὲ βασιλέως ἐπιτρέψαντος συμμαχεῖν αὐτῷ τοὺς ἐν Θρᾴκῃ στρατιώτας αὖθις συμβαλὼν ἐνίκησε καὶ τοὺς ἀμφὶ ᾿Αθανάριχον εἰς φυγὴν ἔτρεψεν. ὥσπερ δὲ χάριν ἀποδιδοὺς Οὐάλεντι καὶ διὰ πάντων φίλος εἶναι πιστούμενος ἐκοινώνησε τῆς αὐτοῦ θρησκείας καὶ τοὺς πειθομένους αὐτῷ