1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

32

ἑκατὸν διῆλθεν ὁ δήμιος, τελευταῖον καὶ αὐτὸν Συμεώνην ἔκτεινε καὶ ᾿Αβεδεχαλάαν καὶ ᾿Αννίναν. ἀμφότεροι δὲ γηραλέοι πρεσβύτεροι τῆς ὑπ' αὐτὸν ἐκκλησίας ἅμα αὐτῷ συνελήφθησαν καὶ ἐν δεσμοῖς ἦσαν. 2.11.1 Τηνικαῦτα δὲ Πουσίκης, ὃς πάντων ἦρχε τῶν τοῦ βασιλέως τεχνιτῶν, αὐτόθι ἑστώς, ἰδὼν ᾿Αννίναν τρέμοντα ὡς ηὐτρεπίζετο ἐπὶ τὴν σφαγήν, «πρὸς βραχύ», ἔφη, «ὦ γέρον, μῦσον τοὺς ὀφθαλμούς σου καὶ θάρρει· αὐτίκα γὰρ ὄψει τοῦ Χριστοῦ τὸ φῶς.» ἅμα δὲ τοῦτο εἰπὼν συνελήφθη καὶ ὡς βασιλέα 2.11.2 ἤχθη. καὶ Χριστιανὸς εἶναι ὁμολογήσας, καθότι ἐλευθεροστομῶν ὑπὲρ τοῦ δόγματος καὶ τῶν μαρτύρων προσδιελέχθη τῷ βασιλεῖ, ὡς οὐ δέον παρρησιασάμενον παραξένῳ καὶ ὠμοτάτῳ τρόπῳ ἀποθανεῖν προσέταξεν. περὶ γὰρ τὸν τένοντα διορύξαντες αὐτοῦ τὸν αὐχένα οἱ δήμιοι τῇδε αὐτοῦ τὴν γλῶτταν ἐξείλκυσαν· ἐκ διαβολῆς δέ τινων καὶ θυγάτηρ αὐτοῦ παρθένος ἱερὰ συλληφθεῖσα τότε ἀνῃρέθη. 2.11.3 Τοῦ δὲ ἐπιγενομένου ἔτους κατὰ τὴν ἡμέραν, ᾗ τοῦ μὲν πάθους τοῦ Χριστοῦ ἡ ἀνάμνησις ἐπετελεῖτο, τῆς δὲ ἐκ νεκρῶν ἀναστάσεως ἡ πανήγυρις προσεδοκᾶτο, ὠμοτάτη Σαβώρου πρόσταξις ἀνὰ πᾶσαν τὴν Περσῶν γῆν ἐφοίτα καταδικάζουσα θάνατον τῶν ἑαυτοὺς Χριστιανοὺς εἶναι ὁμολογούντων· ἡνίκα δὴ λέγεται ἀριθμοῦ κρείττονα πληθὺν Χριστιανῶν ὑπὸ ξίφους πε2.11.4 σεῖν. οἵ τε γὰρ μάγοι κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρων τοὺς λανθάνοντας, οἱ δὲ καὶ αὐτόματοι μηδενὸς ἄγοντος ἑαυτοὺς κατεμήνυον, ὥστε μὴ τῇ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι. ἀφειδῶς δὲ πάντων Χριστιανῶν κτιννυμένων πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις ἀνῃρέθησαν καὶ ᾿Αζάδης 2.11.5 ὁ εὐνοῦχος, τὰ μάλιστα βασιλεῖ κεχαρισμένος ὤν. ὃν ἐπείπερ ἀποθανεῖν ὁ Σαβώρης ἐπύθετο, περίλυπος εἰσάγαν ἐγένετο, καὶ τὴν δημώδη ταύτην σφαγὴν ἔστησε, μόνους δὲ τοὺς καθηγητὰς τῆς θρησκείας ἀναιρεῖσθαι προσέταξε. 2.12.1 Κατ' ἐκεῖνο δὲ καιροῦ νόσῳ περιπεσούσης τῆς βασιλίδος συλλαμβάνεται ἡ Συμεώνου τοῦ ἐπισκόπου ἀδελφή, Ταρβούλα τοὔνομα, ἱερὰ παρθένος, σὺν θεραπαίνῃ τὸν αὐτὸν μετιούσῃ βίον καὶ ἀδελφῇ μετὰ θάνατον ἀνδρὸς γάμῳ ἀπαγορευσάσῃ καὶ ὁμοίως ἀγομένῃ. ἐγένετο δὲ αὐτῶν ἡ σύλληψις ἐκ διαβολῆς τῶν ᾿Ιουδαίων, ἐπαιτιωμένων ὡς φαρμάκοις τῇ κρατούσῃ ἐπεβού2.12.2 λευσαν διὰ τὸν Συμεώνου θάνατον μηνιῶσαι. ἡ δὲ βασιλίς (φιλεῖ γάρ πως τὸ νοσοῦν τοῖς ἀπευκταίοις παρέχειν τὴν ἀκοήν) ὑπέλαβεν ἀληθῆ εἶναι τὴν διαβολὴν καὶ μάλιστα παρὰ ᾿Ιουδαίων γεγενημένην, ἐπεὶ τὰ αὐτῶν ἐφρόνει καὶ ᾿Ιουδαϊκῶς ἐβίω καὶ ἀψευδεῖς αὐτοὺς ἡγεῖτο καὶ εὔνους αὐτῇ. παραλαβόντες δὲ οἱ μάγοι Ταρβούλαν καὶ τὰς ἄλλας καταδικάζουσιν αὐτῶν θάνατον· καὶ πρίονι διχῇ τεμόντες ἀνεσκολόπισαν, καὶ ὡς ἀποτρόπαιον νόσου 2.12.3 διὰ μέσου τῶν σκολόπων τὴν βασιλίδα παρελθεῖν ἐποίησαν. λέγεται δὲ Ταρβούλαν ταύτην εὐπρεπῆ καὶ μάλα καλὴν τὸ εἶδος γενέσθαι, ἐρασθῆναί τε αὐτῆς τινας τῶν μάγων καὶ περὶ συνουσίας λάθρα προσπέμψασθαι μισθὸν ἐπαγγειλαμένους, εἰ πεισθείη, σωτηρίαν αὐτῇ καὶ ταῖς συνούσαις· τὴν δὲ μήτε ἀσελγοῦς ἀκοῆς ἀνασχομένην ἐνυβρίσαι μὲν αὐτοῖς καὶ ἀκολασίαν ὀνειδίσαι, προθυμότατα δὲ μᾶλλον ἑλέσθαι ἀποθανεῖν ἢ τὴν παρθενίαν προδοῦναι. 2.12.4 Κρατήσαντος δὲ κατὰ τὴν Σαβώρου πρόσταξιν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, τοὺς ἄλλους ἐᾶν, μόνους δὲ συλλαμβάνεσθαι τοὺς ἱερέας καὶ τοὺς ὑφηγητὰς τοῦ δόγματος, περιιόντες μάγοι τε καὶ ἀρχίμαγοι ἀνὰ τὴν Περσῶν γῆν ἐπιμελῶς ἐκακούργουν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους, καὶ μάλιστα κατὰ τὴν ᾿Αδιαβηνῶν χώραν· κλίμα δὲ τοῦτο Περσικὸν ὡς ἐπίπαν χριστιανίζον. 2.13.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον καὶ ᾿Ακεψιμᾶν τὸν ἐπίσκοπον συνελάβοντο καὶ πολλοὺς τῶν ὑπ' αὐτὸν κληρικῶν. ἐπιλογισάμενοι δὲ τῇ ἄγρᾳ τοῦ ἡγουμένου ἠρκέσθησαν, τοὺς δὲ ἄλλους ἀφῆκαν τὰς οὐσίας αὐτῶν ἀφελόμενοι. 2.13.2 ᾿Ιάκωβος δέ τις πρεσβύτερος ἑκοντὴς εἵπετο τῷ ᾿Ακεψιμᾷ, καὶ δεηθεὶς τῶν μάγων ὑπὸ τὸν αὐτὸν ἐγένετο δεσμόν· καὶ οἷα γηραλέῳ προθύμως