1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

62

διαβαλλομένους σπουδάσαι τῆς πρὸς ἀλλήλους ὁμιλίας παῦσαι· ἀποτυχόντα δὲ μέγα ἀνοιμῶξαι καὶ εἰπεῖν, ὡς κατὰ νόμον ἀνδρὶ συνοικοῦσα γυνὴ τοὺς περὶ σωφροσύνης λόγους ἀκούσασα αὐτοῦ συνουσίας ἀπέσχετο, ἧς γαμεταῖς θέμις πρὸς ἰδίους ἄνδρας κοινωνεῖν, τοὺς δὲ παρανόμως συνουσιάζοντας ἀλλήλοις ἀσθενῆ ἀποφῆναι τὴν αὐτοῦ πειθώ. τὸν δὴ τοιοῦτον τῆς κατὰ τόδε τὸ κλίμα ἀκριβοῦς μοναστικῆς ἀγωγῆς ἀρχηγὸν γενέσθαι λόγος. 3.14.38 Θρᾷκες δὲ καὶ ᾿Ιλλυριοὶ καὶ ὅσοι τὴν καλουμένην Εὐρώπην οἰκοῦσιν, εἰ καὶ ἀπείρατοι ἔτι μοναχικῶν συνοικιῶν ἦσαν, ἀλλ' οὐ παντελῶς φιλοσόφων ἀνδρῶν ἠτύχουν. ἐγνωρίζετο δὲ τότε παρ' αὐτοῖς Μαρτῖνος, ὃς ἀπὸ Σαβαρείας τῆς Παννονίας ἐπίσημος ἦν τὸ γένος, ἐν ὅπλοις δὲ λαμπρῶς στρατευσάμενος καὶ συνταγματάρχης ἐγένετο. προτιμήσας δὲ τὸ θεῖον τὸν φιλόσοφον 3.14.3 μετῄει βίον. διέτριβε δὲ τὰ πρῶτα παρ' ᾿Ιλλυριοῖς· ἐπεὶ δὲ προθύμως ὑπὲρ τοῦ δόγματος ἀγωνιζόμενός τινας τῶν ἐνθάδε ἐπισκόπων ἐφώρασε τὰ ᾿Αρείου φρονοῦντας, ἐπιβουλευθεὶς καὶ πολλάκις δημοσίᾳ τυπτηθεὶς ἐξηλάθη, καὶ εἰς Μεδιόλανον ἐλθὼν καθ' ἑαυτὸν διέτριβεν. ὑπεχώρησε δὲ ἔνθεν ἐπιβουλευόμενος παρὰ Αὐξεντίου τοῦ τῇδε ἐπισκόπου, οὐδὲ αὐτοῦ ὑγιῶς 3.14.40 ἔχοντος περὶ τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνελθόντων. καὶ ἐπί τινα χρόνον ῥίζαις βοτανῶν ἀρκούμενος νῆσον ᾤκησεν ἣν Γαλληναρίαν καλοῦσι· μικρὰ δὲ αὕτη καὶ ἀοίκητος, ἐν τῷ Τυρρηνικῷ πελάγει κειμένη. χρόνῳ δὲ ὕστερον καὶ ἐπισκοπεῖν ἐπετράπη τὴν ἐν Ταρρακίναις ἐκκλησίαν. ἐπὶ τοσοῦτον δὲ θαυματουργίας προελθεῖν παραδέδοται, ὡς καὶ νεκρὸν ἐγεῖραι πιστεύεσθαι ἄλλα τε σημεῖα ἐπιτελέσαι ἀποστολικῶν οὐ λειπόμενα. 3.14.41 Κατὰ τόδε τὸ ὑπήκοον ἐν τῷ τότε καὶ ῾Ιλάριον γενέσθαι παρειλήφαμεν, ἄνδρα βίῳ καὶ λόγῳ θεσπέσιον, ὃς Μαρτίνῳ τῆς φυγῆς ἐκοινώνησε διὰ τὴν περὶ τὸ δόγμα σπουδήν. ἀνδρῶν μὲν οὖν πέρι, οἳ τότε ἐν εὐσεβείᾳ καὶ 3.14.42 ἐκκλησιαστικῷ θεσμῷ ἐφιλοσόφουν, τάδε ἔγνων ὡς συνέγραψα. ὑπερφυῶς δὲ πολλοὶ καὶ μάλα ἐλλόγιμοι κατὰ τὸν αὐτὸν χρόνον ἐν ταῖς ἐκκλησίαις διέπρεπον. ἐπισημότατοι δὲ ἐν τούτοις ἐγένοντο Εὐσέβιος ὁ τὴν ᾿Εμέσης ἱερωσύνην ἐπιτροπεύσας καὶ Τίτος ὁ Βόστρης καὶ Σαραπίων ὁ Θμούεως, Βασίλειός τε ὁ ᾿Αγκύρας καὶ Εὐδόξιος ὁ Γερμανικείας καὶ ᾿Ακάκιος ὁ Καισαρείας καὶ Κύριλλος, ὃς τὸν ῾Ιεροσολύμων θρόνον ἐπετρόπευσε. σύμβολα δὲ τῆς αὐτῶν παιδείας συνεγράψαντο καὶ καταλελοίπασι πολλά τε καὶ λόγου ἄξια. 3.15.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον καὶ ∆ίδυμος ὁ ἐκκλησιαστικὸς συγγραφεὺς διέπρεπε, προϊστάμενος ἐν ᾿Αλεξανδρείᾳ τοῦ διδασκαλείου τῶν ἱερῶν μαθημάτων. ἐν τούτῳ δὲ καὶ παντοδαπὴ σοφία ᾤκει, ποιηταί τε καὶ ῥήτορες, 3.15.2 ἀστρονομία τε καὶ γεωμετρία καὶ ἀριθμοὶ καὶ δόξαι φιλοσόφων. πάντων δὲ νῷ μόνῳ καὶ ἀκοῇ τὴν εἴδησιν ἐκτήσατο. νέος γὰρ ἔτι τυφλὸς ἐγένετο ἐν τῇ πρώτῃ πείρᾳ τῆς μαθήσεως τῶν στοιχείων. ἤδη δὲ εἰς ἐφήβους τελῶν ἐπεθύμησε λόγων καὶ παιδείας· καὶ τοῖς ταῦτα διδάσκουσι φοιτῶν ἠκροᾶτο μόνον· καὶ ἐπὶ τοσοῦτον ἦλθε σοφίας, ὡς καὶ τῶν ἐν τοῖς μαθήμασι σκολιῶν θεωρημάτων ἐφικέσθαι. λέγεται δὲ τοὺς χαρακτῆρας τῶν γραμμάτων σανίδι καταχαραγέντας εἰς βάθος ἐκμαθεῖν τοῖς δακτύλοις ἐφαπτόμενος, συλλαβὰς δὲ καὶ ὀνόματα καὶ τὰ ἄλλα ἐφεξῆς καταλήψει νοῦ καὶ συνεχεῖ ἀκροάσει 3.15.3 καὶ ἀναμνήσει τῶν ἀκοῇ θηρωμένων. ἦν δὲ οὐ τὸ τυχὸν θαῦμα· καὶ πολλοὶ κατὰ κλέος τοῦ ἀνδρὸς εἰς ᾿Αλεξάνδρειαν παρεγένοντο, οἱ μὲν αὐτοῦ 3.15.4 ἀκουσόμενοι, οἱ δὲ ἱστορήσοντες μόνον. ἐλύπει δὲ οὐ μετρίως τοὺς ᾿Αρείου τῷ δόγματι τῆς ἐν Νικαίᾳ συνόδου συνιστάμενος. ἔπειθε γὰρ ῥᾳδίως, οὐ βίᾳ λόγου τοῦτο ποιεῖν δοκῶν, ἀλλ' ὑπὸ τῆς ἄγαν πειθοῦς ἕκαστον αὐτῶν ἑαυτοῦ οἱονεὶ κριτὴν καθίστη τῶν ἀμφιβόλων. τοῖς δὲ ἀπὸ τῆς καθόλου ἐκκλησίας περισπούδαστος ἦν· ἐπῄνει δὲ αὐτὸν καὶ τὰ τάγματα τῶν ἐν 3.15.5 Αἰγύπτῳ μοναχῶν καὶ ᾿Αντώνιος ὁ μέγας. ὅν φασι τότε ἐπὶ μαρτυρίᾳ τῆς ᾿Αθανασίου πίστεως ἐκ τῆς ἐρήμου παραγενόμενον εἰς ᾿Αλεξάνδρειαν,