1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

18

βασιλεύς, καθότι προσφάτως τῆς θρησκείας αὔξειν ἀρχομέ1.16.2 νης πολλοὺς χριστιανίζειν ἀπέτρεπεν ἡ διαφωνία τῶν δογμάτων. καὶ τούτου χάριν δῆλος ἦν ἐν αἰτίᾳ ποιούμενος ῎Αρειόν τε καὶ ᾿Αλέξανδρον. καὶ γράψας αὐτοῖς ἐνεκάλει, ὡς δυναμένην λαθεῖν εἰς τὸ φανερὸν ἐξήγαγον ταύτην τὴν ζήτησιν καὶ τῇ ἄγαν πρὸς τὸ ἐναντίον σπουδῇ φιλονίκως ἀνεκίνησαν, ἃ μήτε ζητεῖν τὴν ἀρχὴν ἔδει μήτε ἐνθυμεῖσθαι καὶ ἐνθυμηθέντας σιωπῇ παραδοῦναι, ἐξὸν ἀλλήλων μὴ χωρίζεσθαι, εἰ καὶ περί τι μέρος τοῦ δόγ1.16.3 ματος διαφέρονται. περὶ μὲν γὰρ τῆς θείας προνοίας μίαν καὶ τὴν αὐτὴν πίστιν ἔχειν ἀναγκαῖον· τὰς δὲ περὶ τῶν τοιούτων ζητήσεων ἀκριβολογίας, κἂν μὴ πρὸς μίαν συμφέρωνται γνώμην, προσήκειν ἐν ἀπορρήτῳ κατὰ διάνοιαν ἔχειν. ἀφεμένους τε τῆς περὶ ταῦτα λέσχης ἐκέλευσεν ὁμονοεῖν· ἄχθεσθαι γὰρ οὐ μετρίως, καὶ διὰ τοῦτο σπουδάζοντα τὰς ἐπὶ τῆς ἕω πόλεις ἰδεῖν ἐπισχεῖν. 1.16.4 ᾿Αλεξάνδρῳ μὲν οὖν καὶ ᾿Αρείῳ πῇ μὲν μεμφόμενος πῇ δὲ συμβουλεύων τοιάδε ἔγραψε. χαλεπῶς δὲ ἔφερε πυνθανόμενός τινας ἐναντίως πᾶσι τὴν τοῦ πάσχα ἄγειν ἑορτήν. τηνικαῦτα γὰρ ἐν ταῖς πρὸς ἕω πόλεσι διαφερόμενοί τινες περὶ τοῦτο τῆς μὲν πρὸς ἀλλήλους οὐκ ἀπείχοντο κοινωνίας, ᾿Ιουδαϊκώτερον δὲ τὴν ἑορτὴν ἦγον, καὶ ὡς εἰκὸς τῇ περὶ τούτου διχονοίᾳ τὴν λαμπρότητα 1.16.5 τῆς πανηγύρεως ἔβλαπτον. κατ' ἀμφότερα τοίνυν ἀστασίαστον εἶναι τὴν ἐκκλησίαν ἐσπούδαζε· νομίσας τε δύνασθαι προκαταλαβεῖν τὸ κακόν, πρὶν εἰς πλείους χωρῆσαι, πέμπει ἄνδρα τῶν ἀμφ' αὐτὸν πίστει καὶ βίῳ ἐπίσημον καὶ ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις ἐν τοῖς ἔμπροσθεν χρόνοις εὐδοκιμηκότα, διαλλάξοντα τοὺς ἐν Αἰγύπτῳ διὰ τὸ δόγμα στασιάζοντας καὶ τοὺς πρὸς ἕω περὶ τὴν ἑορτὴν διαφερομένους· ἦν δὲ οὗτος ῞Οσιος ὁ Κουρδούβης ἐπίσκοπος. 1.17.1 ᾿Επεὶ δὲ παρ' ἐλπίδας ἐχώρει τὸ πρᾶγμα καὶ κρείττων ἦν διαλλαγῶν ἡ ἔρις, ἄπρακτός τε ἐπανῄει ὁ τὴν εἰρήνην βραβεῦσαι ἀπεσταλμένος, συνεκάλεσε σύνοδον εἰς Νίκαιαν τῆς Βιθυνίας καὶ πανταχῇ τοῖς προεστῶσι 1.17.2 τῶν ἐκκλησιῶν ἔγραψεν εἰς ῥητὴν ἡμέραν παρεῖναι. ἐκοινώνουν δὲ τούτου τοῦ συλλόγου τῶν μὲν ἀποστολικῶν θρόνων Μακάριος ὁ ῾Ιεροσολύμων καὶ Εὐστάθιος ἤδη τὴν ᾿Αντιοχείας τῆς πρὸς τῷ ᾿Ορόντῃ ἐκκλησίαν ἐπι-τραπεὶς καὶ ᾿Αλέξανδρος ὁ ᾿Αλεξανδρείας τῆς παρὰ τὴν Μαρίαν λίμνην. ᾿Ιούλιος δὲ ὁ ῾Ρωμαίων ἐπίσκοπος διὰ γῆρας ἀπελιμπάνετο· παρῆσαν δὲ ἀντ' αὐτοῦ Βίτων καὶ Βικέντιος πρεσβύτεροι τῆς αὐτῆς ἐκκλησίας. ἐπὶ τούτοις δὲ καὶ ἄλλοι πλεῖστοι καλοὶ καὶ ἀγαθοὶ ἐκ διαφόρων ἐθνῶν συνῆλθον, οἱ μὲν νοεῖν καὶ λέγειν ἱκανοὶ εἰδήσει τε τῶν ἱερῶν βίβλων καὶ τῆς ἄλλης παιδεύσεως ἐπίσημοι ἢ ἀρετῇ βίου διαπρέποντες, οἱ δὲ κατ' ἀμφό1.17.3 τερον εὐδοκιμοῦντες. ἦσαν δὲ ἐπίσκοποι ὑπὲρ ἀμφὶ τριακόσιοι εἴκοσι· πρεσβυτέρων τε καὶ διακόνων ὡς εἰκὸς ἑπομένων οὐκ ἦν ὀλίγον πλῆθος. συμπαρῆσαν δὲ αὐτοῖς ἄνδρες διαλέξεως ἔμπειροι ἐκείνοις βοηθεῖν λόγοις σπουδάζοντες. Οἷα δὲ φιλεῖ γίνεσθαι, πολλοὶ τῶν ἱερέων, ὡς ὑπὲρ ἰδίων πραγμάτων ἀγωνίσασθαι συνελθόντες, καιρὸν ἔχειν ἐνόμισαν τῆς τῶν λυπούντων διορθώσεως· καὶ περὶ ὧν ἕκαστος τὸν ἄλλον ἐμέμφετο, βιβλίον ἐπιδοὺς βασιλεῖ 1.17.4 τὰ εἰς αὐτὸν ἡμαρτημένα προσήγγελλεν. ἐπεὶ δὲ ἐφ' ἑκάστης εὐχερῶς τοῦτο συνέβαινε, προσέταξεν ὁ βασιλεὺς εἰς ῥητὴν ἡμέραν ἕκαστον περὶ ὧν ἐνεκάλει δῆλον ποιεῖν. ἀφικομένης δὲ τῆς προθεσμίας τὰ ἐπιδοθέντα βιβλία δεξάμενος «αὗται μέν», ἔφη, «αἱ κατηγορίαι καιρὸν οἰκεῖον ἔχουσι τὴν ἡμέραν τῆς μεγάλης κρίσεως, δικαστὴν δὲ τὸν μέλλοντα πᾶσι τότε κρίνειν· ἐμοὶ δὲ οὐ θεμιτὸν ἀνθρώπῳ ὄντι τοιαύτην εἰς ἑαυτὸν ἕλκειν ἀκρόασιν, ἱερέων κατηγορούντων καὶ κατηγορουμένων, οὓς ἥκιστα χρὴ τοιούτους ἑαυτοὺς παρέχειν, ὡς παρ' ἑτέρου κρίνεσθαι. ἄγε οὖν μιμησάμενοι τὴν θείαν φιλανθρωπίαν ἐν τῇ πρὸς ἀλλήλους συγγνώμῃ ἀπαλειφθέντων τῶν κατηγορουμένων σπεισώμεθα καὶ τὰ περὶ τῆς πίστεως σπουδάσωμεν, οὗ 1.17.5 ἕνεκεν δεῦρο συνεληλύθαμεν.» ταῦτα εἰπὼν ὁ βασιλεὺς τὴν ἑκάστου γραφὴν ἀργεῖν