1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

153

ἀκριβῆ ποιήσασθαι βάσανον, ὅπως ὅτι μάλιστα καλός τε καὶ ἀγαθὸς εὑρεθείη, ᾧ δέοι πιστεῦσαι τῆς μεγίστης καὶ βασιλευούσης πόλεως τὴν ἀρχιερωσύνην, οὐ τὴν αὐτὴν γνώμην εἶχεν ἡ σύνοδος, ἕκαστοι δέ τινα τῶν αὐτοῖς ἐπιτηδείων ἠξίουν χειροτονεῖν. 7.8.1 ᾿Εν τούτῳ δὲ Νεκτάριός τις Ταρσεὺς τῆς Κιλικίας τοῦ λαμπροτάτου τάγματος τῆς συγκλήτου ἐν Κωνσταντινουπόλει διέτριβεν. ἤδη δὲ παρεσκευασμένος εἰς τὴν πατρίδα ἀπιέναι παραγίνεται πρὸς ∆ιόδωρον τὸν Ταρσοῦ 7.8.2 ἐπίσκοπον, εἴ γε βούλοιτο γράφειν ἐπιστολὰς κομισόμενος. ἔτυχε δὲ τότε διανοούμενος καθ' ἑαυτὸν ὁ ∆ιόδωρος, τίνα χρὴ προβαλέσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. καὶ ἰδὼν εἰς Νεκτάριον ἄξιον εἶναι τῆς ἐπισκοπῆς ἐνόμισε καὶ κατὰ νοῦν εὐθὺς αὐτῷ προσετέθη, πολιὰν τἀνδρὸς καὶ εἶδος 7.8.3 ἱεροπρεπὲς καὶ τὸ προσηνὲς τῶν τρόπων <λογισάμενος>. καὶ ὡς ἐπ' ἄλλο τι ἀγαγὼν αὐτὸν παρὰ τὸν ᾿Αντιοχείας ἐπίσκοπον ἐπῄνει καὶ σπουδάζειν αὐτῷ παρεκάλει. ὁ δὲ ἐπὶ μεμεριμνημένῳ πράγματι πολλῶν ἐπισημοτάτων ἀνδρῶν ὑποψήφων ὄντων ἐγέλασε τὴν ∆ιοδώρου ψῆφον· ὅμως δὲ πρὸς 7.8.4 ἑαυτὸν καλέσας Νεκτάριον περιμένειν βραχύν τινα χρόνον ἐκέλευσεν. οὐκ εἰς μακρὰν δὲ προστάξαντος τοῦ βασιλέως τοῖς ἱερεῦσιν ἐγγράψαι χάρτῃ τὰς προσηγορίας ὧν ἕκαστοι δοκιμάζουσιν εἰς τὴν χειροτονίαν ἀξίων, ἑαυτῷ δὲ φυλάξαντος ἐκ πάντων τοῦ ἑνὸς τὴν αἵρεσιν, ἄλλοι μὲν ἄλλους ἐνέγραψαν, ὁ δὲ τῆς ᾿Αντιοχέων ἐκκλησίας ἡγούμενος ἐγγράφει μὲν οὓς ἐβούλετο, ἔσχατον δὲ πάντων προστίθησι Νεκτάριον διὰ τὴν πρὸς ∆ιόδωρον χάριν. 7.8.5 ἀναγνοὺς δὲ ὁ βασιλεὺς τῶν ἐγγραφέντων τὸν κατάλογον, ἔστη ἐπὶ Νεκταρίῳ. καὶ σύννους γενόμενος σχολῇ καθ' ἑαυτὸν ἐβουλεύετο τὸν δάκτυλον ἐπιθεὶς τῇ τελευταίᾳ γραφῇ. καὶ ἀναδραμὼν εἰς τὴν ἀρχὴν αὖθις πάντας ἐπῆλθε, 7.8.6 καὶ Νεκτάριον αἱρεῖται. θαῦμα δὲ πᾶσιν ἐγένετο, καὶ ἐπυνθάνοντο ὅστις εἴη Νεκτάριος οὗτος καὶ ποδαπὸς τὸ ἐπιτήδευμα καὶ πόθεν. μαθόντες δὲ μηδὲ μυστηρίων μετεσχηκέναι τὸν ἄνδρα ἔτι μᾶλλον κατεπλάγησαν πρὸς τὸ παράδοξον τῆς βασιλέως κρίσεως. ἠγνόει δὲ τοῦτο, οἶμαι, καὶ ∆ιόδωρος· οὐ γὰρ ἂν ἐθάρρησεν εἰδὼς ἔτι ἀμυήτῳ δοῦναι ψῆφον ἱερωσύνης, ἀλλ' οἷα 7.8.7 εἰκὸς νομίσας πολιὸν ὄντα [μὴ] καὶ πάλαι μεμυῆσθαι. οὐκ ἀθεεὶ δὲ ταῦτα συνέβαινεν· ἐπεὶ καὶ ὁ βασιλεὺς ἀμύητον αὐτὸν εἶναι μαθὼν ἐπὶ τῆς αὐτῆς ἔμεινε γνώμης πολλῶν ἱερέων ἀντιτεινόντων. ἐπεὶ δὲ πάντες εἶξαν καὶ τῇ ψήφῳ τοῦ κρατοῦντος συνέβησαν, ἐμυήθη. καὶ τὴν μυστικὴν ἐσθῆτα ἔτι ἠμφιεσμένος κοινῇ ψήφῳ τῆς συνόδου ἀναγορεύεται Κωνσταντινουπόλεως 7.8.8 ἐπίσκοπος. ταῦτα δὲ οὕτως γενέσθαι πολλοῖς πιστεύεται τοῦ θεοῦ χρήσαντος τῷ βασιλεῖ· οὐκ ἀκριβῶ δὲ τοῦτο πότερον ἀληθὲς ἢ οὔ· πείθομαί γε μὴν οὐκ ἐκτὸς θείας ῥοπῆς ἐπιτελεσθῆναι τὸ συμβάν, καὶ εἰς τὸ παράδοξον τῆς χειροτονίας ἀφορῶν καὶ ἐκ τῶν μετὰ ταῦτα σκοπῶν, ὡς ἐπὶ πραότατον καὶ καλὸν καὶ ἀγαθὸν ταυτηνὶ τὴν ἱερωσύνην ὁ θεὸς ἤγαγεν. καὶ τὰ μὲν ἀμφὶ τὴν Νεκταρίου χειροτονίαν ὧδε ἔσχεν, ὡς ἐπυθόμην. 7..1 Μετὰ δὲ ταῦτα συνελθόντες αὐτός τε Νεκτάριος καὶ οἱ ἄλλοι ἱερεῖς ἐψηφίσαντο τῆς ἐν Νικαίᾳ συνόδου κυρίαν μένειν τὴν πίστιν καὶ πᾶσαν αἵρεσιν ἀποκεκηρύχθαι, διοικεῖσθαι δὲ τὰς πανταχῇ ἐκκλησίας κατὰ τοὺς πάλαι κανόνας, καὶ τοὺς ἐπισκόπους ἐπὶ τῶν ἰδίων μένειν ἐκκλησιῶν καὶ μὴ εἰκῇ ταῖς ὑπερορίαις ἐπιβαίνειν μήτε ἀκλήτους χειροτονίαις μηδὲν αὐτοῖς προσηκούσαις σφᾶς ἐπιβάλλειν, καθὰ πρότερον ὡς ἔτυχε διωκομένης τῆς 7..2 καθόλου ἐκκλησίας πολλάκις συνέβη. τὰ δὲ παρ' ἑκάστῃ συμβαίνοντα τὴν τοῦ ἔθνους σύνοδον, ὡς ἂν ἄριστα φανείη, διοικεῖν τε καὶ πράττειν. μετὰ δὲ τὸν ῾Ρώμης τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ πρεσβεῖα ἔχειν 7..3 ὡς Νέας ῾Ρώμης τὸν θρόνον ἐπιτροπεύοντα. (ἤδη γὰρ οὐ μόνον ταύτην εἶχε τὴν προσηγορίαν ἡ πόλις καὶ γερουσίᾳ καὶ τάγμασι δήμων καὶ ἀρχαῖς ὁμοίως ἐχρῆτο, ἀλλὰ καὶ τὰ συμβόλαια κατὰ τὰ νόμιμα τῶν ἐν ᾿Ιταλίᾳ ῾Ρωμαίων ἐκρίνετο, καὶ τὰ δίκαια καὶ τὰ γέρα περὶ πάντα ἑκατέρᾳ ἰσάζετο.) 7..4 Μάξιμον δὲ μήτε