1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

178

ψαλμῳδίας τὸν αὐτοῦ λαὸν προτρέπει. ἐν ὀλίγῳ δὲ ἐπισημότεροι γενόμενοι τοὺς ἀπὸ τῆς ἐναντίας αἱρέσεως ὑπερέ8.8.4 βαλλον τῷ πλήθει καὶ τῇ παρασκευῇ. καὶ γὰρ δὴ καὶ σταυρῶν ἀργυρᾶ σημεῖα ὑπὸ κηροῖς ἡμμένοις προηγοῦντο αὐτῶν, καὶ εὐνοῦχος τῆς βασιλέως γαμετῆς ἐπὶ τοῦτο τέτακτο τὴν περὶ ταῦτα δαπάνην καὶ τοὺς ὕμνους παρασκευάζων. ἐντεῦθεν δὲ ἢ ζηλοτυπήσαντες οἱ ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως ἢ ἀμυνόμενοι τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας εἰς μάχην κατέστησαν, καὶ 8.8.5 κτείνονταί τινες ἑκατέρωθεν. ὁ δὲ Βρίσων (τοῦτο γὰρ ὄνομα ἦν τῷ βασιλικῷ εὐνούχῳ) λίθῳ κατὰ τοῦ μετώπου βάλλεται. κινηθεὶς δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς ἔπαυσε τῶν ἀπὸ τῆς ᾿Αρείου ἐκκλησίας τὰς τοιαύτας συνόδους. οἱ δὲ ἀπὸ τῆς καθολικῆς ἐξ αἰτίας τοιᾶσδε τὸν εἰρημένον τρόπον ὑμνεῖν ἀρξάμενοι καὶ εἰσέτι νῦν οὕτω διέμειναν. 8.8.6 ᾿Ιωάννῃ δὲ ἐκ τούτων καὶ ἐκ τῶν ἐπ' ἐκκλησίας λόγων πρὸς μὲν τὸν δῆμον ἐπεδίδου τὸ φίλτρον, μῖσος δὲ πρὸς τοὺς δυναμένους καὶ κληρικοὺς ἐκ τῆς κατ' αὐτῶν παρρησίας. τοὺς μὲν γὰρ ἀδικοῦντας ὁρῶν ἤλεγχεν, τοὺς δὲ πλούτῳ καὶ ἀσωτίᾳ καὶ ἡδοναῖς ἀσέμνοις διεφθαρμένους ἀνῆγε πρὸς ἀρετήν. 8..1 Ηὔξησε δὲ αὐτῷ τὴν πρὸς τοὺς κληρικοὺς ἀπέχθειαν Σαραπίων, ὃν ἀρχιδιάκονον αὐτοῦ κατέστησεν, ἀνὴρ Αἰγύπτιος, ταχὺς εἰς ὀργὴν καὶ εἰς ὕβριν ἕτοιμος, οὐχ ἥκιστα δὲ καὶ αἱ πρὸς ᾿Ολυμπιάδα συμβουλαί. ταύτην γὰρ ἐκ γένους ἐπισημοτάτην οὖσαν, καίπερ νέαν χήραν γενομένην, εἰσάγαν δὲ φιλοσοφοῦσαν κατὰ τὸν τῆς ἐκκλησίας θεσμόν, διάκονον ἐχειροτόνησε Νεκ8..2 τάριος. ἰδὼν δὲ αὐτὴν ᾿Ιωάννης τοῖς αἰτοῦσι τὴν οὐσίαν προϊεμένην καὶ τὰ μὲν ἄλλα ὑπερορῶσαν, μόνα δὲ τὰ θεῖα σπουδάζουσαν, «ἐπαινῶ σου», ἔφη, «τὴν προαίρεσιν· ἀλλ' οἰκονομικὸν εἶναι δεῖ τὸν κατὰ θεὸν τῆς ἄκρας ἀρετῆς ἐφιέμενον· σὺ δὲ πλουτοῦσι πλοῦτον ἐπεισάγουσα οὐχ ἧττον ἢ εἰς 8..3 θάλασσαν ἐκχέεις τὰ σά. ἢ οὐκ ἐπίστασαι ὅτι ἑκοῦσα τοῖς δεομένοις διὰ θεὸν τὴν οὐσίαν ἀνέθηκας καὶ ὡς ἐπὶ χρήμασι τῆς σῆς δεσποτείας ἐξελθοῦσι διοικεῖν ἐτάχθης καὶ λόγοις ἔνοχος ἐγένου; ἢν οὖν ἐμοὶ πείθῃ, πρὸς τὴν χρείαν τῶν αἰτούντων τοῦ λοιποῦ μετρήσεις τὴν δόσιν· οὕτω γὰρ πλείους τε εὐεργετήσεις καὶ ἐλέου καὶ σπουδαιοτάτης κηδεμονίας ἀμοιβῶν τεύξῃ παρὰ θεοῦ.» 8..4 Γέγονε δέ τις αὐτῷ διαφορὰ καὶ πρὸς πολλοὺς τῶν μοναχῶν καὶ μάλιστα τὸν ᾿Ισαάκιον. ἠρεμοῦντας μὲν γὰρ ἐν τοῖς αὐτῶν φροντιστηρίοις τοὺς ὧδε φιλοσοφοῦντας εἰσάγαν ἐπῄνει τε καὶ ᾐδεῖτο καί, ὅπως μὴ ἀδικοῖντο καὶ τὰ ἐπιτήδεια ἔχοιεν, σφόδρα ἐπεμελεῖτο, ἐξιόντας δὲ θύραζε καὶ κατὰ τὴν πόλιν φαινομένους ὡς τὴν φιλοσοφίαν ἐνυβρίζοντας ἐλοιδόρει καὶ ἐπέ8..5 στρεφεν. ἐκ τοιούτων δὴ προφάσεων ἀπηχθάνοντο πρὸς αὐτὸν κληρικοί τε καὶ πολλοὶ τῶν μοναχῶν καὶ χαλεπὸν καὶ ὀργίλον, σκαιόν τε καὶ ὑπερήφανον ἀπεκάλουν. ἐπεχείρουν δὲ καὶ περὶ τὸν βίον διαβάλλειν εἰς τὸν δῆμον καὶ τούτῳ πείθειν ὡς ἀληθῆ λέγοιεν, ὅτι μηδενὶ συνήσθιεν οὔτε ἐπὶ ἑστίασιν 8..6 καλούμενος ὑπήκουεν. τούτου δὲ πρόφασιν ἑτέραν λέγειν οὐκ ἔχω, πλὴν ὅτι ἀψευδής τις οἶμαι πυνθανομένῳ μοι περὶ τούτου ἔφη, ὡς ὑπὸ ἀσκήσεως τὴν κεφαλὴν καὶ τὸ στόμα τῆς γαστρὸς κακῶς διατεθεὶς παρῃτεῖτο τὰς ἐν τοῖς ἀρίστοις συνουσίας. καὶ οἱ μὲν ἐντεῦθεν μάλιστα τὰς μεγίστας ὕφαινον κατ' αὐτοῦ διαβολάς. 8.10.1 ᾿Επεγένετο δέ τις αὐτῷ πρόφασις μίσους καὶ πρὸς τὴν βασιλέως γαμετὴν διὰ Σευηριανὸν τὸν ἐκ Γαβάλων τῆς Συρίας ἐπίσκοπον. οὗτός τε γὰρ καὶ ᾿Αντίοχος ὁ Πτολεμαΐδος (Φοίνισσα δὲ πόλις ἥδε) κατὰ ταὐτὸν ἄμφω ἐγενέσθην ἐλλογίμω τε καὶ ἐπ' ἐκκλησίας ἱκανὼ διδάσκειν· ἀλλ' ὁ μὲν εὐκόλως καὶ μάλα εὐήχως ἔλεγεν, ὡς καὶ Χρυσόστομος πρός τινων ὀνομάζεσθαι, ὁ δὲ Σευηριανὸς τὴν Σύρων δασύτητα, καίπερ τοῖς νοήμασι καὶ ταῖς μαρτυρίαις τῶν γραφῶν ἀμείνων εἶναι δοκῶν, ἐπὶ τῆς γλώσσης ἔφερεν. 8.10.2 ἐλθὼν δὲ πρότερον ᾿Αντίοχος εἰς Κωνσταντινούπολιν ἐπὶ τοῖς λόγοις ἐπῃνέθη, καὶ χρήματα ἀθροίσας εἰς τὴν αὐτοῦ πόλιν ἐπανῆλθεν. κατὰ ζῆλον δὲ τούτου καὶ Σευηριανὸς ὕστερον ἀφικόμενος, εὔνου