1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

188

τῶν παρὰ Νικομηδεῦσιν εὐπατριδῶν ἐπισήμου 8.23.5 γένους, ἐπὶ ἀιδίῳ παρθενίᾳ καὶ ἀρετῇ βίου εὐδοκιμοῦσα. ἀτυφοτάτην δὲ ὧν ἴσμεν σπουδαίων γυναικῶν ταύτην ἔγνων, ἤθει τε καὶ λόγῳ καὶ διαίτῃ τεταγμένην καὶ τὰ θεῖα μέχρι θανάτου τῶν ἀνθρωπίνων προτιμῶσαν ἀνδρείᾳ τε καὶ φρονήσει πρὸς περιπετείας δυσχερῶν πραγμάτων ἀντισχεῖν ἱκανήν, ὡς μήτε πολλῆς πατρῴας περιουσίας ἀδίκως ἀφαιρεθεῖσαν ἀγανακτεῖν ἐν ὀλίγοις τε περιλειφθεῖσιν ὑπὸ ἀρίστης οἰκονομίας, καίπερ εἰς γῆρας προελθοῦσαν, τὰ ἐπιτήδεια σὺν τοῖς οἰκείοις ἔχειν καὶ ἄλλοις ἀφθόνως χορηγεῖν. 8.23.6 ὑπὸ φιλανθρώπου δὲ προθυμίας φιλόκαλος οὖσα καὶ παντοδαπὰ κατεσκεύαζε φάρμακα εἰς πτωχῶν νοσούντων χρείαν· οἷς δὴ πολλοῖς τῶν γνωρίμων πολλάκις ἐπήμυνε μηδὲν ἀποναμένοις τῶν συνήθων ἰατρῶν. σὺν θείᾳ γάρ τινι ῥοπῇ, ἅπερ ἐπεχείρει, εἰς χρηστὸν ἀπέβαινε τέλος· καὶ συλλήβδην εἰπεῖν, τῶν καθ' ἡμᾶς σπουδαίων γυναικῶν ἑτέραν οὐκ ἔγνων εἰς τοσοῦτον ἤθους 8.23.7 τε καὶ σεμνότητος καὶ τῆς ἄλλης ἀρετῆς ἐπιδοῦσαν. ἀλλ' ἡ μὲν καίπερ τοιάδε οὖσα τοὺς πολλοὺς ἐλάνθανεν· ὑπὸ μετριότητος γὰρ τρόπων καὶ φιλοσοφίας ἀεὶ λανθάνειν ἐπετήδευεν, ὡς μήτε εἰς ἀξίωμα διακόνου σπουδάσαι προελθεῖν μήτε προτρεπομένου πολλάκις ᾿Ιωάννου ἑλέσθαι ποτὲ παρθένων 8.23.8 ἐκκλησιαστικῶν ἡγεῖσθαι. μεγίστου δὲ φόβου πᾶσιν ἐμπεσόντος, ἐπειδὴ δῆλον ἦν μηκέτι στασιάζειν τὸ πλῆθος, δημοσίᾳ προελθὼν ὁ τῆς πόλεως ὕπαρχος ὡς ἐξετάσων τὰ περὶ τῆς πυρᾶς τῆς ἐκκλησίας καὶ τοῦ βουλευτηρίου πολλοὺς χαλεπῶς ἐτιμωρήσατο· ῞Ελλην γὰρ ὢν ὡς ἐπεγγελῶν ταῖς συμφοραῖς τῆς ἐκκλησίας καὶ πρὸς ἡδονὴν ἔσχε τὸ συμβάν. 8.24.1 ᾿Εν δὲ τῷ τότε καὶ Εὐτρόπιός τις ἀναγνώστης παραχθεὶς ἐπὶ καταμηνύσει τῶν ἐμβαλόντων τὸ πῦρ οὔτε βοείαις οὔτε ξύλοις οὔτε ὄνυξι ξαινόμενος πλευράς τε καὶ παρειάς, ἐπὶ τούτοις τε καὶ τὸν ὑφαπτόμενον τῷ σώματι πυρσὸν ὑπομείνας, καὶ ταῦτα νέος ὢν καὶ ἁπαλόχρως, οὐδὲν ὡμολόγησεν εἰδέναι. μετὰ δὲ τὰς βασάνους ἐγκλείεται εἰς τὸ δεσμωτήριον, ἔνθα 8.24.2 δὴ οὐκ εἰς μακρὰν ἐτελεύτησεν. ἄξιον δὲ τῇ γραφῇ παραδοῦναι καὶ τὸ συμβὰν ἐπ' αὐτῷ ὄναρ. Σισιννίῳ γὰρ τῷ ἐπισκόπῳ τῆς τῶν Ναυατιανῶν αἱρέσεως ἤδη καθεύδοντι ἀνήρ τις κάλλει καὶ μεγέθει περιφανέστατος, παρεστὼς τῷ θυσιαστηρίῳ τῆς αὐτῶν ἐκκλησίας, ἣν εἰς τιμὴν Στεφάνου τοῦ πρωτομάρτυρος ᾠκοδόμησεν, ἔδοξεν ἀδημονεῖν ἐπὶ σπάνει ἀγαθῶν ἀνδρῶν, ὡς τούτου χάριν τὴν πᾶσαν πόλιν περιεληλυθὼς καὶ μηδένα εὑρὼν ἢ μόνον 8.24.3 Εὐτρόπιον. πρὸς δὲ τὴν ὄψιν καταπλαγεὶς ὁ Σισίννιος πρός τινα τῶν ὑπ' αὐτὸν πιστοτάτων πρεσβυτέρων ὁμολογήσας τὸ ὄναρ ἐκέλευσεν ἀναζητεῖν τὸν ἄνδρα ὅστις εἴη. ὁ δὲ εὐστόχως συμβαλὼν ὡς ἐν τοῖς ἔναγχος ἐπὶ τοῦ ὑπάρχου βασανισθεῖσιν εἰκὸς εἶναι τοιοῦτον, περιιὼν τὰ δεσμωτήρια ἐπυνθάνετο εἴ τίς ἐστιν ἐν αὐτοῖς Εὐτρόπιος. καὶ εὑρὼν εἰς λόγους αὐτῷ ἦλθε καὶ διηγήσατο τοῦ ἐπισκόπου τὸ ὄναρ, καὶ δακρύων εὔχεσθαι ὑπὲρ 8.24.4 αὐτοῦ ἐλιπάρει. καὶ τὰ μὲν κατὰ Εὐτρόπιον ὧδε ἔσχεν· ἀνδρεία δὲ ἐν ταύταις ταῖς συμφοραῖς διεφάνη καὶ ᾿Ολυμπιὰς ἡ διάκονος. ἐπεὶ γὰρ ἐκ ταύτης τῆς αἰτίας εἰς τὸ δικαστήριον παρήχθη, πυθομένου τοῦ ὑπάρχου, τί δή ποτε τὴν ἐκκλησίαν ἐνέπρησεν, ὑπολαβοῦσα «οὐχ αὕτη», ἔφη, «τοῦ ἐμοῦ βίου ἡ προαίρεσις· πολλὴν γὰρ οὖσαν εἰς ἀνανέωσιν ναῶν θεοῦ τὴν οὐσίαν ἀνάλωσα.» τοῦ δὲ τὸν αὐτῆς βίον ἐπίστασθαι λέγοντος «οὐκοῦν εἰς κατηγόρου 8.24.5 τάξιν μετάβηθι», ἔφη, «καὶ ἕτερος ἡμῖν δικάσει.» ἀμαρτύρου δὲ τῆς κατηγορίας οὔσης μὴ ἔχων ὁ ὕπαρχος ὅ τι δικαίως μέμψαιτο ἠπιώτερόν πως εἰς ἕτερον μετέβη ἔγκλημα, καὶ ὡς ἐν συμβουλῇ ἄνοιαν αὐτῇ καὶ ταῖς ἄλλαις γυναιξὶν ἐμέμφετο, ὅτι τὴν πρὸς τὸν ἐπίσκοπον κοινωνίαν ἠρνοῦντο, ἐξὸν 8.24.6 μεταμεληθῆναι καὶ πραγμάτων ἀπηλλάχθαι. ἀλλ' αἱ μὲν ὑπὸ δέους τάδε τῷ ὑπάρχῳ προστάξαντι εἶξαν, ἡ δὲ ᾿Ολυμπιάς «οὐ δίκαιον», ἔφη, «τὴν ἐν τῷ πλήθει ὑπὸ συκοφαντίας ἁλοῦσαν, ἐν δὲ τοῖς δικαστηρίοις ἐπ' οὐδενὶ τῶν κατηγορουμένων