1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

91

4.24.16 τὰς οὐσίας ἔχοντες λειτουργεῖν ἢ δίχα τούτων ἐπισκοπεῖν, τὸν δὲ ᾿Ελπίδιον ὡς Βασιλείῳ ἐπὶ ταραχῇ συμμίξαντα καὶ καθηγητὴν γενόμενον ἀταξίας καὶ παρὰ τὰ δόξαντα τῇ ἐν Μελιτινῇ συνόδῳ Εὐσέβιον μὲν ἄνδρα καθῃρημένον πρεσβυτερίῳ ἀποκαταστήσαντα, Νεκταρίαν δέ τινα διὰ παραβάσεις συνθηκῶν καὶ ὅρκων ἀκοινώνητον γενομένην διακονίας ἀξιώσαντα, μὴ μετὸν αὐτῇ τιμῆς κατὰ τοὺς νόμους τῆς ἐκκλησίας. 4.25.1 Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν ῾Ιεροσολύμων καθεῖλον ὡς Εὐσταθίῳ καὶ ᾿Ελπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ' ὧν καὶ αὐτὸς συνεληλύθει, καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν κοινωνίας μετασχόντα σὺν Βασιλείῳ καὶ Γεωργίῳ [καὶ] τῷ Λαο4.25.2 δικείας ἐπισκόπῳ. ἐπειδὴ <γὰρ> ἐπετράπη τὴν ῾Ιεροσολύμων ἐπισκοπήν, περὶ μητροπολιτικῶν δικαίων διεφέρετο πρὸς ᾿Ακάκιον τὸν Καισαρείας ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος· ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν καὶ ἀλλήλους διέβαλλον, ὡς οὐχ ὑγιῶς περὶ θεοῦ φρονοῖεν· καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ ᾿Αρείου δογματίζων, Κύριλλος δὲ τοῖς ὁμο4.25.3 ούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις ἑπόμενος. οὕτως δὲ ἔχων γνώμης ᾿Ακάκιος σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκόποις τοῦ ἔθνους φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει τοιᾷδε· λιμοῦ καταλαβόντος τὴν ῾Ιεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κει4.25.4 μήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο. ἐκ τούτων δὲ λόγος τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ἠμφιεσμένην, πολυπραγμονῆσαί τε ὅθεν ἔχοι καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον, τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον. αἰτίαν δὲ ταύτην προϊσχόμενον καθελεῖν αὐτὸν ᾿Ακάκιον. Καὶ τὰ μέν, ὡς ἐπυθόμην, ὧδε ἔχει· τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας ἐξήλασαν οἱ ἀμφὶ ᾿Ακάκιον τῆς Κωνσταντινουπόλεως. 4.25.5 τοὺς δὲ σὺν αὐτοῖς, οἳ ταῖς καθαιρέσεσιν ὑπογράφειν οὐκ ἠνείχοντο, δέκα τὸν ἀριθμὸν ὄντας, καθ' ἑαυτοὺς εἶναι τέως παρεκελεύσαντο καὶ μήτε λειτουργεῖν μήτε τὰς ἐκκλησίας διοικεῖν, ἄχρις ἂν ταύταις ὑπογράψωσιν. εἰ δὲ μὴ μεταμεληθεῖεν ἐντὸς μηνῶν ἓξ καὶ πᾶσι τοῖς δόξασι καὶ πεπραγμένοις ἐν τῇ συνόδῳ ταύτῃ συναινέσωσι, καὶ αὐτοὺς καθαιρεῖσθαι, τοὺς δὲ κατ' ἔθνος ἐπισκόπους συνιόντας ἀντὶ αὐτῶν χειροτονεῖν ἑτέρους. 4.25.6 ᾿Επεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο καὶ εἰς ἔργον ἷκτο, γράφουσι τοῖς πανταχοῦ ἐπισκόποις καὶ κληρικοῖς τάδε φυλάττειν καὶ ἐπιτελεῖν· ἐκ τούτου τε οὐ πολλῷ ὕστερον ἀντικαθίστανται πρὸς τῶν ἀμφὶ τὸν Εὐδόξιον ἄλλος ἄλλῳ, Μακεδονίῳ τε αὐτὸς Εὐδόξιος καὶ Βασιλείῳ ᾿Αθανάσιος καὶ ᾿Ελευσίῳ Εὐνόμιος, ὃς ἀρχηγὸς μετὰ ταῦτα ἐγένετο τῆς ἀπ' αὐτοῦ καλουμένης αἱρέσεως· ἀντὶ δὲ Εὐσταθίου Μελέτιος τὴν ἐν Σεβαστείᾳ ἐκκλησίαν ἐπετράπη. 4.26.1 ᾿Αφαιρεθεὶς δὲ Μακεδόνιος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν εἴς τι περὶ Πύλας χωρίον τῆς Βιθυνίας διέτριβεν, ἔνθα καὶ ἐτελεύτησεν· Εὐδόξιος δὲ τὴν ἐκκλησίαν κατέσχεν· ἡνίκα δὴ Κωνσταντίου τὸ δέκατον καὶ ᾿Ιουλιανοῦ τοῦ Καίσαρος τὸ τρίτον ὑπατευόντων τὸ πρῶτον ἐκκλησιάζων ἐπὶ τῇ τελεσιουργίᾳ τῆς μεγάλης ἐκκλησίας, ἣν Σοφίαν ὀνομάζουσι, λέγεται ἐπὶ τὸ τοῦ ἱερέως ἀναβὰς βῆμα, οἷα δὴ τὸν λαὸν διδάσκων, ἀρχόμενος τοῦ λόγου εἰπεῖν, ὡς ὁ μὲν πατὴρ ἀσεβής, ὁ δὲ υἱὸς εὐσεβής. θορυβήσαντος δὲ τοῦ πλήθους «ἠρεμεῖτε», ἔφη· «ὁ μὲν πατὴρ ἀσεβής, ὅτι οὐδένα σέβει· ὁ δὲ υἱὸς εὐσεβής, ὅτι πατέρα σέβει.» καὶ ὁ μὲν ὧδε εἰπὼν εἰς γέλωτα τοὺς ἀκούον4.26.2 τας μετέβαλε· κοινῇ δὲ ὅτι μάλιστα πᾶσαν αὐτός τε καὶ ᾿Ακάκιος ἐποιοῦντο σπουδὴν εἰς λήθην ἄγειν πάντας τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν ᾿Αριμήνῳ γραφὴν μεθ' ὧν αὐτοὶ προστεθείκασιν ὡς διορθώσοντες ἀνὰ πᾶν τὸ ὑπήκοον ἐξέπεμψαν, καὶ τοὺς ταύτῃ μὴ ὑπογράφοντας ἐκέ4.26.3 λευον ὑπερορίᾳ φυγῇ ζημιοῦσθαι κατὰ πρόσταγμα τοῦ βασιλέως. ὧδε γὰρ σφίσιν ἐσπούδαστο λογιζομένοις ἀκονιτὶ τῆς