1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

119

σχίσματος τοῦ πρὸ τῶν συνόδων ταῖς ἐκκλησίαις μένοντος συγχωρηθῆναι τοὺς πανταχῇ ἐπισκόπους αὐτοὺς καθ' ἑαυτοὺς ὅποι βούλονται συνελθεῖν μηδενὸς ἄλλου κοινωνοῦντος, μὴ προχωρεῖν δὲ κατὰ σκοπὸν τὰ ἐπιχειρούμενα τοῖς ἐν μέρει τι βουλομένοις πράττειν 6.4.5 ἢ ἐξαπατᾶν ὡς ἐπὶ Κωνσταντίου τοῦ βασιλέως. ἐδήλουν δὲ μὴ παραγενέσθαι σφᾶς εἰς τὸ στρατόπεδον, ὥστε μὴ ὀχληροὺς εἶναι δοκεῖν· εἰ δὲ ἐπιτραπεῖεν, ἀσμένως τοῦτο ποιήσειν ὑποζυγίοις ἰδίοις καὶ δαπάνῃ χρω6.4.6 μένους. καὶ οἱ μὲν τοιάδε ᾿Ιοβιανῷ τῷ βασιλεῖ ἔγραψαν. ἐν τούτῳ δὲ συνόδου γενομένης ἐν ᾿Αντιοχείᾳ τῆς Συρίας βεβαιοῦται τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις καὶ κρατεῖ ὥστε ἀναμφηρίστως τὸν υἱὸν τῷ πατρὶ δοξάζειν ὁμοούσιον. ἐκοινώνησαν δὲ ταύτης τῆς συνόδου Μελέτιος, ὃς τότε αὐτῆς τῆς ᾿Αντιοχείας τὴν ἐκκλησίαν ἐπετρόπευε, καὶ Εὐσέβιος ὁ Σαμοσάτων καὶ Πελάγιος ὁ Λαοδικείας τῆς Σύρων καὶ ᾿Ακάκιος ὁ Καισαρείας τῆς Πα6.4.7 λαιστίνης καὶ Εἰρηνίων ὁ Γαζαῖος καὶ ᾿Αθανάσιος ὁ ᾿Αγκύρας. ταῦτα δὲ πράξαντες ἐδήλωσαν τῷ βασιλεῖ τὰ δόξαντα γράψαντες ὧδε· «Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν ᾿Ιοβιανῷ Νικητῇ "7Αὐγούστῳ ἡ τῶν ἐν ᾿Αντιοχείᾳ παρόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχιῶν "7σύνοδος. "7Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν ὅτι σοῦ καὶ πρώτη πρεσ"7βεύειν ἐσπούδακεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοί, θεοφιλέστατε βασιλεῦ. "7ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως 6.4.8 "7καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν. ἵνα τοίνυν μὴ "7μετὰ τῶν παραχαρασσόντων τὰ δόγματα τῆς ἀληθείας τετάχθαι νομιζώ"7μεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι "7πρότερον συγκροτηθείσης τὴν πίστιν καὶ ἀποδεχόμεθα καὶ κατέχομεν, 6.4. "7ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισι ξένον ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμέν, "7ἀσφαλοῦς τετύχηκε παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς "7οὐσίας τοῦ πατρὸς ὁ υἱὸς ἐγεννήθη καὶ ὅτι ὅμοιος κατ' οὐσίαν τῷ πατρί· "7οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε "7κατά τινα χρῆσιν ῾Ελληνικὴν λαμβάνεται τοῖς πατράσι τὸ ὄνομα τῆς οὐσίας, "7εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ οὐκ ὄντων περὶ τοῦ υἱοῦ ἀσεβῶς τολμηθέντος 6.4.10 "7᾿Αρείῳ. ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες ᾿Ανόμοιοι ἔτι θρασύτερον καὶ "7τολμηρότερον ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρη"7σιάζονται. συνετάξαμεν δὲ τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς "7αὐτῆς πίστεως τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων τεθεί"7σης, ἥντινα καὶ ἀγαπῶμεν.» 6.4.11 Καὶ τὰ μὲν ὧδε ἐψηφίσαντο οἱ τότε τῇ ᾿Αντιοχείᾳ ἐνδημοῦντες ἱερεῖς, αὐτοῖς ῥητοῖς τὴν παρὰ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐκτεθεῖσαν πίστιν τῇ ἰδίᾳ γραφῇ ὑποτάξαντες. 6.5.1 ᾿Εν τούτῳ δὲ ᾿Αθανάσιος ὁ τὸν ᾿Αλεξανδρέων θρόνον ἐπιτροπεύωνὀλίγοις τῶν ἐπιτηδείων κοινωσάμενος ἀναγκαῖον ᾠήθη Χριστιανὸν ὄντα τὸν βασιλέα ἰδεῖν· καὶ παραγενόμενος εἰς ᾿Αντιόχειαν περὶ ὧν ἐδεῖτο τὸν κρατοῦντα διδάσκει. οἱ δέ φασιν, ὡς αὐτὸς ὁ βασιλεὺς τὸν ἄνδρα μετεκαλέσατο 6.5.2 τὰ πρακτέα περὶ τὴν θρησκείαν καὶ τὴν ὀρθὴν δόξαν εἰσηγησόμενον. διαθείς τε τὰ τῆς ἐκκλησίας ὡς οἷόν τε ἦν, ἐφρόντιζε τῆς ἐπανόδου. Εὐζώιος δὲ ὁ ἐν ᾿Αντιοχείᾳ ἐπίσκοπος τῆς ᾿Αρειανῆς αἱρέσεως ἐσπούδαζε προεστάναι τῆς αὐτῆς δόξης ἐν ᾿Αλεξανδρείᾳ Προβάτιον εὐνοῦχον· εἰσηγησαμένων τε τοῦτο τῶν ἀμφὶ τὸν Εὐζώιον Λούκιός τις ᾿Αλεξανδρεὺς τὸ γένος, πρεσβύτερος 6.5.3 τῶν παρὰ Γεωργίου χειροτονηθέντων, πρόσεισι τῷ βασιλεῖ. καὶ βλασφημήσας ᾿Αθανάσιον ὡς ἐν τῷ χρόνῳ τῆς ἐπισκοπῆς ἀεὶ γραφὰς ὑπομείναντα καὶ πολλάκις ὑπερορίαν οἰκεῖν καταδικασθέντα παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων, διχονοίας τε περὶ τὸ θεῖον καὶ ταραχῆς παραίτιον γενόμενον, ἐδεῖτο 6.5.4 ἕτερον ἀντ' αὐτοῦ τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν ἐπισκοπεῖν. ὁ δὲ βασιλεύς (ᾔδει γὰρ τὰς ᾿Αθανασίῳ τότε συμβάσας ἐπιβουλάς) οὐκ ἔθετο ταῖς κατ' αὐτοῦ διαβολαῖς, ἀλλὰ