1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

113

∆άφνῃ καὶ πάλιν μετετέθη· οὐκ εἰς μακρὰν δὲ τούτου γενομένου ἀπροόπτως ἐμπεσὸν πῦρ τῷ νεῷ τοῦ ∆αφναίου ᾿Απόλλωνος πᾶσαν τὴν ὀροφὴν καὶ αὐτὸ τὸ ἄγαλμα κατέφλεξε, γυμνοὺς δὲ μόνους τοὺς τοίχους καὶ τοὺς περιβόλους εἴασε καὶ τοὺς κίονας, οἳ τὰ προπύλαια καὶ τὸν ὀπισθόδομον ἀνεῖχον. ἐδόκει δὲ τοῖς μὲν Χριστιανοῖς κατὰ αἴτησιν τοῦ μάρτυρος θεήλατον ἐμπεσεῖν τῷ δαίμονι πῦρ· οἱ δὲ ῞Ελληνες ἐλογοποίουν Χριστιανῶν εἶναι τὸ δρᾶμα. 5..6 ταύτης δὲ τῆς ὑπονοίας κρατούσης ἄγεται εἰς δικαστήριον ὁ τοῦ ᾿Απόλλωνος ἱερεὺς ὡς φανερώσων τὸν τολμήσαντα τὸν ἐμπρησμόν· δεσμώτης τε γενόμενος καὶ πολλὰς ὑπομείνας πληγὰς χαλεπῶς τε αἰκισθεὶς οὐδένα κατεμήνυσεν· ᾧ δὴ μάλιστα ἰσχυρίζοντο οἱ Χριστιανοὶ μὴ κατ' ἐπιβουλὴν ἀνθρωπείαν, ἀλλὰ κατὰ θείαν μῆνιν ἐνσκῆψαι τῷ νεῷ οὐράνιον πῦρ. 5..7 Καὶ τὰ μὲν ὧδε ἔσχεν· ὡς οἶμαι δὲ ἐκ τῶν συμβάντων ἐν ∆άφνῃ διὰ τὸν μάρτυρα Βαβύλαν, πυθόμενος ὁ βασιλεὺς ἐπὶ τιμῇ μαρτύρων εὐκτηρίους οἴκους εἶναι πλησίον τοῦ ναοῦ τοῦ ∆ιδυμαίου ᾿Απόλλωνος, ὃς πρὸ τῆς Μιλήτου ἐστίν, ἔγραψε τῷ ἡγεμόνι Καρίας, εἰ μὲν ὄροφόν τε καὶ τράπεζαν ἱερὰν ἔχουσι, πυρὶ καταφλέξαι, εἰ δὲ ἡμίεργά ἐστι τὰ οἰκοδομήματα, ἐκ βάθρων ἀνασκάψαι. 5.21.1 ᾿Εμοὶ δὲ τῶν ἐπὶ ᾿Ιουλιανοῦ συμβάντων κἀκεῖνο ῥητέον, σημεῖον 5.21.1 μὲν τῆς τοῦ Χριστοῦ δυνάμεως, τεκμήριον δὲ τῆς εἰς τὸν κρατοῦντα θεομηνίας. ἐπεὶ γὰρ ἔγνω ἐν Καισαρείᾳ τῇ Φιλίππου (Φοίνισσα δὲ αὕτη πόλις ἣν Πανεάδα ὀνομάζουσιν) ἐπίσημον εἶναι Χριστοῦ ἄγαλμα, ὃ τοῦ πάθους ἀπαλλαγεῖσα ἀνέθηκεν ἡ αἱμορροοῦσα, καθελὼν τοῦτο ἴδιον ἀντέ5.21.2 στησε. βίαιον δὲ πῦρ ἐξ οὐρανοῦ πεσὸν τὰ περὶ τὸ στῆθος τοῦ ἀνδριάντος διέτεμε καὶ τὴν κεφαλὴν σὺν τῷ αὐχένι κατέβαλε καὶ ἐπὶ πρόσωπον ἐνέπηξεν ᾗ τὸ διερρωγὸς τοῦ στέρνου ἐστί· καὶ τὸ ἐξ ἐκείνου εἰσέτι νῦν 5.21.3 τοιοῦτος ἕστηκε τῆς κεραυνίας αἰθάλης πλήρης. τὸν δὲ τοῦ Χριστοῦ ἀνδριάντα τότε μὲν οἱ ῾Ελληνισταὶ σύροντες κατέαξαν, μετὰ δὲ ταῦτα οἱ Χριστιανοὶ συλλέξαντες ἐν τῇ ἐκκλησίᾳ ἀπέθεντο, ἔνθα καὶ νῦν φυλάττεται. ἀπὸ δὲ τῆς βάσεως ἐφ' ᾗ ἵστατο οὗτος ὁ ἀνδριάς, ὡς ἱστορεῖ Εὐσέβιος, παντοίων παθῶν καὶ νοσημάτων ἀλεξίκακον φάρμακον βοτάνη τις ἔφυεν, ἧς τὸ εἶδος οὐδὲ εἷς ἔγνω τῶν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ ἰατρῶν ἢ ἐμπείρων. 5.21.4 ἐμοὶ δὲ δοκεῖ μηδὲν εἶναι θαῦμα τοῦ θεοῦ τοῖς ἀνθρώποις ἐπιδημήσαντος καὶ τὰς εὐεργεσίας συμβῆναι ξένας. ἐπεὶ καὶ ἄλλα πλεῖστα παράδοξα κατὰ πόλεις καὶ κώμας, ὡς εἰκός, μόνοις ἠκρίβωται τοῖς ἐπιχωρίοις ἐκ τῆς ἀρχῆθεν παραδόσεως ἐγνωσμένα· καὶ ὡς ἀληθὲς τοῦτο, αὐτίκα ἐπιδείξω ἐντεῦθεν. 5.21.5 Πόλις ἐστὶ τῆς Παλαιστίνης ἡ νῦν καλουμένη Νικόπολις. ταύτην δὲ ἔτι κώμην οὖσαν οἶδεν ἡ θεία τῶν εὐαγγελίων βίβλος καὶ ᾿Εμμαοῦς προσαγορεύει, ῾Ρωμαῖοι δὲ μετὰ τὴν ἅλωσιν ῾Ιεροσολύμων καὶ τὴν κατὰ τῶν ᾿Ιουδαίων νίκην Νικόπολιν ἀνηγόρευσαν, ἐκ δὲ τοῦ συμβάντος οὕτως ὠνόμασαν. 5.21.6 πρὸ ταύτης τῆς πόλεως παρὰ τὴν τριοδίαν, ἔνθα συμβαδίζων ὁ Χριστὸς τοῖς περὶ Κλεόπαν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνετάττετο ὡς ἐπὶ ἑτέραν κώμην σπεύδων, πηγή τίς ἐστι σωτήριος, ἐν ᾗ τὰ πάθη ἀπολούονται ἄνθρω5.21.7 ποί τε καὶ τὰ ἄλλα ζῷα διαφόροις νόσοις κάμνοντα. λέγεται γὰρ ἐξ ὁδοιπορίας ποθὲν ἐπὶ τὴν πηγὴν ἐλθόντα τὸν Χριστὸν ἅμα τοῖς μαθηταῖς ἐνθάδε ἀπονίψασθαι τοὺς πόδας, καὶ τὸ ἐξ ἐκείνου ἀλεξίκακον παθημάτων γενέσθαι τὸ ὕδωρ. 5.21.8 Καὶ δένδρου δὲ τῆς καλουμένης περσίδος ἐν ῾Ερμουπόλει τῆς Θηβαΐδος φασὶ πολλῶν ἀπελάσαι τὰς νόσους κάρφος ἢ φύλλον ἢ τοῦ φλοιοῦ μικρόν 5.21. τι τοῖς κάμνουσι προσαπτόμενον. λέγεται γὰρ παρ' Αἰγυπτίοις, ἡνίκα διὰ τὸν ῾Ηρῴδην ἔφυγεν ὁ ᾿Ιωσὴφ παραλαβὼν τὸν Χριστὸν καὶ Μαρίαν τὴν ἁγίαν παρθένον, ἐλθεῖν εἰς τὴν ῾Ερμούπολιν, ἅμα δὲ εἰσιόντι παρὰ τὴν πύλην μὴ ἐνεγκὸν τοῦτο τὸ δένδρον μέγιστον ὂν τοῦ Χριστοῦ τὴν ἐπιδημίαν ἐπὶ τὸ 5.21.10 ἔδαφος κλῖναι καὶ προσκυνῆσαι. καὶ ταῦτα μὲν περὶ τούτου τοῦ φυτοῦ παρὰ πολλῶν ἀκούσας εἶπον· ἡγοῦμαι δὲ ἢ