1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

111

ἀντιγράψαι· «ἀνέγνως, ἀλλ' οὐκ ἔγνως· εἰ γὰρ 5.18.8 ἔγνως, οὐκ ἂν κατέγνως.» εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάντι τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι, καὶ οὐκ ἀπεικός· ἀλλ' εἴτε αὐτοῦ εἴτε ἄλλου ταῦτά ἐστι, δίκαιον ἀνδρείας καὶ παιδεύσεως ἄγασθαι τὸν γράψαντα. 5.1.1 ῾Ο δὲ βασιλεὺς Πέρσαις ἐπιστρατεῦσαι σπουδάζων ἧκεν εἰς ᾿Αντιόχειαν τὴν Σύρων· ἐκβοήσαντος δὲ τοῦ πλήθους, ὡς πολλὰ μέν ἐστι τὰ ἐπιτήδεια, πολλοῦ δὲ πωλοῖτο, ὑπὸ φιλοτιμίας, οἶμαι, τὸν δῆμον ἐπαγόμενος ἐπὶ ἥττονι 5.1.2 ἢ ἔδει τιμήματι τὰ ἐπ' ἀγορᾶς ὤνια πωλεῖσθαι προσέταξεν. ἐκφυγόντων δὲ τῶν καπήλων τὰ μὲν ἐπιτήδεια ἐπέλιπεν, ᾿Αντιοχεῖς δὲ δεινὸν τοῦτο ποιούμενοι τὸν βασιλέα ὕβριζον καὶ εἰς τὸν πώγωνα αὐτοῦ ὡς βαθὺς εἴη ἐπέσκωπτον καὶ εἰς τὸ νόμισμα, ὅτι ταύρου εἶχεν εἰκόνα. τὸν γὰρ κόσμον ἐπίσης 5.1.3 τῶν ὑπτίων ταύρων ὑπ' αὐτῷ ἡγεμόνι ἀνατετράφαθαι ἐπετώθαζον. ὁ δὲ τὰ πρῶτα ὀργισθεὶς ἠπείλει ᾿Αντιοχέας κακῶς ποιήσειν, καὶ εἰς Ταρσὸν μετοικίζεσθαι παρεσκευάζετο. ὑπερφυῶς δέ πως τοῦ θυμοῦ μεταβαλλόμενος λόγοις μόνοις τὴν ὕβριν ἠμύνατο, κάλλιστον καὶ μάλα ἀστεῖον λόγον, ὃν Μισοπώγωνα ἐπέγραψε, κατὰ ᾿Αντιοχέων διεξελθών. 5.1.4 Χριστιανοῖς δὲ κἀνταῦθα ὁμοίως ἐχρῆτο καὶ τὸ ῾Ελληνικὸν κρατύνειν ἐσπούδαζεν. οἷα γοῦν τότε συνέβη περὶ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος καὶ τὸν ἐν ∆άφνῃ νεὼν τοῦ ᾿Απόλλωνος, ἄξιον ἀφηγήσασθαι· ἄρξομαι δὲ 5.1.5 ἐντεῦθεν. ∆άφνη, τὸ ἐπίσημον τῆς ᾿Αντιοχείας προάστειον, κομᾷ μὲν ἄλσει κυπαρίσσων πολλῶν, ποικίλλεται δὲ καὶ τοῖς ἄλλοις φυτοῖς ἀναμὶξ ταῖς κυπαρίσσοις. ὑπὸ δὲ τοῖς δένδροισιν ἀμοιβαδὸν τῶν ὡρῶν εὐώδη καὶ παντοδαπὰ εἴδη ἀνθέων ἡ γῆ φέρει. ὀροφὴ δέ τις μᾶλλον ἢ σκιὰ πανταχῇ τὸν χῶρον περίκειται, τῇ πυκνότητι τῶν κλάδων καὶ τῶν φύλλων μὴ συγχωροῦσα τὴν ἀκτῖνα τῷ ἐδάφει ἐμβάλλειν· ἡδύς τε καὶ λίαν ἐπέραστός ἐστιν ἀφθονίᾳ τε καὶ κάλλει ὑδάτων καὶ ὡρῶν εὐκρασίᾳ καὶ προσηνῶν ἀνέμων 5.1.6 πνοιαῖς. ἐνταῦθα δὲ παῖδες ῾Ελλήνων μυθεύουσι ∆άφνην τὴν Λάδωνος τοῦ ποταμοῦ ἐξ ᾿Αρκαδίας φεύγουσαν ᾿Απόλλω τὸν ἐραστὴν εἰς ὁμώνυμον αὐτῇ φυτὸν μεταβαλεῖν, τὸν δὲ μηδὲ οὕτως ἀπαλλαγέντα τοῦ πάθους στεφανωθῆναι τοῖς κλάδοις τῆς ἐρωμένης καὶ δένδρον οὖσαν περιπτύξασθαι καὶ τῇ προσεδρείᾳ τὰ μάλιστα τιμῆσαι τὸ χωρίον εἴπερ τι ἄλλο κεχαρισμένον 5.1.7 αὐτῷ. τοιούτῳ δὲ ὄντι τῷ προαστείῳ τῇ ∆άφνῃ ἐπιβαίνειν τοῖς ἐπιεικέσιν αἰσχρὸν ἐνομίζετο. ἥ τε γὰρ θέσις καὶ ἡ φύσις τοῦ χωρίου πρὸς ῥᾳστώνην ἐπιτηδεία καὶ ἡ ὑπόθεσις τοῦ μύθου ἐρωτική τις οὖσα, μικρᾶς λαβομένη 5.1.8 ἀφορμῆς διπλοῦν ἀπετέλει τὸ πάθος τοῖς διεφθαρμένοις νέοις. εἰς παραίτησιν γὰρ προϊσχόμενοι τὰ μυθευόμενα χαλεπῶς ἐξεκαίοντο καὶ ἀνέδην εἰς ἀκολάστους πράξεις ἐχώρουν, οὐ σωφρονεῖν δυνάμενοι οὔτε σώφρονας κατὰ ταὐτὸν ὁρᾶν ἀνεχόμενοι. ᾧ γὰρ ἡ διατριβὴ ἐκτὸς ἐρωμένης ἐν ∆άφνῃ ἐτύγχανεν, ἠλίθιός τε καὶ ἄχαρις ἐδόκει καὶ ὥσπερ τι ἄγος ἢ ἀποτρόπαιος 5.1. φευκτέος ἦν. καὶ ἄλλως δὲ σεβάσμιος καὶ περὶ πολλοῦ τοῖς ῾Ελληνισταῖς ὁ χῶρος οὗτος ἐτύγχανεν· ἦν γὰρ ἐνθάδε ∆αφναίου ᾿Απόλλωνος περικαλλὲς ἄγαλμα καὶ νεὼς μεγαλοφυῶς τε καὶ φιλοτίμως ἐξειργασμένος, ὃν λόγος οἰκοδομῆσαι Σέλευκον τὸν ᾿Αντιόχου πατέρα, ᾧ ἐπώνυμός ἐστιν 5.1.10 ἡ ᾿Αντιοχέων πόλις. ἐπιστεύετο δὲ παρὰ τοῖς τάδε πρεσβεύουσι ῥεῖν αὐτόθι καὶ ὕδωρ μαντικὸν ἀπὸ Κασταλίας τῆς πηγῆς, ὁμοίως τῆς ἐν ∆ελφοῖς ἐνεργείας τε καὶ προσηγορίας λαχούσης. ἀμέλει τοι καὶ ᾿Αδριανῷ ἔτι ἰδιω5.1.11 τεύοντι τὰ περὶ τῆς βασιλείας αὐχοῦσιν ἐνθάδε προμηνυθῆναι. φασὶ γὰρ αὐτὸν φύλλον δάφνης ἐμβάψαντα τῇ πηγῇ ἀρύσασθαι τὴν τῶν ἐσομένων γνῶσιν ἐγγράφως ἐπὶ τοῦ φύλλου δηλωθεῖσαν. παρελθόντα δὲ εἰς τὴν ἡγεμονίαν καταχῶσαι τὴν πηγήν, ὥστε μὴ ἐξεῖναι καὶ ἄλλοις προμανθάνειν τὸ μέλλον. 5.1.12 ᾿Αλλὰ ταῦτα μέν, οἷς τούτων μέλει, ἀκριβῶς μυθολογούντων· ἐπεὶ δὲ Γάλλος ὁ ᾿Ιουλιανοῦ ἀδελφὸς Καῖσαρ καταστὰς παρὰ Κωνσταντίου ἐν ᾿Αντιοχείᾳ διῆγε,