1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

89

τοὺς περὶ ᾿Ακάκιον ἄγνοιαν σκηπτομένους τὴν ἀρχὴν τῆς τοιαύτης αἱρέσεως ἐπίτηδες σπουδάσαι τὸν βασιλέα καὶ τοὺς ἀμφ' αὐτὸν δικάσαι, ἀκαταμάχητον ἔσεσθαι τοῖς λόγοις τὸν ᾿Αέτιον οἰηθέντας καὶ ἱκανὸν πειθοῦς ἀνάγκῃ τοὺς ἀκούοντας ἑλεῖν καὶ ἀκονιτὶ κρα4.23.5 τῦναι τὴν αἵρεσιν. ἐπεὶ δὲ τοῦτο παρ' ἐλπίδας αὐτοῖς ἀπέβη, προκομίσαι τὴν ἐξ ᾿Αριμήνου διακομισθεῖσαν γραφὴν καὶ τοὺς ἀπεσταλμένους παρὰ τῆς ἐν Σελευκείᾳ συνόδου ἀξιῶσαι ταύτην καταδέξασθαι· ἰσχυριζομένους δὲ μηδαμῶς τὸ τῆς οὐσίας ὄνομα παραλιμπάνειν ὅρκοις πεῖσαι, ὡς οὐκ ἀνόμοιον κατ' οὐσίαν τὸν υἱὸν δοξάζουσιν ἑτοίμως τε ἔχουσι ταύτην ἀποκηρύττειν τὴν 4.23.6 αἵρεσιν. ἀλλ' ἐπεὶ παραδόξως οἱ δυτικοὶ τὸ τῆς οὐσίας ὄνομα παρέλιπον ἐν ᾿Αριμήνῳ, περισπούδαστον αὐτοῖς εἶναι ἰσχυρίζοντο τὴν τοιαύτην γραφήν· εἰ γάρ, φησι, κρατήσοι, πάντως που τῷ τῆς οὐσίας ὀνόματι συσσιωπηθήσεσθαι καὶ τὸ τοῦ ὁμοουσίου, ὃ δὴ μάλιστα οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς αἰδοῖ τῆς ἐν 4.23.7 Νικαίᾳ συνόδου περὶ πολλοῦ ἐποιοῦντο. πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν, λογιζόμενος τῶν ἐν ᾿Αριμήνῳ συνελθόντων τὸ πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον <τῷ πατρὶ τὸν υἱὸν λέγων, εἶναι κατὰ δύναμιν ταὐτὸν τὸ ὅμοιον> ὁμολογῶν <καὶ τὸ ὁμοιούσιον> καὶ ὁμοούσιον καὶ μηδὲν αὐτῷ διαφέρειν κατ' ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ 4.23.8 ὅμοιον τὴν αὐτὴν σημασίαν ὁμολογοίη. οὕτως οὖν ἔχων γνώμης ὁμο4.23.8 νοεῖν ἐκέλευσε τοὺς ἐπισκόπους περὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν ἐν ᾿Αριμήνῳ συνελθόντων. ἑτοιμαζόμενός τε τῇ ὑστεραίᾳ πρὸς ὑπατικὴν πομπήν, καθὰ ῾Ρωμαίοις ἔθος ἐν τῇ νουμηνίᾳ τοῦ παρ' αὐτοῖς ᾿Ιαννουαρίου μηνός, πᾶσαν τὴν ἡμέραν καὶ πολὺ τῆς ἐπιλαβούσης νυκτὸς ἀνάλωσε μεταξὺ τῶν ἐπισκόπων διαγιγνώσκων, εἰσότε δὴ τῇ διακομισθείσῃ ἐξ ᾿Αριμήνου γραφῇ καὶ οἱ ἐκ Σελευκείας ἀφιγμένοι ὑπέγραψαν. 4.24.1 Οἱ δὲ ἀμφὶ ᾿Ακάκιον ἐπιμείναντές τινα χρόνον ἐν Κωνσταντινουπόλει μετεκαλέσαντο τοὺς ἐκ Βιθυνίας ἐπισκόπους, ἐν οἷς ἦν καὶ Μάρις ὁ Χαλκηδόνος καὶ Οὐλφίλας ὁ τῶν Γότθων. πεντήκοντα δὲ ὄντες εἰς ταὐτὸν συνῆλθον καὶ ἐβεβαίωσαν τὴν ἐν ᾿Αριμήνῳ ἀναγνωσθεῖσαν γραφήν, προσθέντες τοῦ λοιποῦ οὐσίαν ἢ ὑπόστασιν ἐπὶ θεοῦ ὀνομάζειν μηδόλως, παρὰ ταύτην δὲ τὴν γραφὴν ἀποκεκηρύχθαι πᾶσαν ἄλλην ἢ γενομένην ἢ μέλλουσαν. 4.24.2 ᾿Επεὶ δὲ ταῦτα ἔπραξαν, καθαιροῦσιν ᾿Αέτιον τῆς διακονίας ὡς ἐρι-στικῶς καὶ πρὸς ἔνδειξιν σοφίας ἐκκλησιαστικῆς προαιρέσεως ἀπᾳδούσης συγγράφοντά τε καὶ τὰς διαλέξεις δυσφήμως ποιούμενον, ταραχῆς τε καὶ στάσεων ταῖς ἐκκλησίαις αἴτιον. λέγεται δὲ πρός τινων, ὡς οὐκ ἀπὸ γνώμης τοῦτον καθεῖλον, ἀλλ' ἀφοσιούμενοι καὶ ταῖς περὶ αὐτῶν δόξαις πρὸς βασιλέα· 4.24.3 διεβάλλοντο γὰρ τὰ αὐτοῦ φρονεῖν. ἀποχρησάμενοι δὲ τῇ ὀργῇ βασιλέως, ἣν κατὰ Μακεδονίου εἶχεν ἐκ τῶν πρόσθεν εἰρημένων, καθαιροῦσιν αὐτὸν καὶ ᾿Ελεύσιον τὸν Κυζίκου ἐπίσκοπον καὶ Βασίλειον τὸν ᾿Αγκύρας καὶ ῾Εορ4.24.4 τάσιον τὸν Σάρδεων καὶ ∆ρακόντιον τὸν Περγάμου. διαφερόμενοί τε περὶ δόγματος ἐν τῷ καθαιρεῖν τούτους οὐκ ἐμέμφοντο τὴν αὐτῶν πίστιν, αἰτίας δὲ ἐπῆγον κοινῇ μὲν πᾶσιν, ὡς τὰς ἐκκλησίας ἐτάραξαν καὶ εἰς τοὺς ἐκκλησιαστικοὺς νόμους ἐξήμαρτον, ἰδίᾳ δὲ ἐγκλήματα ἐπέφερον Βασιλείῳ μὲν ὡς ∆ιογένην πρεσβύτερον ἐκ τῆς ᾿Αλεξανδρείας τὴν ῎Αγκυραν διοδεύοντα χάρτας τε ἀφείλετο καὶ ἐτύπτησε καὶ κληρικοὺς ἐκ τῆς ᾿Αντιοχείας καὶ τῶν παρὰ τὸν Εὐφράτην ποταμὸν Κίλικάς τε καὶ Γαλάτας καὶ ᾿Ασιανοὺς ὑπερορίαις φυγαῖς καὶ ἄλλαις τιμωρίαις ζημιοῦν ἀκρίτως τοῖς ἄρχουσιν ἐπέταττεν, ὡς καὶ σιδηρῶν αὐτοὺς πειραθῆναι δεσμῶν καὶ τὰ ὄντα προσαπολλύειν τοῖς 4.24.5 ἀπάγουσι στρατιώταις, ἵνα μὴ ὑβρίζωνται. ἐπῃτιῶντο δὲ αὐτὸν καὶ ὡς βασιλέως προστάξαντος ἀχθῆναι πρὸς Κεκρόπιον ᾿Αέτιόν τε καί τινας τῶν σὺν αὐτῷ ἀπολογησομένους ἐφ' οἷς ἐνεκάλει, πέπεικε τὸν ἐπιτραπέντα τὴν τοῦ κρατοῦντος