1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

24

θαυμαστὸν οὔπω τοσοῦτον, ὅπου γε καὶ πρὸς αὐτῶν τῶν ῾Ελλήνων συνωμολόγηται Σιβύλλης εἶναι τοῦτο· ὦ ξύλον μακαριστὸν ἐφ' οὗ θεὸς ἐξετανύσθη. τοῦτο γὰρ καὶ σπουδάζων τις ἐναντίος εἶναι οὐκ ἂν ἀρνηθείη. προὐσήμαινεν 2.1.11 οὖν τὸ τοῦ σταυροῦ ξύλον καὶ τὸ περὶ αὐτοῦ σέβας. τάδε μὲν ἡμῖν, ὡς παρειλήφαμεν, ἱστόρηται ἀνδρῶν τε ἀκριβῶς ἐπισταμένων ἀκούσασιν, εἰς οὓς ἐκ διαδοχῆς πατέρων εἰς παῖδας τὸ μανθάνειν παρεγένετο, καὶ ὅσοι γε αὐτὰ δὴ ταῦτα συγγράψαντες, ὡς δυνάμεως εἶχον, τοῖς ἔπειτα καταλελοίπασιν. 2.2.1 ᾿Αμφὶ δὲ τοῦτον τὸν χῶρον προθέμενος ὁ βασιλεὺς ναὸν ἐγεῖραι τῷ θεῷ προσέταξε τοῖς τῇδε ἄρχουσι προνοεῖν ὡς ἂν μάλιστα μεγαλοφυὲς καὶ πολυτελὲς ἀποδειχθείη τὸ ἔργον. ἐν μέρει δὲ καὶ ῾Ελένη ἡ αὐτοῦ μήτηρ δύο ναοὺς ᾠκοδόμησε, τὸν μὲν ἐν Βηθλεὲμ ἀμφὶ τὸ τῆς γεννήσεως τοῦ Χριστοῦ σπήλαιον, τὸν δὲ πρὸς ταῖς ἀκρωρείαις τοῦ ὄρους τῶν ᾿Ελαιῶν, ὅθεν ἐπὶ τὸν οὐρανὸν ἀνελήφθη. 2.2.2 Ταύτης δὲ πολλὰ μὲν καὶ ἄλλα δείκνυσι τὴν εὐσέβειαν καὶ εὐλάβειαν, οὐχ ἥκιστα δὲ καὶ τόδε. λέγεται γὰρ αὐτὴν τότε ἐν ῾Ιεροσολύμοις διατρίβουσαν συγκαλέσαι πρὸς ἑστίασιν τὰς ἱερὰς παρθένους καὶ ὑπηρέτιν γενέσθαι περὶ τὸ δεῖπνον, παρατιθεῖσαν τὰ ὄψα καὶ ὕδωρ ταῖς χερσὶν ἐπιχέουσαν καὶ τἆλλα ποιοῦσαν, ἃ θέμις διακονεῖσθαι τοὺς τῶν δαιτυμόνων θεράποντας. 2.2.3 τηνικαῦτα δὲ τὰς πόλεις τῆς ἕω περιιοῦσα τὰς μὲν κατὰ πόλιν ἐκκλησίας ἀναθήμασι τοῖς προσήκουσιν ἐτίμησε, πολλοὺς δὲ οὐσιῶν ἐκπεπτωκότας πλουσίους ἐποίησε, πενομένοις δὲ τὰ ἐπιτήδεια ἀφθόνως διένειμε, τοὺς δὲ χρονίων δεσμῶν καὶ ὑπερορίας φυγῆς καὶ μετάλλων ἠλευθέρωσε. καί μοι δοκεῖ τού2.2.4 των ἀξίας ἀπειληφέναι τὰς ἀμοιβάς· τὴν μὲν γὰρ ἐνταῦθα βιοτήν, ὡς οὐ πλέον ἐνεδέχετο, λαμπρῶς καὶ λίαν ἐπισήμως διήνυσε· Σεβαστή τε ἀνεκηρύχθη, καὶ εἰκόνι ἰδίᾳ χρυσοῦν νόμισμα κατεσήμανε, καὶ βασιλικῶν θησαυρῶν ἐξουσίαν παρὰ τοῦ παιδὸς λαβοῦσα κατὰ γνώμην ἐχρῆτο. ἐπεὶ δὲ ἔδει τὸν τῇδε καταλιπεῖν βίον, εὐκλεῶς ἐτελεύτησεν, ἔτη μὲν ἀμφὶ τὰ ὀγδοήκοντα γεγονυῖα, τὸν δὲ παῖδα καταλιποῦσα ἅμα Καίσαρσιν αὐτῆς ἐκγόνοις 2.2.5 πάσης τῆς ῾Ρωμαίων οἰκουμένης ἡγούμενον. εἰ δέ τίς ἐστι καὶ τούτων ὄνησις, οὐδὲ τελευτήσασαν ἡ λήθη ἐκάλυψεν· ἔχει δὲ αὐτῆς διηνεκοῦς μνήμης ἐνέχυρον ὁ μέλλων αἰὼν τὴν ἐπὶ Βιθυνίας πόλιν καὶ ἑτέραν παρὰ Παλαιστίνοις, ἀπ' αὐτῆς λαβούσας τὴν προσηγορίαν. ταῦτα μὲν ἡμῖν ὧδε περὶ ῾Ελένης εἰρήσθω. 2.3.1 ῾Ο δὲ βασιλεὺς ἀεί τι πονῶν εἰς εὐσέβειαν συνετέλει καὶ πανταχοῦ περικαλλεστάτους ναοὺς ἀνίστη τῷ Χριστῷ, διαφερόντως δὲ ἐν ταῖς μητροπόλεσιν, ὡς ἐπὶ τῆς Νικομηδέων τῆς Βιθυνῶν καὶ ᾿Αντιοχείας τῆς παρὰ τὸν ᾿Ορόντην ποταμὸν καὶ ἐπὶ τῆς Βυζαντίων πόλεως, ἣν ἴσα ῾Ρώμῃ κρατεῖν 2.3.2 καὶ κοινωνεῖν αὐτῇ τῆς ἀρχῆς κατεστήσατο. ἐπεὶ γὰρ κατὰ γνώμην αὐτῷ πάντα προὐχώρει, κατώρθωτο δὲ καὶ τὰ πρὸς τοὺς ἀλλοφύλους πολέμοις καὶ σπονδαῖς, ἔγνωκεν οἰκίσαι πόλιν ὁμώνυμον ἑαυτῷ καὶ τῇ ῾Ρώμῃ ὁμότιμον. καταλαβὼν δὲ τὸ πρὸ τοῦ ᾿Ιλίου πεδίον παρὰ τὸν ῾Ελλήσποντον ὑπὲρ τὸν Αἴαντος τάφον, οὗ δὴ λέγεται τὸν ναύσταθμον καὶ τὰς σκηνὰς ἐσχηκέναι τοὺς ἐπὶ Τροίαν ποτὲ στρατευσαμένους ᾿Αχαιούς, οἵαν ἐχρῆν καὶ ὅσην τὴν πόλιν διέγραψε· καὶ πύλας κατεσκεύασεν ἐν περιωπῇ, αἳ δὴ νῦν 2.3.3 ἔτι ἀπὸ θαλάσσης φαίνονται τοῖς παραπλέουσι. ταῦτα δὲ αὐτῷ πονοῦντι νύκτωρ ἐπιφανεὶς ὁ θεὸς ἔχρησεν ἕτερον ἐπιζητεῖν τόπον. καὶ κινήσας αὐτὸν εἰς τὸ Βυζάντιον τῆς Θρᾴκης πέραν Χαλκηδόνος τῆς Βιθυνῶν, ταύτην αὐτῷ οἰκίζειν ἀπέφηνε πόλιν καὶ τῆς Κωνσταντίνου ἐπωνυμίας ἀξιοῦν. ὁ δὲ τοῖς τοῦ θεοῦ λόγοις πεισθεὶς τὴν πρὶν Βυζάντιον προσαγορευομένην 2.3.4 εἰς εὐρυχωρίαν ἐκτείνας μεγίστοις τείχεσι περιέβαλεν. ἐπεὶ δὲ τοὺς αὐτόχθονας οὐχ ἱκανοὺς ἐνόμισεν εἶναι πολίτας τῷ μεγέθει τῆς πόλεως, μεγίστας οἰκίας ἀνὰ τὰς ἀγυιὰς σποράδην οἰκοδομήσας, ἄνδρας ἐν λόγῳ σὺν τοῖς οἰκείοις δεσπότας ποιήσας ἐν ταύταις κατῴκισε, τοὺς μὲν ἐκ τῆς πρεσ2.3.5 βυτέρας