1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

8

πρὸς ἑσπέραν ὠκεανοῦ. ἐπεὶ δὲ καὶ Κωνσταντῖνος τὴν αὐτὴν ἀρχὴν διεδέξατο, μᾶλλον διεφάνη τὰ τῆς ἐκκλησίας πράγματα. Μαξεντίου τε γὰρ τοῦ ῾Ερκουλίου παιδὸς ἀναιρεθέντος καὶ τῆς αὐτοῦ μοίρας εἰς Κωνσταντῖνον μεταπεσούσης λοιπὸν ἀδεῶς ἐθρήσκευον ὅσοι τε περὶ τὸν Θύβριν ποταμὸν ᾤκουν καὶ τὸν ᾿Ηριδανόν, ὃν Πάδον οἱ ἐπιχώριοι καλοῦσι, καὶ τὸν ῎Ακυλιν· εἰς ὃν λόγος καθελκυσθῆναι τὴν ᾿Αργὼ καὶ πρὸς τὸ Τυρρη-1.6.5 νῶν διασωθῆναι πέλαγος. οἱ γὰρ ᾿Αργοναῦται τὸν Αἰήτην φεύγοντες οὐ τὸν αὐτὸν πλοῦν ἐν τῇ ἐπανόδῳ ἐποιήσαντο. περαιωθέντες δὲ τὴν ὑπὲρ Σκύθας θάλασσαν διὰ τῶν τῇδε ποταμῶν ἀφίκοντο εἰς ᾿Ιταλῶν ὅρια, καὶ χειμάσαντες ἐνταῦθα πόλιν ἔκτισαν ῎Ημωνα προσαγορευομένην. τοῦ δὲ θέρους ἐπικαταλαβόντος, συμπραξάντων αὐτοῖς τῶν ἐπιχωρίων, ἀμφὶ τοὺς τετρακοσίους σταδίους ὑπὸ μηχανῆς ἕλκοντες τὴν ᾿Αργὼ διὰ γῆς ἐπὶ τὸν ῎Ακυλιν ποταμὸν ἤγαγον, ὃς τῷ ᾿Ηριδανῷ συμβάλλει· ᾿Ηριδανὸς δὲ εἰς τὴν κατὰ 1.6.6 ᾿Ιταλοὺς θάλασσαν τὰς ἐκβολὰς ἔχει. μετὰ δὲ τὴν περὶ Κιβάλας μάχην ∆αρδάνιοί τε καὶ Μακεδόνες καὶ ὅσοι περὶ τὸν ῎Ιστρον οἰκοῦσιν, ἥ τε καλου-μένη ῾Ελλὰς καὶ πᾶν τὸ ᾿Ιλλυριῶν ἔθνος ὑπὸ Κωνσταντῖνον ἐγένοντο. 1.7.1 Λικίνιος δὲ μετὰ τὴν ἐνθάδε τροπήν, πρότερον τὰ Χριστιανῶν πρεσβεύων, μετεβάλετο τὴν γνώμην καὶ πολλοὺς τότε τῶν ἐπὶ τῇ ἰδίᾳ ἀρχῇ ἱερέων ἐκάκωσε, πολλοὺς δὲ καὶ τῶν ἄλλων καὶ μάλιστα τοῦ στρατιωτικοῦ πλήθους. σφόδρα γὰρ ἀπηχθάνετο πρὸς τοὺς Χριστιανοὺς διὰ τὴν πρὸς Κωνσταντῖνον διαφοράν, οἰόμενος αὐτὸν λυπήσειν ταῖς δυσπραγίαις τῆς θρησκείας, ἅμα δὲ καὶ τὰς ἐκκλησίας ὑπολαμβάνων εὔχεσθαι καὶ σπουδάζειν ὑπ' αὐτοῦ 1.7.2 μόνου βασιλεύεσθαι. πρὸς τούτοις δέ, οἷα φιλεῖ γίνεσθαι, πάλιν εἰς μάχην καθίστασθαι μέλλων Κωνσταντίνῳ, τοῦ προσδοκωμένου πολέμου πρόνοιαν ἐποιεῖτο διά τε σφαγίων καὶ μαντειῶν, καὶ ὑπαχθείς τισιν ὑπισχνουμένοις 1.7.3 αὐτῷ κρατήσειν εἰς ῾Ελληνισμὸν ἐτράπη. ἀμέλει τοι καὶ ῞Ελληνές φασιν αὐτὸν τότε ἀποπειραθῆναι τοῦ ἐν Μιλήτῳ μαντείου τοῦ ∆ιδυμαίου ᾿Απόλλωνος· ἐρομένῳ δὲ αὐτῷ περὶ τοῦ πολέμου χρῆσαι τὸ δαιμόνιον τουτουσὶ τοὺς ῾Ομηρικοὺς στίχους· ῏Ω γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, Σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει. 1.7.4 ᾿Εκ πολλῶν μὲν οὖν καὶ ἄλλων ἔδοξέ μοι τὸ δόγμα τῶν Χριστιανῶν 1.7.4 θεοῦ προνοίᾳ συνίστασθαι καὶ εἰς τοσαύτην παρελθεῖν ἐπίδοσιν, οὐχ ἥκιστα δὲ ἐκ τῶν τότε γενομένων. μέλλοντι γὰρ ἤδη Λικινίῳ διώκειν πάσας τὰς ὑπ' αὐτὸν ἐκκλησίας συνίσταται ὁ ἐν Βιθυνίᾳ πόλεμος, ὃν τελευταῖον ἐπολέμησαν 1.7.5 πρὸς ἀλλήλους αὐτός τε καὶ Κωνσταντῖνος. τοσαύτῃ δὲ θείᾳ ῥοπῇ ἐχρήσατο Κωνσταντῖνος, ὡς κατὰ γῆν καὶ κατὰ θάλασσαν κρατῆσαι τῶν ἐναντίων, ἀποβαλόντα δὲ Λικίνιον τὸ πεζὸν καὶ τὸ ναυτικὸν ἑαυτὸν ἐν Νικομηδείᾳ προδοῦναι καὶ ἰδιώτην ἐπί τινα χρόνον διαγαγεῖν ἐν Θεσσαλονίκῃ κἀκεῖσε ἀναιρεθῆναι, ἄνδρα τὰ πρῶτα τῆς ἡγεμονίας ἐν πολέμοις καὶ τοῖς ἄλλοις εὐδοκιμώτατον γενόμενον καὶ τῷ γάμῳ τῆς ἀδελφῆς Κωνσταντίνου τετιμημένον, εἰς τοῦτο δὲ καταστάντα τέλους. 1.8.1 Κωνσταντῖνος δέ, εἰς μόνον αὐτὸν πάσης τῆς ῾Ρωμαίων ἀρχῆς περιστάσης, γράμματι δημοσίῳ προηγόρευσε τοῖς ἀνὰ τὴν ἕω ὑπηκόοις τὴν Χριστιανῶν σέβειν θρησκείαν καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν, θεῖον δὲ νοεῖν μόνον ὃ καὶ ὄντως ἐστὶ καὶ διαρκῆ κατὰ παντὸς τοῦ χρόνου τὴν δύναμιν ἔχει. τάδε μὲν γὰρ σπουδάζουσιν ἄφθονα πάντα τὰ ἀγαθὰ φιλεῖν προσγίνεσθαι, καὶ ἅπερ ἂν ἐγχειρῶσιν, μετὰ χρηστῶν ἐλπίδων ἀπαντᾶν· τοῖς δὲ περὶ τὸ κρεῖττον ἁμαρτάνουσιν κοινῇ καὶ ἰδίᾳ ἐν πολέμοις τε καὶ 1.8.2 εἰρήνῃ πάντα δυσχερῆ συμβαίνειν. χάριν τε ὁμολογῶν, οὐ κομπάζων λέγειν ἰσχυρίζετο, ὡς ἐπιτήδειον ὑπηρέτην ἀξιώσας αὐτὸν εἶναι ὁ θεὸς τῆς αὐτοῦ βουλήσεως ἀπὸ τῆς πρὸς Βρεττανοὺς θαλάσσης μέχρι τῶν ἑῴων χωρίων προήγαγεν, ὅπως ἡ Χριστιανῶν αὐξηθείη θρησκεία καὶ οἱ θεραπείας θεοῦ ἕνεκεν καρτερικοὶ διαμείναντες ἐν ὁμολογίαις ἢ μαρτυρίαις ἐπι1.8.3 φανέστεροι ταῖς τιμαῖς