1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

52

δὲ τὴν Παύλου χειροτονίαν παραγενόμενος ὁ βασιλεύς (ἔτυχε γὰρ τότε ἀπό3.4.3 δημος) ἐχαλέπαινεν ὡς ἀναξίῳ τῆς ἐπισκοπῆς ἐπιτραπείσης. ἐξ ἐπιβουλῆς τε τῶν πρὸς Παῦλον ἀπεχθανομένων σύνοδον καθίσας, τὸν μὲν ἀπεώσατο τῆς ἐκκλησίας, Εὐσεβίῳ δὲ τῷ Νικομηδείας ἐπισκόπῳ τὸν Κωνσταντινουπόλεως θρόνον παρέδωκε. 3.5.1 Καὶ ὁ μὲν τάδε πράξας εἰς ᾿Αντιόχειαν τῆς Συρίας ἧκεν. ἤδη δὲ ἐξεργασθείσης τῆς ἐνθάδε ἐκκλησίας, ἣν μεγέθει καὶ κάλλει ὑπερφυᾶ ἔτι περιὼν Κωνσταντῖνος, ὑπουργῷ χρησάμενος Κωνσταντίῳ τῷ παιδί, οἰκοδομεῖν ἤρξατο, εἰς καιρὸν ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐσέβιον πάλαι τοῦτο σπουδάζουσι 3.5.2 σύνοδον γενέσθαι. οἳ δὴ τότε καὶ ἕτεροι τῶν τὰ αὐτὰ φρονούντων αὐτοῖς εἰς ἐνενήκοντα καὶ ἑπτὰ τελοῦντες ἐπισκόπους πολλαχόθεν εἰς ᾿Αντιόχειαν συνῆλθον, προφάσει μὲν ἐπὶ ἀφιερώσει τῆς νεουργοῦ ἐκκλησίας, ὡς δὲ τὸ ἀποβὰν ἔδειξεν, ἐπὶ μεταποιήσει τῶν ἐν Νικαίᾳ δοξάντων. ἡγεῖτο δὲ τηνικαῦτα τῆς ᾿Αντιοχέων ἐκκλησίας Πλάκητος μετὰ Εὐφρόνιον, πέμπτον δὲ 3.5.3 ἔτος ἠνύετο ἀπὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου τελευτῆς. ἐπεὶ δὲ πάντες οἱ ἐπίσκοποι συνῆλθον, παρῆν δὲ καὶ ὁ βασιλεὺς Κωνστάντιος, ἠγανάκτουν οἱ πλείους καὶ δεινῶς ᾿Αθανάσιον ἐπῃτιῶντο ὡς ἱερατικὸν ὑπεριδόντα θεσμόν, ὃν αὐτοὶ ἔθεντο, καὶ πρὶν ἐπιτραπῆναι παρὰ συνόδου τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν ἀπολαβόντα. ἐκ τούτου δὲ καὶ θανάτου πολιτῶν αἴτιον αὐτὸν ἔλεγον ὡς, ἡνίκα εἰς τὴν πόλιν εἰσῄει, στάσεως κινηθείσης καὶ πολλῶν 3.5.4 μὲν ἀναιρεθέντων, τῶν δὲ δικαστηρίοις παραδοθέντων. μεγίστης τε διαβολῆς ὑπὸ τοιούτων λόγων κατὰ ᾿Αθανασίου ὑφανθείσης ἐψηφίσαντο Γρηγόριον τῆς ᾿Αλεξανδρέων ἐκκλησίας προστατεῖν. 3.5.5 ᾿Εκ τούτου δὲ μεταβάντες εἰς τὴν περὶ τοῦ δόγματος ζήτησιν τοῖς μὲν ἐν Νικαίᾳ δόξασιν οὐδὲν ἐμέμψαντο, γράμματα δὲ διεπέμψαντο τοῖς κατὰ πόλιν ἐπισκόποις, οἷς ἐδήλωσαν, ὡς ἐπίσκοποι ὄντες οὐκ ἠκολούθησαν ᾿Αρείῳ (πῶς γὰρ πρεσβυτέρῳ ὄντι;), δοκιμασταὶ δὲ γενόμενοι τῆς πίστεως αὐτοῦ μᾶλλον αὐτὸν προσήκαντο, πιστεύειν δὲ σφᾶς κατὰ τὴν ἐξ ἀρχῆς παραδο3.5.6 θεῖσαν πίστιν. εἶναι δὲ ταύτην ἣν ὑπέταξαν τῇ αὐτῶν ἐπιστολῇ, οὐσίας μὲν πατρὸς ἢ υἱοῦ ἢ τοῦ ὁμοουσίου ὀνόματος μηδαμῶς μεμνημένην, ἐπαμφοτερίζουσαν δὲ ταῖς ἐννοίαις, ὡς μήτε τοὺς τὰ ᾿Αρείου φρονοῦντας μήτε τοὺς ἑπομένους τῇ ἐν Νικαίᾳ συνόδῳ δύνασθαι τῇ συντάξει τῶν ῥημάτων ἐπισκήπ3.5.7 τειν ὡς ἀγνώστων ταῖς ἱεραῖς γραφαῖς. παραλιπόντες γάρ, ἅπερ ἑκάτεροι οὐ προσίεντο, τὰ παρ' ἑκατέρων ὁμολογούμενα τεθείκασιν ὀνόματα ταύτῃ τῇ γραφῇ· συνεῖναι μὲν γὰρ τὸν υἱὸν τῷ πατρὶ καὶ μονογενῆ καὶ θεὸν εἶναι καὶ πρὸ πάντων ὑπάρχειν, σάρκα τε ἀνειληφέναι καὶ τὴν πατρῴαν πεπληρωκέναι βουλήν, καὶ τὰ ἄλλα ὁμοίως συνωμολόγησαν· πότερον δὲ 3.5.8 συναΐδιος καὶ ὁμοούσιός ἐστι τῷ πατρὶ ἢ τοὐναντίον, οὐκ ἐνέγραψαν. με3.5.8 ταμεληθέντες δὲ ὡς ἔοικεν ἐπὶ ταύτῃ τῇ γραφῇ, πάλιν ἑτέραν παρὰ ταύτην ἐξέθεντο, τὰ μὲν ἄλλα, ὡς οἶμαι, συνᾴδουσαν τῷ δόγματι τῶν ἐν Νικαίᾳ συνελθόντων, εἰ μή τις ἐμοὶ ἄδηλος διάνοια τοῖς ῥητοῖς ἀφανῶς ἔγκειται· οὐκ οἶδα δὲ ἀνθ' ὅτου ὁμοούσιον εἰπεῖν τὸν υἱὸν παραιτησάμενοι ἄτρεπτόν τε καὶ ἀναλλοίωτον τῆς θεότητος ἀπεφήναντο, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα καὶ πρωτότοκον πάσης κτίσεως. 3.5. ἔλεγον δὲ ταύτην τὴν πίστιν ὁλόγραφον εὑρηκέναι Λουκιανοῦ τοῦ ἐν Νικομηδείᾳ μαρτυρήσαντος, ἀνδρὸς τά τε ἄλλα εὐδοκιμωτάτου καὶ τὰς ἱερὰς γραφὰς εἰς ἄκρον ἠκριβωκότος· πότερον δὲ ἀληθῶς ταῦτα ἔφασαν ἢ τὴν ἰδίαν γραφὴν σεμνοποιοῦντες τῷ ἀξιώματι τοῦ μάρτυρος, λέγειν οὐκ ἔχω. 3.5.10 Μετέσχον δὲ ταύτης τῆς συνόδου οὐ μόνον Εὐσέβιος, ὃς μετὰ Παῦλον ἐκβεβλημένον ἐκ Νικομηδείας μεταστὰς τὸν Κωνσταντινουπόλεως εἶχε θρόνον, ἀλλὰ καὶ ᾿Ακάκιος ὁ Εὐσεβίου τοῦ Παμφίλου διάδοχος καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Θεόδωρος ὁ ῾Ηρακλείας τῆς πρὶν Περίνθου ὀνομαζομένης, Εὐδόξιός τε ὁ Γερμανικείας, ὃς ὕστερον μετὰ Μακεδόνιον