1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

25

῾Ρώμης, τοὺς δὲ ἐξ ἑτέρων ἐθνῶν μετακαλεσάμενος. φόρους δὲ τάξας, τοὺς μὲν εἰς οἰκοδομὰς καὶ κάλλη τῆς πόλεως, τοὺς δὲ εἰς ἀποτροφὴν τῶν πολιτῶν, ἅπασί τε τοῖς ἄλλοις τὰ περὶ τὴν πόλιν διαθεὶς ἱπποδρόμῳ τε καὶ κρήναις καὶ στοαῖς καὶ λοιποῖς οἰκοδομήμασι φιλοτίμως κοσμήσας, Νέαν ῾Ρώμην Κωνσταντινούπολιν ὠνόμασε, καὶ βασιλίδα κατέστησε τῶν ὅσοι τὴν ῾Ρωμαίων ὑπήκοον γῆν οἰκοῦσι πρὸς ἄρκτον καὶ νότον καὶ ἥλιον ἀνίσχοντα καὶ τὰ ἐν μέσῳ πελάγη ἐκ τῶν περὶ τὸν ῎Ιστρον πόλεων καὶ ᾿Επιδάμνου τῶν <τε> πρὸς τῷ ᾿Ιονίῳ κόλπῳ μέχρι Κυρήνης καὶ τῶν 2.3.6 τῇδε Λιβύων παρὰ τὸ Βόρειον καλούμενον. βουλευτήριόν τε μέγα, ἣν σύγκλητον ὀνομάζουσιν, ἕτερον συνεστήσατο, τὰς αὐτὰς τάξας τιμὰς καὶ ἱερομηνίας, ᾗ καὶ ῾Ρωμαίοις τοῖς πρεσβυτέροις ἔθος. ἐν πᾶσι δὲ δεῖξαι σπουδάσας ἐφάμιλλον τῇ παρὰ ᾿Ιταλοῖς ῾Ρώμῃ τὴν ὁμώνυμον αὐτῷ πόλιν οὐ διή-μαρτεν. εἰς τοσοῦτον γάρ, σὺν θεῷ φάναι, ἐπέδωκεν, ὡς καὶ τοῖς σώμασι 2.3.7 καὶ τοῖς χρήμασι μείζονα συνομολογεῖσθαι. τούτου δὲ πρόφασιν ἡγοῦμαι τὸ τοῦ οἰκιστῆρος καὶ τὸ τῆς πόλεως θεοφιλὲς καὶ τῶν οἰκητόρων τὸν περὶ τοὺς ἐνδεεῖς ἔλεον καὶ φιλοτιμίαν. εἰς τοσοῦτον γὰρ τῆς εἰς Χριστὸν πίστεως ἐπαγωγός ἐστιν, ὡς πολλοὺς μὲν ᾿Ιουδαίους, ῞Ελληνας δὲ σχεδὸν ἅπαντας αὐτόθι χριστιανίζειν. ἀρξαμένη δὲ βασιλεύειν, καθ' ὃν συνέβη χρόνον καὶ τὴν θρησκείαν εἰς πλῆθος ἐπιδιδόναι, οὔτε βωμῶν οὔτε ῾Ελληνικῶν ναῶν ἢ θυσιῶν ἐπειράθη, πλὴν ὅσον παρὰ ᾿Ιουλιανοῦ τοῦ βασιλεύσαντος ὕστερον πρὸς ὀλίγον ἐπεχειρήθη καὶ αὐτίκα ἀπέσβη. ταύτην μὲν οὖν ὡσεί τινα νεοπαγῆ Χριστοῦ πόλιν καὶ ὁμώνυμον ἑαυτῷ γεραίρων Κωνσταντῖνος πολλοῖς καὶ μεγάλοις 2.3.8 ἐκόσμησεν εὐκτηρίοις οἴκοις. συνελαμβάνετο δὲ καὶ τὸ θεῖον τῇ προθυμίᾳ τοῦ βασιλέως καὶ ταῖς ἐπιφανείαις ἐπιστοῦτο ἁγίους καὶ σωτηρίους εἶναι τοὺς ἀνὰ τὴν πόλιν εὐκτηρίους οἴκους. ἐπισημοτάτην δὲ μάλιστα ξένοις τε καὶ ἀστοῖς ἐξ ἐκείνου γενέσθαι συνωμολόγηται τὴν ἐν ταῖς ῾Εστίαις ποτὲ καλουμέναις ἐκκλησίαν. τόπος δὲ οὗτος ὁ νῦν Μιχαήλιον ὀνομαζόμενος ἐν δεξιᾷ καταπλέοντι ἐκ Πόντου εἰς Κωνσταντινούπολιν, διεστὼς αὐτῆς πλωτῆρι μὲν ἀμφὶ τριάκοντα καὶ πέντε στάδια, ἑβδομήκοντα δὲ καὶ πρὸς κύκλῳ περι2.3. οδεύοντι τὸν διὰ μέσου πορθμόν. ἔλαχε δὲ τὸ χωρίον τοῦτο τὴν νυνὶ κρατοῦσαν προσηγορίαν, καθότι πεπίστευται ἐνθάδε ἐπιφαίνεσθαι Μιχαὴλ τὸν θεῖον ἀρχάγγελον. τοῦτο δὲ κἀγὼ εὐεργετημένος τὰ μέγιστα ἀληθὲς εἶναι σύμφημι. δεικνύει δὲ τοῦθ' οὕτως ἔχειν καὶ ἀπὸ πολλῶν ἄλλων ἡ τῶν πραγμάτων πεῖρα· οἱ μὲν γὰρ περιπετείαις δειναῖς ἢ κινδύνοις ἀφύκτοις, οἱ δὲ νόσοις ἢ πάθεσιν ἀγνώστοις περιπεσόντες, εὐξάμενοι ἐνταῦθα τῷ θεῷ ἀπαλ2.3.10 λαγὴν εὑρήκασιν τῶν συμφορῶν. ἀλλὰ τὰ μὲν καθ' ἕκαστον ὅπως συνέβη καὶ τίσι, μακρὸν ἂν εἴη λέγειν· οἷον δὲ ᾿Ακυλίνῳ ὑπῆρξεν, ἀνδρὶ εἰσέτι νῦν ἡμῖν συνδιατρίβοντι καὶ ἐν τοῖς αὐτοῖς δικαστηρίοις δίκας ἀγορεύοντι, τὰ μὲν παρ' αὐτοῦ ἀκούσας, τὰ δὲ καὶ θεασάμενος, ἀναγκαίως ἐρῶ. ἐπεὶ γὰρ λάβρος πυρετὸς ὑπὸ ξανθῆς χολῆς κινηθεὶς ἐπέλαβεν αὐτόν, ἐπίλυτόν τι φάρμακον δεδώκασιν αὐτῷ πιεῖν οἱ ἰατροί· καὶ τοῦτο ἐξήμεσεν, ἅμα δὲ τῷ ἐμέτῳ ἐκχυθεῖσα ἡ χολὴ πρὸς ὁμόχροον ἰδέαν ἔβαψε τὴν ἐπιφάνειαν· ἐκ τούτου δὲ πᾶν ὄψον καὶ ποτὸν ἐξήμει. ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ τοῦτο ὑπέμενε, μὴ ἠρεμούσης τε ἐν αὐτῷ τῆς τροφῆς ἠπόρει πρὸς τὸ πάθος ἡ 2.3.11 τῶν ἰατρῶν τέχνη, ἤδη ἡμιθανὴς ὢν παρεκελεύσατο τοῖς οἰκείοις φέρειν αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἰσχυρισάμενος ἢ αὐτόθι ἀποθανεῖσθαι ἢ τῆς νόσου ἀπαλλαγήσεσθαι. κειμένῳ δὲ ἐνθάδε νύκτωρ ἐπιφανεῖσα θεία δύναμις προσέταξε τὰ ἐσθιόμενα πόματι βάπτειν τοιούτῳ, ὃ σύνθετον ἐκ μέλιτος καὶ οἴνου καὶ πεπέρεως ἀναμιγνυμένων ἅμα τὴν κατασκευὴν ἔχει. ὃ δὴ τῆς νόσου ἀπήλλαξε τὸν ἄνθρωπον· καίτοι γε τοῖς ἰατροῖς κατὰ λόγον τῆς τέχνης 2.3.12 ἐναντίον ἐδόκει παθήμασι ξανθῆς χολῆς πομάτων τὸ θερμότατον. ἐπυθόμην δὲ καὶ Προβιανόν, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις