1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

88

᾿Ελεύσιος ὁ Κυζικηνός «εἰ μέν», ἔφη, «Βασίλειος ἢ Μᾶρκος καθ' ἑαυτούς τινα πεπράχασιν, ἢ ἰδίᾳ περί τινων ἀλλήλοις ἐγκαλοῦσιν αὐτοί τε καὶ οἱ ἀμφὶ ᾿Ακάκιον, οὐδὲν τῇ συνόδῳ διαφέρει, οὐδὲ πότερον καλῶς ἢ ἄλλως ἔχει ἡ ἐκτεθεῖσα παρ' αὐτῶν πίστις πολυπραγμονεῖν ἀναγκαῖον»· τῇ μέντοι παρὰ τῶν παλαιοτέρων ἐνενήκοντα καὶ ἑπτὰ ἱερέων ἐν ᾿Αντιοχείᾳ κυρωθείσῃ χρῆναι ἕπεσθαι· παρὰ ταῦτα δὲ 4.22.23 εἴ τις εἰσηγοῖτο, ἀλλότριον εἶναι εὐσεβείας καὶ τῆς ἐκκλησίας. ὡς δὲ τούτοις οἱ σὺν αὐτῷ πάντες ἐπευφήμησαν, τότε μὲν ὁ σύλλογος διελύθη. Τῇ δὲ ὑστεραίᾳ οὐκέτι εἰς ταὐτὸ συνιέναι ἠνείχοντο οἱ περὶ ᾿Ακάκιον καὶ 4.22.24 Γεώργιον. οὐ μὴν οὐδὲ Λεωνᾶς κληθεὶς παρεγένετο· περιφανῶς γὰρ ἤδη τὰ τούτων ἐφρόνει. ἀμέλει τοι οἱ πρὸς αὐτὸν ἀφικόμενοι ἐν τῇ αὐτοῦ οἰκίᾳ κατέλαβον τοὺς περὶ ᾿Ακάκιον. δεομένων δὲ καὶ καλούντων αὐτὸν ἐπὶ τὸν σύλλογον οὐχ ὑπήκουσεν, ὡς τῆς συνόδου διχονοούσης, αὐτοῦ δὲ παρεῖναι προσταχθέντος παρὰ βασιλέως συναινούντων πάντων καὶ εἰς ταὐτὸν συνιόν4.22.25 των. ἐπεὶ δὲ χρόνος διετρίβετο, πολλάκις μὲν τῶν ἄλλων τοὺς ἀμφὶ ᾿Ακάκιον καλούντων, τῶν δὲ πῇ μὲν εἰς τὴν Λεωνᾶ οἰκίαν ῥητοὺς συνελθεῖν ἀξιούντων, πῇ δὲ αὐτοὺς κρίνειν τοὺς ἄλλους ἰσχυριζομένων παρὰ βασιλέως ἐπιτετράφθαι, οὐδὲ τὴν αὐτὴν πίστιν ὁμολογεῖν ἠβούλοντο ἢ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι, οὔτε εἰς τὴν κατὰ Κύριλλον ἐξέτασιν παραγενέσθαι ἠνείχοντο, ὃν αὐτοὶ καθεῖλον, καὶ ὁ κατεπείγων οὐκ ἦν, καθαιροῦσιν ἄλλους τέ τινας καὶ Γεώργιον τὸν ᾿Αλεξανδρείας ἐπίσκοπον καὶ ᾿Ακάκιον τὸν Και-σαρείας καὶ Οὐράνιον τὸν Τύρου καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Εὐ4.22.26 δόξιον τὸν ᾿Αντιοχείας. τοὺς δὲ πλείους ἀκοινωνήτους ἐποίησαν, ἄχρις ἂν πρὸς τὰ ἐπαγόμενα ἐγκλήματα ἀπολογήσωνται, καὶ τὰ πραχθέντα τῇ ἑκά4.22.27 στου παροικίᾳ ἔγραψαν. ἀντὶ δὲ Εὐδοξίου ᾿Αδριανὸν ἐχειροτόνησαν ᾿Αντιο-χέων ἐπίσκοπον, πρεσβύτερον ὄντα τοῦ ἐκεῖσε κλήρου. συλλαβόντες δὲ τοῦτον οἱ ἀμφὶ ᾿Ακάκιον Λεωνᾷ καὶ Λαυρακίῳ παρέδωκαν· οἱ δὲ τότε μὲν ἐν στρατιωτικῇ φρουρᾷ αὐτὸν εἶχον, ὕστερον δὲ ὑπερορίαν αὐτοῦ φυγὴν κατεδίκασαν. 4.22.28 τοῦτο πέρας, ὡς ἐν βραχεῖ, ἡ ἐν Σελευκείᾳ σύνοδος ἔσχεν. ᾧ δὲ φίλον ἀκριβῶς τὰ καθ' ἕκαστον εἰδέναι, ἐκ τῶν ἐπὶ τούτοις πραχθέντων ὑπομνημάτων εἴσεται, ἃ ταχυγράφοι παρόντες ἀνεγράψαντο. 4.23.1 ᾿Επεὶ δὲ τάδε ὧδε ἐγένετο, οἱ μὲν ἀμφὶ τὸν ᾿Ακάκιον σπουδῇ ἐπὶ τὰ βασίλεια ἀφίκοντο, οἱ δὲ ἄλλοι ἕκαστος οἴκαδε ἀνεχώρουν. δέκα δέ, ὡς προστέτακτο, κοινῇ γνώμῃ ἐπιτραπέντες πρὸς βασιλέα παραγενέσθαι καταλαμβάνουσι τοὺς ἀπεσταλμένους δέκα παρὰ τῶν ἐν ᾿Αριμήνῳ συνελθόντων, τοὺς δὲ ἀμφὶ ᾿Ακάκιον ἤδη κατωρθωκότας τὰ αὐτῶν φρονεῖν τοὺς ἐν τοῖς βασιλείοις δυναμένους καὶ διὰ τούτων πραγματευσαμένους τὴν παρὰ τοῦ κρα4.23.2 τοῦντος εὔνοιαν. εἶναι γάρ, ὡς ἐλέγετο, τοὺς μὲν ὁμοδόξους αὐτοῖς, τοὺς δὲ ταῖς ἐκκλησιαστικαῖς οὐσίαις διεφθάρθαι, τοὺς δὲ θωπείαις λόγων ἐξηπατῆσθαι καὶ τῇ ἀξίᾳ τοῦ πείθοντος. οὐ γὰρ ὁ τυχὼν ἐδόκει ᾿Ακάκιος, φύσει τε δεινὸς ὢν νοεῖν καὶ λέγειν καὶ τὰ βεβουλευμένα εἰς ἔργον ἄγειν καὶ ἐπισήμου προεστὼς ἐκκλησίας καὶ Εὐσέβιον τὸν Παμφίλου, μεθ' ὃν τὴν αὐτοῦ ἐπισκοπὴν ἤνυε, διδάσκαλον αὐχῶν καὶ τῇ δοκήσει καὶ διαδοχῇ τῶν αὐτοῦ βιβλίων πλείω τῶν ἄλλων εἰδέναι ἀξιῶν. καὶ ὁ μὲν τοιοῦτος ὢν ῥᾳδίως ἅ γε ἠβούλετο διεσκεύαζεν. 4.23.3 ῎Οντων δὲ ἐν Κωνσταντινουπόλει τῶν ἐξ ἑκατέρας συνόδου εἴκοσι καὶ ἄλλων, οἵπερ ἔτυχον ἐνδημοῦντες, τὸ μὲν πρῶτον ἐπιτρέπεται δικάσαι τῇ κατὰ ᾿Αέτιον ζητήσει παρόντων τῶν ἀπὸ τῆς μεγάλης βουλῆς ἐξάρχων ὁ ᾿Ονωρᾶτος, ὃν βασιλεὺς οὐ πρὸ πολλοῦ ἀπὸ τῆς πρὸς δύσιν ἀρχομένης ἐπαν4.23.4 ελθὼν πρῶτον ὕπαρχον Κωνσταντινουπόλεως ἀπέφηνεν. ὕστερον δὲ καὶ αὐτοῦ Κωνσταντίου σὺν τοῖς ἄρχουσι διαγνόντος φωρᾶται ᾿Αέτιος κακόνους ὢν περὶ τὴν πίστιν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄλλους ὡς ἐπὶ βλασφήμοις αὐτοῦ λόγοις χαλεπῆναι. λέγεται δὲ