1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

142

φιλοσοφοῦσιν ἐπιμελῶς παιδευθεὶς καὶ περὶ τὸ θεῖον ὅτι μάλιστα προθύμως ἐσπούδαζε καὶ πρὸς 6.31.11 τοὺς πέλας ἀγαθὸς ἐτύγχανεν. ἡ μὲν ῾Ρινοκορούρων ἐκκλησία τοιούτων ἐξ ἀρχῆς ἡγεμόνων ἐπιτυχοῦσα οὐ διέλιπεν ἐξ ἐκείνου μέχρι καὶ εἰς ἡμᾶς καὶ εἰσέτι νῦν τοῖς ἐκείνων χρωμένη θεσμοῖς καὶ ἀγαθοὺς ἄνδρας φέρουσα· κοινὴ δέ ἐστι τοῖς αὐτόθι κληρικοῖς οἴκησίς τε καὶ τράπεζα καὶ τἆλλα πάντα. 6.32.1 Οὐ μὴν ἀλλὰ καὶ Παλαιστίνη μοναχῶν ἀνδρῶν διατριβαῖς ἤνθει. οἵ τε γὰρ πλείους ὧν ἐν τῇ Κωνσταντίου βασιλείᾳ ἀπηριθμησάμην, ἔτι περιῆσαν ταύτην τὴν ἐπιστήμην σεμνύνοντες, οἱ δὲ ταῖς αὐτῶν συνουσίαις εἰς ἄκρον ἀρετῆς ἐπέδοσαν καὶ εἰς εὔκλειαν μείζονα τοῖς ἐνθάδε φροντιστηρίοις 6.32.2 προσετέθησαν. ὧν ἦν ῾Ησυχᾶς ὁ ῾Ιλαρίωνος ἑταῖρος καὶ ᾿Επιφάνιος ὁὕστερον Σαλαμῖνος τῆς Κύπρου γενόμενος ἐπίσκοπος. ἐφιλοσόφησε δὲ 6.32.3 ῾Ησυχᾶς μὲν οὗ καὶ ὁ διδάσκαλος, ᾿Επιφάνιος δὲ ἀμφὶ Βησανδούκην κώμην ὅθεν ἦν, νομοῦ ᾿Ελευθεροπόλεως. ἐκ νέου δὲ ὑπὸ μοναχοῖς ἀρίστοις παιδευθεὶς καὶ τούτου χάριν ἐν Αἰγύπτῳ πλεῖστον διατρίψας χρόνον, ἐπισημότατος ἐπὶ μοναστικῇ φιλοσοφίᾳ γέγονε παρά τε Αἰγυπτίοις καὶ Παλαιστίνοις, μετὰ δὲ ταῦτα καὶ Κυπρίοις, παρ' οἷς ᾑρέθη τῆς μητροπόλεως 6.32.4 τῆς νήσου ἐπισκοπεῖν. ὅθεν οἶμαι μᾶλλον κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν ὑφ' ἥλιον ἀοιδιμώτατός ἐστιν. ὡς ἐν ὁμίλῳ γὰρ καὶ πόλει μεγάλῃ τε καὶ παράλῳ ἱερωμένος καὶ μεθ' ὅσης ἀρετῆς εἶχε πολιτικοῖς ἐμβαλὼν πράγμασιν, ἀστοῖς καὶ ξένοις παντοδαποῖς γνώριμος ἐν ὀλίγῳ ἐγένετο, τοῖς μὲν θεασαμένοις καὶ πεῖραν λαβοῦσι τῆς αὐτοῦ πολιτείας, τοῖς δὲ παρὰ τούτων 6.32.5 πυθομένοις. πρὸ δὲ τῆς εἰς Κύπρον ἀποδημίας ἔτι ἐν Παλαιστίνῃ διέτριβεν ἐπὶ τῆς παρούσης ἡγεμονίας, ἡνίκα δὴ ἐν τοῖς τῇδε φροντιστηρίοις εὖ μάλα διέπρεπον Σαλαμάνης τε καὶ Φούσκων καὶ Μαλαχίων καὶ Κρισπίων ἀδελφοί· ἐφιλοσόφουν δὲ ἀμφὶ Βηθελέαν κώμην τοῦ νομοῦ Γάζης. καὶ γὰρ δὴ 6.32.6 καὶ εὐπατρίδαι τῶν ἔνθεν ἦσαν. διδασκάλου δὲ ταύτης τῆς φιλοσοφίας ἔτυχον ῾Ιλαρίωνος, ἀφ' οὗ λέγεταί ποτε τούτων ἅμα οἴκοι ἀπιόντων ἐκ μέσου ἁρπαγῆναί πως τὸν Μαλαχίωνα καὶ ἀφανῆ γενέσθαι, ἐξαπίνης τε πάλιν ἀναφανῆναι, τὴν αὐτὴν ὁδὸν συμβαδίζοντα τοῖς ἀδελφοῖς, μετ' οὐ πολὺ δὲ ἀποβιῶναι, νέον μὲν ἔτι ὄντα, τῶν γεγηρακότων δὲ ἐν φιλοσοφίᾳ 6.32.7 κατ' ἀρετὴν βίου καὶ θεοφίλειαν οὐ λειπόμενον. καὶ ᾿Αμμώνιος δὲ ὡσεὶ δέκα σταδίοις τούτων διεστὼς ᾤκει ἀμφὶ Χαφαρχόνβραν, κώμην Γαζαίαν ἀφ' ἧς τὸ γένος εἶχεν, ἀνὴρ ἀκριβῶς ὅτι μάλιστα καὶ ἀνδρείως ἐν τῇ ἀσκήσει 6.32.8 διαγενόμενος. Σιλβανὸς δέ, ὃν διὰ τὴν ἄγαν ἀρετὴν ὑπὸ ἀγγέλων ὑπη6.32.8 ρετούμενον θεαθῆναι λόγος, Παλαιστῖνος ὢν ἔτι οἶμαι κατὰ τὴν Αἴγυπτον ἐφιλοσόφει τότε· ὕστερον δὲ ἐν τῷ Σιναίῳ ὄρει ὀλίγον διατρίψας, μετὰ τοῦτο τὴν ἐν Γεράροις ἐν τῷ χειμάρρῳ μεγίστην τε καὶ ἐπισημοτάτην πλείστων ἀγαθῶν ἀνδρῶν συνοικίαν συνεστήσατο· ἧς μετ' αὐτὸν ἡγήσατο Ζαχαρίας ὁ θεσπέσιος. 6.33.1 ᾿Εντεῦθεν δὲ ἐπὶ Συρίαν καὶ Πέρσας τοὺς Σύρων ὁμόρους ἰτέον· οἳ δὴ πρὸς πλῆθος ἐπέδωκαν, τοῖς ἐν Αἰγύπτῳ φιλοσοφοῦσιν ἁμιλλώμενοι. διέπρεπον δὲ ὅτι μάλιστα τότε παρὰ μὲν Νισιβηνοῖς ἀμφὶ τὸ Σιγάρον καλούμενον ὄρος Βαθθαῖος καὶ Εὐσέβιος καὶ Βαργῆς καὶ ῾Αλᾶς καὶ ᾿Αββῶς, Λάζαρός τε ὁ γεγονὼς ἐπίσκοπος καὶ ᾿Αβδάλεως καὶ Ζήνων καὶ ῾Ηλιό6.33.2 δωρος ὁ γέρων. τούτους δὲ καὶ βοσκοὺς ἀπεκάλουν, ἔναγχος τῆς τοιαύτης φιλοσοφίας ἄρξαντας· ὀνομάζουσι δὲ αὐτοὺς ὧδε, καθότι οὔτε οἰκήματα ἔχουσιν οὔτε ἄρτον ἢ ὄψον ἐσθίουσιν οὔτε οἶνον πίνουσιν, ἐν δὲ τοῖς ὄρεσι διατρίβοντες ἀεὶ τὸν θεὸν εὐλογοῦσιν ἐν εὐχαῖς καὶ ὕμνοις κατὰ θεσμὸν τῆς ἐκκλησίας. τροφῆς δὲ ἡνίκα γένηται καιρός, καθάπερ νεμόμενοι, 6.33.3 ἅρπην ἔχων ἕκαστος, ἀνὰ τὸ ὄρος περιιόντες τὰς βοτάνας σιτίζονται. καὶ οἱ μὲν ὧδε ἐφιλοσόφουν, ἐν Κάραις δὲ Εὐσέβιος, ὃς ἐν τῷ ἐθελοντὴς καθεῖρχθαι ἐφιλοσόφει, καὶ Πρωτογένης, ὃς τὴν αὐτόθι ἐκκλησίαν ἐπετρόπευσε μετὰ Βῖτον τὸν τότε ἐπίσκοπον, Βῖτον ἐκεῖνον τὸν