1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

143

ἀοίδιμον, ὅν φασι βασιλέα Κωνσταντῖνον πρώτως θεασάμενον ὁμολογῆσαι ὡς πάλαι πολλάκις ἐν ἐπιφανείαις τὸν ἄνδρα τοῦτον ὁ θεὸς αὐτῷ ἐπέδειξε καὶ παρεκελεύσατο ὅ τι 6.33.4 λέγοι πειθαρχεῖν αὐτῷ. καὶ ᾿Αώνης δὲ ἐν Φαδανᾷ τὸ φροντιστήριον εἶχε. τόπος δὲ οὗτος οὗ ὁ ᾿Ιακὼβ ὁ τοῦ ᾿Αβραὰμ ἔγγονος ἐκ Παλαιστίνης ἐπιστάς, ἔτι παρθένῳ συνήντετο τῇ μετὰ ταῦτα γαμετῇ· ἐκκυλίσας τε τοῦ ἐνθάδε φρέατος τὸν λίθον, πρῶτον αὐτῆς τὸ ποίμνιον ἐπότισε. φασὶ δὲ τοῦτον ᾿Αώνην τῆς ἐκτὸς πάτου ἀνθρώπων καὶ ἀκριβοῦς φιλοσοφίας ἄρξαι παρὰ Σύροις, ὥσπερ ᾿Αντώνιον παρ' Αἰγυπτίοις. 6.34.1 Τούτῳ δὲ συνοίκω ἤστην Γαδδανᾶς τε καὶ ῎Αζιζος, πρὸς ὁμοίαν ἀρετὴν ἁμιλλωμένω. ἀνὰ δὲ τὴν ἐκ γειτόνων ῎Εδεσσαν καὶ πέριξ ταύτης εὐδοκιμώτατοι φιλόσοφοι κατὰ τοῦτον τὸν χρόνον ἦσαν ᾿Ιουλιανὸς καὶ ᾿Εφραὶμ ὁ Σύρος συγγραφεύς, οἱ ἐν τῇ Κωνσταντίου βασιλείᾳ δηλωθέντες, Βαρσῆς τε καὶ Εὐλόγιος, οἳ καὶ ἐπισκόπω ἄμφω ὕστερον ἐγενέσθην οὐ πόλεως τινός, ἀλλὰ τιμῆς ἕνεκεν, ἀντ' ἀμοιβῆς ὥσπερ τῶν αὐτοῖς πεπολιτευμένων χειροτονηθέντες ἐν τοῖς ἰδίοις μοναστηρίοις, ὃν τρόπον καὶ Λάζαρος ὁ δηλωθείς. 6.34.2 οἵδε μὲν τῶν τότε ἐπισήμως φιλοσοφούντων ἀνά τε Σύρους καὶ Πέρσας τοὺς ἐκ γειτόνων τούτοις εἰς γνῶσιν ἐμὴν ἦλθον· πολιτεία δὲ πᾶσιν, ὡς εἰπεῖν, ἦν κοινή· ψυχῆς μὲν ὅτι μάλιστα ἐπιμελεῖσθαι καὶ ἕτοιμον ἐθίζειν πρὸς ἀπαλλαγὴν τῶν ἔνθεν ἐν εὐχαῖς τε καὶ νηστείαις καὶ θείοις ὕμνοις, καὶ περὶ ταῦτα τὸν πολὺν ἀναλίσκειν βίον, χρημάτων δὲ καὶ τῆς περὶ τὰ πολιτικὰ πράγματα ἀσχολίας, σώματός τε ῥᾳστώνης ἢ ἀσκήσεως παντελῶς 6.34.3 ἀμελεῖν. ἔνιοι δὲ ἐπὶ τοσοῦτον ἐγκρατείας ἦλθον, ὡς Βαθθαίου μὲν ὑπὸ τῆς ἄγαν ἀσιτίας σκώληκας ἐκ τῶν ὀδόντων ἕρπειν, ῾Αλᾶν δὲ ἐπὶ ὀγδοήκοντα ἐνιαυτοὺς ἄρτου μὴ γεύσασθαι, τὸν δὲ ῾Ηλιόδωρον ἀύπνους τὰς πολλὰς διακαρτερῆσαι νύκτας, ἑβδομάδας ἡμερῶν ἐν νηστείαις ἐπισυνάψαντα. 6.34.4 Συρία δὲ ἥ τε κοίλη καλουμένη καὶ ἡ ὑπὲρ ταύτην πλὴν ᾿Αντιοχείας βράδιον εἰς Χριστιανισμὸν μετέβαλεν· οὐ μὴν οὐδὲ αὕτη φιλοσόφων ἐκκλησιαστικῶν ἄμοιρος ἦν, ταύτῃ γε μᾶλλον ἀνδρείων ὄντων τε καὶ φαινομένων, ὅσῳ γε καὶ πρὸς τῶν οἰκούντων τὴν χώραν ἐμισοῦντο καὶ ἐπεβουλεύοντο· καὶ γενναίως ἀντεῖχον, οὐκ ἀμυνόμενοι οὐδὲ δίκην λαμβάνοντες, ἀλλὰ προ6.34.5 θύμως τὰς παρὰ τῶν ῾Ελλήνων ὕβρεις τε καὶ πληγὰς ὑπομένοντες. οἵους γενέσθαι ἐπυθόμην Οὐαλεντῖνον, ὃν οἱ μὲν ἐξ ᾿Εμέσης, οἱ δὲ ἐξ ᾿Αρεθούσης τὸ γένος ἔχειν ἔφασαν, καὶ τὸν ὁμώνυμον τὸν αὐτοῦ καὶ Θεόδωρον (ἄμφω δὲ ἀπὸ Τιττῶν τοῦ ᾿Απαμέων νομοῦ ἤστην), καὶ Μαρώσαν τὸν ἐκ Νεχείλων καὶ Βάσσον καὶ Βασσώνην καὶ Παῦλον, ὃς ἀπὸ Τελμισοῦ τῆς κώμης ἐγένετο· πολλοὺς δὲ ἐν πολλοῖς τόποις συνοικίσας καὶ ὃν χρὴ τρόπον συναγαγὼν εἰς τὸ φιλοσοφεῖν εἰδέναι τὸ τελευταῖον εἰς τὸ ᾿Ιουγάτον καλούμενον χωρίον μεγίστην τε καὶ ἐπισημοτάτην συνοικίαν μοναχῶν συνεστήσατο. 6.34.6 ἔνθα δὴ καὶ ἐτελεύτησε καὶ τὸν τάφον ἔχει μακροβιώτατος γεγονώς, ὡς μέχρι καὶ εἰς ἡμᾶς ἐπιβιῶναι εὐδοκίμως καὶ θείως φιλοσοφήσας. καὶ τῶν ἄλλων δὲ τῶν δηλωθέντων μοναχῶν σχεδὸν πάντες πολὺν διεγένοντο χρόνον. καί μοι φαίνεται μακροβίους τούτους τοὺς ἄνδρας ὁ θεὸς ποιῆσαι εἰς ἐπί6.34.7 δοσιν τὴν θρησκείαν ἄγων. Σύρους τε γὰρ ὡς ἐπίπαν καὶ Περσῶν καὶ Σαρακηνῶν πλείστους πρὸς τὸ οἰκεῖον ἐπηγάγοντο σέβας καὶ ἑλληνίζειν ἔπαυσαν· μοναχικῆς τε φιλοσοφίας ἐνθάδε ἄρξαντες πολλοὺς ὁμοίους ἀπέδειξαν. Καὶ Γαλάτας δὲ καὶ Καππαδόκας καὶ τοὺς τούτων ὁμόρους συμβάλλω πολλοὺς μὲν καὶ ἄλλους ἐσχηκέναι τότε ἐκκλησιαστικοὺς φιλοσόφους, οἷά 6.34.8 γε πάλαι τὸ δόγμα σπουδαίως πρεσβεύοντας. κατὰ συνοικίας δὲ ἐν πόλεσιν ἢ κώμαις οἱ πλείους ᾤκουν. οὔτε γὰρ παραδόσει τῶν προγεγενημένων εἰθίσθησαν, οὔτε ὑπὸ χαλεπότητος χειμῶνος φύσει τοῦ τῇδε χώρου ἑκάστοτε συμβαίνοντος δυνατὸν ἴσως κατεφαίνετο ἐν ἐρημίαις διατρίβειν. 6.34. εὐδοκιμώτατοι δὲ ὧν ἐπυθόμην τότε ἐγένοντο ἐνθάδε μοναχοὶ Λεόντιος ὁ τὴν ἐν ᾿Αγκύρᾳ ἐκκλησίαν