1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

196

Μυσίας προδοσίᾳ ἑλὼν ἐντεῦθεν τὴν ἄλλην Θρᾴκην κατέτρεχε καὶ σπονδὰς θέσθαι πρὸς ῾Ρωμαίους ὑπὸ ἀλαζονείας οὐκ ἠνείχετο. διαλεγομένου τε αὐτῷ περὶ εἰρήνης τοῦ ὑπάρχου τῶν Θρᾳκίων στρατευμάτων, ἀνίσχοντα τὸν ἥλιον ἐπιδείξας οὐ χαλεπὸν αὐτῷ ἔφη, ἢν βούληται, πᾶσαν ἣν ἐφορᾷ γῆν καταστρέψασθαι. .5.3 τερατευομένου δὲ τοιάδε καὶ δασμὸν ὅσον ἐβούλετο ἐπιτάττοντος καὶ ἐπὶ τούτοις συντίθεσθαι ῾Ρωμαίοις εἰρήνην ἔχειν ἢ πόλεμον περιμένειν, ἀμηχάνου τε τοῦ πράγματος ὄντος, ἐπέδειξεν ὁ θεὸς ἣν ἔχει προμήθειαν περὶ τὴν .5.4 παροῦσαν βασιλείαν. οὐκ εἰς μακρὰν γὰρ λόγοι πρὸς τοὺς ἀμφὶ τὸν Οὔλδην οἰκείους καὶ λοχαγοὺς ἐγένοντο περὶ τῆς ῾Ρωμαίων πολιτείας καὶ τῆς τοῦ βασιλέως φιλανθρωπίας, ὁποίων τε καὶ ὅσων ἀξιοῖ γερῶν τοὺς ἀρίστους καὶ ἀγαθοὺς ἄνδρας. οὐκ ἀθεεὶ δὲ τούτων εἰς ἔρωτα καταστάντες ῾Ρωμαίοις προσεχώρησαν, καὶ σὺν αὐτοῖς ἐστρατοπεδεύοντο ἅμα τοῖς ὑπ' .5.5 αὐτοὺς τεταγμένοις. ὁ δὲ Οὔλδης πρὸς τὸ πέραν τοῦ ποταμοῦ μόλις διεσώθη πολλοὺς ἀποβαλών, ἄρδην δὲ τοὺς καλουμένους Σκιρούς (ἔθνος δὲ τοῦτο βάρβαρον ἱκανῶς πολυάνθρωπον πρὶν τοιᾷδε περιπεσεῖν συμφορᾷ)· ὑστερήσαντες γὰρ ἐν τῇ φυγῇ οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες .5.6 δέσμιοι ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξεπέμφθησαν. δόξαν δὲ τοῖς ἄρχουσι διανεῖμαι τούτους, μή τι πλῆθος ὄντες νεωτερίσωσι, τοὺς μὲν ἐπ' ὀλίγοις τιμήμασιν ἀπέδοντο, τοὺς δὲ πολλοῖς προῖκα δουλεύειν παρέδοσαν, ἐπὶ τῷ μήτε Κωνσταντινουπόλεως μήτε πάσης Εὐρώπης ἐπιβαίνειν καὶ τῇ μέσῃ .5.7 θαλάσσῃ χωρίζεσθαι τῶν ἐγνωσμένων αὐτοῖς τόπων. ἐκ τούτων τε πλῆθος ἄπρατον περιλειφθὲν ἄλλοι ἀλλαχῇ διατρίβειν ἐτάχθησαν· πολλοὺς δὲ ἐπὶ τῆς Βιθυνίας τεθέαμαι πρὸς τῷ καλουμένῳ ᾿Ολύμπῳ ὄρει σποράδην οἰκοῦντας καὶ τὰς αὐτόθι ὑπωρείας καὶ λόφους γεωργοῦντας. .6.1 Τὰ μὲν οὖν πρὸς ἕω τῆς ἀρχομένης πολεμίων ἀπήλλακτο καὶ σὺν κόσμῳ πολλῷ ἰθύνετο παρὰ τὴν πάντων δόξαν· ἦν γὰρ ἔτι νέος ὁ κρατῶν. τὰ δὲ .6.2 πρὸς δύσιν ἐν ἀταξίαις ἦν πολλῶν ἐπανισταμένων τυράννων· ἡνίκα δὴ μετὰ τὴν Στελίχωνος ἀναίρεσιν ᾿Αλάριχος ὁ τῶν Γότθων ἡγούμενος πρεσβευσάμενος περὶ εἰρήνης πρὸς ᾿Ονώριον ἀπέτυχε· καὶ καταλαβὼν τὴν ῾Ρώμην ἐπολιόρκει πολλοὺς βαρβάρους ἐπιστήσας Θύβριδι τῷ ποταμῷ, ὥστε μὴ εἰσκομίζεσθαι τὰ ἐπιτήδεια τοῖς ἐν τῇ πόλει ἀπὸ τοῦ Πόρτου (ὧδε γὰρ .6.3 ὀνομάζουσι τὸ ῾Ρωμαίων ἐπίνειον). χρονίας δὲ γενομένης τῆς πολιορκίας λιμοῦ τε καὶ λοιμοῦ τὴν πόλιν πιέζοντος δούλων τε πολλῶν καὶ μάλιστα βαρβάρων τῷ γένει πρὸς τὸν ᾿Αλάριχον αὐτομολούντων, ἀναγκαῖον ἐδόκει τοῖς ἑλληνίζουσι τῆς συγκλήτου θύειν ἐν τῷ Καπιτωλίῳ καὶ τοῖς ἄλλοις .6.4 ναοῖς. Θοῦσκοι γάρ τινες ἐπὶ τοῦτο μετακληθέντες παρὰ τοῦ ὑπάρχου τῆς πόλεως ὑπισχνοῦντο σκηπτοῖς καὶ βρονταῖς ἀπελάσειν τοὺς βαρβάρους· ηὔχουν δὲ τοιοῦτον αὐτοῖς εἰργάσθαι καὶ περὶ Λαρνίαν πόλιν τῆς Θουσκίας, .6.5 ἣν παριὼν ᾿Αλάριχος ἐπὶ τὴν ῾Ρώμην οὐχ εἷλεν. ἀλλὰ τούτων μὲν οὐδὲν ὄφελος ἔσεσθαι τῇ πόλει ἡ ἀπόβασις ἔδειξεν. τοῖς γὰρ εὖ φρονοῦσιν ὑπὸ θεομηνίας κατεφαίνετο ταῦτα συμβαίνειν ῾Ρωμαίοις κατὰ ποινὴν ὧν πρὸ τοῦ ὑπὸ πολλῆς ῥᾳστώνης καὶ ἀκολασίας εἰς ἀστοὺς καὶ ξένους ἀδίκως καὶ .6.6 ἀσεβῶς ἥμαρτον. λέγεται γοῦν ἀγαθός τις τῶν ἐν ᾿Ιταλίᾳ μοναχῶν σπεύδοντι ἐπὶ ῾Ρώμην ᾿Αλαρίχῳ παραινέσαι φείσασθαι τῆς πόλεως μηδὲ τηλι-κούτων αἴτιον γενέσθαι κακῶν· τὸν δὲ φάναι ὡς οὐχ ἑκὼν τάδε ἐπιχειρεῖ, ἀλλά τις συνεχῶς ἐνοχλῶν αὐτὸν βιάζεται καὶ ἐπιτάττει τὴν ῾Ρώμην πορθεῖν· .6.7 ὃ δὴ τελευτῶν ἐποίησεν. ἐν ᾧ δὲ ἐπολιόρκει, πλεῖστα δῶρα λαβὼν ἐπὶ χρόνον τινὰ τὴν πολιορκίαν ἔλυσε, συνθεμένων ῾Ρωμαίων τὸν βασιλέα πείσειν εἰς εἰρήνην αὐτὸν δέχεσθαι. .7.1 Γενομένης δὲ περὶ τούτου πρεσβείας οἱ τὰ ἐναντία πράττοντες ᾿Αλαρίχῳ ἐν τοῖς βασιλείοις ἐνεπόδιζον τῇ εἰρήνῃ. μετὰ δὲ ταῦτα πρεσβευσαμένου ᾿Ιννοκεντίου τοῦ ῾Ρωμαίων ἐπισκόπου μετακληθεὶς ᾿Αλάριχος γράμμασι τοῦ βασιλέως ἧκεν εἰς