1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

81

συνελθεῖν, τοὺς δὲ ἀπὸ τῆς ἕω ἐν Σελευκείᾳ τῆς ᾿Ισαυ-4.16.22 ρίας, ἵνα ῥᾳδίου ὄντος ὀλίγους ἢ πάντας πείθειν, εἰ μὲν δύναιντο, τῇδε κἀκεῖσε μερισθέντες παρασκευάσωσι σφίσι συμψήφους γενέσθαι ἑκατέραν σύνοδον· εἰ δὲ μή, θατέραν, ὥστε μὴ πάσαις ψήφοις ἀποκηρυχθῆναι τὴν αἵρεσιν. συνέπραττον δὲ αὐτοῖς ταῦτα Εὐσέβιος ὁ τοῦ βασιλείου οἴκου προεστὼς εὐνοῦχος, Εὐδοξίῳ ἐπιτήδειος ὢν καὶ ἄλλως ὁμόδοξος, καὶ πολλοὶ τῶν ἐν δυνάμει χάριν αὐτῷ Εὐσεβίῳ φέροντες. 4.17.1 Πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον· καὶ γράφει τοῖς τότε ἐν ᾿Αριμήνῳ καὶ Σελευκείᾳ τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι, ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίαν οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος ῾Ιεροσολύμων, καὶ περὶ τῶν ἐπαγομένων ἐγκλημάτων τισὶ τῶν ἐπισκόπων δικάσαι· κατηγόρουν γὰρ ἄλλοι ἄλλων, Γεωργίου δὲ Αἰγύπτιοι ἁρπαγῶν καὶ ὕβρεων· ἐπὶ κεκριμένοις δὲ πᾶσι δέκα ἑκατέρωθεν καταλαβεῖν τὰ βασίλεια ἐπὶ μηνύσει τῶν γενομένων. 4.17.2 Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. καὶ φθάνει ἡ ἐν ᾿Αριμήνῳ συστᾶσα σύνοδος· ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. καὶ περὶ μὲν ᾿Αθανασίου μηδὲν ἀνακινεῖν ἄμεινον ἐδοκίμασαν 4.17.3 οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον. ζητήσεως δὲ οὔσης, εἰς ὃν χρὴ τρόπον πιστεύειν, παρελθόντες εἰς μέσον Οὐάλης τε καὶ Οὐρσάκιος, οἷς συνελαμβάνοντο Γερμήνιός τε καὶ Αὐξέντιος καὶ Γάιος καὶ ∆ημόφιλος, τὰς μὲν ἤδη πρότερον περὶ πίστεως γενομένας γραφὰς ἀργεῖν ἠξίουν, κρατεῖν δὲ ἣν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ συνέταξαν διὰ τῆς ῾Ρωμαίων φωνῆς, ὅμοιον μὲν εἶναι τῷ πατρὶ τὸν υἱὸν κατὰ τὰς γραφὰς εἰσηγουμένην, οὐσίας δὲ παντελῶς 4.17.4 ἐπὶ θεοῦ μὴ ποιεῖσθαι μνήμην. ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι, χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων· ἄμεινον γὰρ εἶναι ἀμαθέστερον διαλεγομένους ὀρθῶς περὶ θεοῦ δοξάζειν ἢ καινότητας 4.17.5 ὀνομάτων ἐπεισάγειν διαλεκτικῆς τερθρείας συγγενεῖς. ὑπῃνίττοντο δέ, μᾶλλον <δὲ> καὶ προφανῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς καὶ τοῖς πολλοῖς ἀσαφές· ἀντὶ δὲ τούτου ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν υἱὸν κατὰ τὰς θείας γραφάς. 4.17.6 ᾿Επεὶ δὲ ταῦτα περιέχουσαν [καὶ] τὴν προκομισθεῖσαν παρ' αὐτῶν γραφὴν ἀνέγνωσαν, οἱ μὲν πλείους μηδὲν δεῖσθαι νεωτέρας πίστεως ἰσχυρίζοντο, ἀλλ' ἀρκεῖσθαι τοῖς ἤδη δόξασι πρὸ αὐτῶν, συνεληλυθέναι δὲ νῦν ἵνα, εἴ τι καινοτομοῖτο κατὰ τούτων, κωλύσωσιν· εἰ δὲ μηδὲν παρὰ ταῦτα καινοτομεῖ τὰ ἀνεγνωσμένα, λέγειν ἐζήτουν τοὺς εἰσηγητὰς ταύτης τῆς γραφῆς καὶ φανερῶς ἀποκηρύττειν τὸ ᾿Αρείου δόγμα ὡς θορύβων αἴτιον εἰσέτι 4.17.7 νῦν ἐξ ἐκείνου γενόμενον ταῖς πανταχῇ ἐκκλησίαις. ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου καὶ ∆ημοφίλου καὶ Γαΐου ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων, ὥστε τὰς μὲν ἄλλας ἀποκηρύξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ' ἀρκεῖσθαι τοῖς 4.17.8 φθάσασιν. ἄτοπον γὰρ εἶναι ὡς νῦν ἀρχομένους πιστεύειν τοιαῦτα ξυγγράφειν καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν. 4.17. Καὶ οἱ μὲν τάδε προϊσχόμενοι οὐδὲν ἠξίουν νεωτερίζειν, μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ' ἐνισταμένους κρατεῖν ἣν προίσχοντο πίστιν καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν