1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

87

εἰς τὴν ἐκκλησίαν τὰς θύρας ἀπέκλεισαν καὶ καθ' ἑαυτοὺς γενόμενοι ἐπεψηφίσαντο τούτοις. ᾿Ακάκιος δὲ τὰ μὲν οὕτω γενόμενα διέβαλλεν, ἰδίᾳ δὲ Λεωνᾷ καὶ Λαυρακίῳ τὴν σπουδαζομένην αὐτῷ γραφὴν 4.22.11 ἐπέδειξε. τρίτῃ δὲ πάλιν ἡμέρᾳ οἱ μὲν ἄλλοι συνῆλθον Μακεδόνιός τε καὶ Βασίλειος οἱ πρὶν ἀπολειφθέντες, ᾿Ακάκιος δὲ καὶ οἱ ἀμφ' αὐτὸν οὐκ ἠξίουν τοῦ συλλόγου κοινωνεῖν, εἰ μὴ πρότερον ὑπεξέλθωσιν οἱ πρὸς αὐτῶν 4.22.12 καθῃρημένοι καὶ κατηγορηθέντες· καὶ τοῦτο ἐγένετο. συνεχώρουν γὰρ οἱ ἀπὸ τοῦ ἑτέρου μέρους ὑπολαβόντες ᾿Ακάκιον ταύτην πρόφασιν θηρᾶσθαι διαλῦσαι τὴν σύνοδον, ὡς καὶ τὴν ᾿Αετίου αἵρεσιν τὴν παροῦσαν ἐξέτασιν 4.22.13 διαφυγεῖν καὶ σφᾶς αὐτοὺς τὰς εὐθύνας τῶν κατηγορουμένων. ἐπεὶ δὲ πάντες παρῆσαν, βιβλίον ἔφη Λεωνᾶς ἔχειν ἐπιδοθὲν παρὰ τῶν ἀμφὶ ᾿Ακάκιον· τὸ δὲ πίστεως ἦν γραφὴ σὺν προοιμίῳ τινί, καὶ τοὺς ἄλλους ἐλάνθανεν· ἑκὼν γὰρ τοῦτο καὶ Λεωνᾶς ἀπεκρύψατο τὰ ᾿Ακακίου φρονῶν. ὡς δὲ ἀνε4.22.14 γνώσθη, θορύβου πλήρης ὁ σύλλογος γέγονεν. ἐδήλου γάρ, ὡς βασιλέως προστάξαντος μηδὲν ἐπεισάγειν τῇ πίστει παρὰ τὰς ἱερὰς γραφὰς ἐπαγόμενοί τινες τοὺς καθῃρημένους ἐκ διαφόρων ἐθνῶν καὶ τοὺς παρανόμως ἐπισκόπους καταστάντας ἐτάραξαν τὴν σύνοδον καὶ τοὺς μὲν αὐτῶν ὕβρισαν, 4.22.15 τοὺς δὲ λαλεῖν οὐ συνεχώρησαν. σφᾶς δὲ τὴν ἐκτεθεῖσαν πίστιν ἐν ᾿Αντιοχείᾳ μὴ ἀποφυγεῖν, εἰ καὶ πρὸς τὴν τότε συμβᾶσαν ζήτησιν οἱ συνελθόντες ἐκεῖσε ταύτην τὴν γραφὴν εἰσηγήσαντο· ἐπεὶ δὲ τὸ ὁμοούσιον καὶ τὸ ὁμοιούσιον εἰσέτι νῦν πολλοὺς θορυβεῖ, ἀρτίως δὲ καινοτομεῖν τινες ἐπιχειροῦσι τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, διὰ τοῦτο τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐκβάλλειν χρεὼν ὡς ἀλλότριον γραφῶν, ἀποκηρύττειν δὲ τὸ ἀνόμοιον, τὸ δὲ ὅμοιον υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογεῖν· ἔστι γάρ, ὥς πού 4.22.16 φησι Παῦλος ὁ ἀπόστολος, εἰκὼν τοῦ ἀοράτου θεοῦ. ταῦτα προοιμιασάμενοι ἑξῆς πίστεως ἐπισυνῆψαν γραφὴν μήτε τοῖς ἐν Νικαίᾳ μήτε τοῖς ἐν ᾿Αντιοχείᾳ δόξασι συνᾴδουσαν, ἀλλ' ἁπλῶς οὕτως συγκειμένην, ὡς καὶ τοὺς τὰ ᾿Αρείου καὶ τὰ ᾿Αετίου φρονοῦντας μηδὲν δοκεῖν ἁμαρτάνειν, εἰ καὶ 4.22.17 ὧδε πιστεύουσι. παραδραμόντες γὰρ τὰ ὀνόματα, δι' ὧν τὴν ᾿Αρείου 4.22.17 δόξαν ἐκβάλλουσιν οἱ ἐν Νικαίᾳ συνελθόντες, σιωπήσαντες δὲ καὶ ὡς ἀναλλοίωτός ἐστι τῆς θεότητος ὁ υἱός, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν τοῦ πατρός, οἷα τῇ ἐν ᾿Αντιοχείᾳ συνόδῳ εἴρηται, ὡμολόγησαν πιστεύειν εἰς πατέρα, πιστεύειν δὲ καὶ εἰς τὸν υἱὸν καὶ εἰς τὸ ἅγιον 4.22.18 πνεῦμα. ἐφ' ἑκάστῳ δὲ ἐπιθέτοις ὀνόμασι κοινοῖς τισι χρησάμενοι, ἃ μήτε αὐτοῖς μήτε τοῖς ἐναντίως δοξάζουσιν ἐμάχετο, τοὺς ἄλλως πιστεύοντας <ἀλλοτρίους> τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. Τοιάδε μὲν τὸ παρὰ Λεωνᾶ προκομισθὲν βιβλίον περιεῖχεν, ὑπ' αὐτοῦ δὲ 4.22.1 ᾿Ακακίου καὶ τῶν αὐτῷ πειθομένων ὑπογεγραμμένον. μετὰ δὲ τὴν τούτου ἀνάγνωσιν ἀναβοήσας Σωφρόνιος ὁ Παφλαγών «εἰ τὸ ἑκάστης ἡμέρας», ἔφη, «ἰδίαν ἐκτίθεσθαι βούλησιν πίστεώς ἐστιν ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς 4.22. ἀληθείας ἀκρίβεια.» ἰσχυριζομένου δὲ ᾿Ακακίου μηδὲν κωλύειν ἑτέραν ὑπαγορευθῆναι γραφήν, εἴ γε ἅπαξ καὶ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη καὶ μετὰ ταῦτα πολλάκις, ὑπολαβὼν ᾿Ελεύσιος «ἀλλ' ἡ σύνοδος», ἔφη, «συνεκροτήθη νῦν, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὐδ' ἵνα πίστιν ἑτέραν παραλάβῃ παρὰ τὴν ἤδη δοκιμασθεῖσαν παρὰ τῶν ἐν ᾿Αντιοχείᾳ συνελθόντων», 4.22.21 καὶ μέχρι ζωῆς καὶ θανάτου ταύτης ἔχεσθαι σφᾶς. ὧδε προϊούσης τῆς διαλέξεως ἐπὶ ἑτέραν μετέβησαν ζήτησιν. καὶ ἐπυνθάνοντο τῶν ἀμφὶ ᾿Ακάκιον, κατὰ τί ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ὡμολόγησαν· τῶν δὲ κατὰ βούλησιν μόνον, οὐ μὴν κατ' οὐσίαν εἰπόντων οἱ μὲν ἄλλοι πάντες καὶ κατ' οὐσίαν ὅμοιον αὐτὸν ἰσχυρίζοντο. καὶ τὸν ᾿Ακάκιον ἤλεγχον διὰ τὸν λόγον, ὃν συνε4.22.22 γράψατο καὶ ἐκδέδωκεν, ὡς ὁμοίως αὐτοῖς ἐδόξαζε πρότερον. τοῦ δὲ μὴ δεῖν ἀπὸ συγγραμμάτων τὰς εὐθύνας ἐπάγειν λέγοντος καὶ τῆς διαλέξεως ἐπὶ μᾶλλον ἐριστικῶς προϊούσης τὸ τελευταῖον