1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

186

ἐπιγενομένης δὲ τῆς γενεθλίου ἡμέρας τοῦ Χριστοῦ ὁ μὲν βασιλεύς, ὡς εἰώθει, εἰς τὴν ἐκκλησίαν οὐκ ἦλθεν· ἐδήλωσε δὲ ᾿Ιωάννῃ μὴ κοινωνεῖν 8..4 αὐτῷ πρὶν ἀνεύθυνος φανῇ τῶν ἐγκλημάτων. ἐπεὶ δὲ προθύμως ἀπολογεῖσθαι ἔφη, οἱ δὲ κατήγοροι δείσαντες ἐπεξιέναι τοῖς ἐγκλήμασιν οὐκ ἐθάρρουν, ἐδόκει δὲ τοῖς δικασταῖς μὴ δέον εἰς δευτέραν χωρεῖν κρίσιν τὸν ὁπωσοῦν καθαιρεθέντα, τῶν μὲν ἄλλων οὐδὲν ἐξήταζον· πρὸς τοῦτο δὲ μόνον ἀπολογεῖσθαι τὸν ᾿Ιωάννην ἀπῄτουν, ὅτι καθαιρεθείς, πρὶν ἐπιτρέψαι σύν8..5 οδον, εἰς τὸν ἐπισκοπικὸν ἐκάθισε θρόνον. τοῦ δὲ τὴν ψῆφον τῶν κεκοινωνηκότων αὐτῷ μετὰ τὴν προτέραν σύνοδον προϊσχομένου, ὡς πλειόνων αὐτοῦ καταψηφισαμένων καὶ διὰ τοῦτο ἱερατικοῦ κανόνος ἀπαγορεύοντος οὐ προσίεντο τὴν ἀπολογίαν, ἀλλὰ καθεῖλον αὐτόν, ἑτεροδόξων ἐνιστάμενον 8..6 τοῦτον εἶναι νόμον. ἐπεὶ γὰρ οἱ ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως συκοφαντήσαντες ᾿Αθανάσιον ἀφείλοντο τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν, δέει τῆς τῶν πραγμάτων μεταβολῆς τάδε ἐνομοθέτησαν, ἀνεξέταστα μένειν τὰ ἐπ' αὐτῷ βεβουλευμένα σπουδάζοντες. 8.21.1 ῾Ο δὲ ᾿Ιωάννης καθαιρεθεὶς οὐκέτι ἐκκλησίαζεν, ἀλλ' ἐν τῷ ἐπισκο-πικῷ καταγωγίῳ ἠρέμει. ἤδη δὲ ληγούσης τῆς τεσσαρακοστῆς, κατ' αὐτὴν τὴν ἱερὰν νύκτα, ἐν ᾗ ἡ ἐτήσιος ἑορτὴ ἐπὶ ἀναμνήσει τῆς ἀναστάσεως τοῦ Χριστοῦ ἐπιτελεῖται, ἐξωθοῦνται τῆς ἐκκλησίας οἱ τὰ αὐτοῦ φρονοῦντες, ἐπιθεμένων αὐτοῖς ἔτι μυσταγωγοῦσι στρατιωτῶν καὶ τῶν αὐτοῦ δυσμενῶν. 8.21.2 ἀπροόπτου δὲ τούτου συμβάντος πολὺς περὶ τὸ βαπτιστήριον ἐγένετο θόρυβος, γυναίων μὲν μετ' οἰμωγῆς ταραττομένων, παιδίων δὲ κλαόντων, ἱερέων τε καὶ διακόνων τυπτομένων τε καὶ πρὸς βίαν ὡς εἶχον σχήματος ἐλαυνομένων. τἆλλα δὲ οἷα εἰκὸς ἦν γενέσθαι ἐν ἀταξίᾳ τοσαύτῃ οἱ μυηθέντες οὐκ ἀγνοοῦσιν, ἐγὼ δὲ ἀναγκαίως σιγήσομαι, μὴ καὶ ἀμύητός τις ἐντύχῃ 8.21.3 τῇ γραφῇ. αἰσθόμενοι δὲ τὴν ἐπιβουλὴν καὶ τὸ λοιπὸν πλῆθος τῇ ὑστεραίᾳ καταλιπόντες τὴν ἐκκλησίαν ἐν δημοσίῳ λουτρῷ πολυχωρήτῳ μάλα, Κωνσταντίου τοῦ βασιλέως ἐπωνύμῳ, τὸ πάσχα ἐπετέλεσαν, ὑπὸ ἐπισκόποις καὶ πρεσβυτέροις καὶ λοιποῖς ἄλλοις, οἷς θέμις τὰ περὶ τὴν ἐκκλησίαν διέπειν· 8.21.4 οἳ δὴ τῷ λαῷ συνῆσαν τὰ ᾿Ιωάννου φρονοῦντες. ἐλαθέντες δὲ ἔνθεν συνῆλθον πρὸ τοῦ ἄστεως εἴς τινα χῶρον, ὃν Κωνσταντῖνος ὁ βασιλεὺς μήπω τὴν πόλιν συνοικίσας εἰς ἱπποδρόμου θέαν ἐκάθηρε ξύλοις περιτειχίσας· ἐξ ἐκείνου τε πῇ μὲν ἐνθάδε, πῇ δὲ ἑτέρωθι, ᾗ ἐξῆν, ἰδίᾳ ἐκκλησίαζον καὶ ᾿Ιω8.21.5 αννῖται ὠνομάζοντο. περὶ δὲ τοῦτον τὸν χρόνον ἄνθρωπός τις δαιμονῶν ἢ νομιζόμενος, ἐγχειρίδιον ἔχων ὡς ἐπὶ σφαγὴν ᾿Ιωάννου παρεσκευασμένος, οὔπω δὲ ἐπιχειρήσας τῷ πράγματι, φωρᾶται· καὶ ὑπὸ τοῦ πλήθους ὡς ὠνητὸς εἰς τὴν ἐπιβουλὴν συλληφθεὶς ἄγεται πρὸς τὸν ὕπαρχον. ἐπισκόπους δέ τινας τῶν ἀμφ' αὐτὸν ἀποστείλας ᾿Ιωάννης ἐξείλετο τοῦτον πρὶν αἰκισθῆ8.21.6 ναι. ἐς ὕστερον δὲ καὶ ᾿Ελπιδίου πρεσβυτέρου, ὃς προφανὴς ἐχθρὸς ᾿Ιω-άννου ἐτύγχανε, δοῦλος δρομαῖος εἰς τὸν ἐπισκοπικὸν οἶκον εἰσέβαλεν. ἐπιγνοὺς δέ τις αὐτὸν τῶν παρατυχόντων ἐπέσχε, τοῦ δρόμου τὴν αἰτίαν πυνθα8.21.7 νόμενος. ὁ δὲ μηδὲν ἀποκριθεὶς παραχρῆμα ξιφιδίῳ παίει τὸν ἄνδρα, καὶ μετ' ἐκεῖνον ἕτερον ἐπιβοήσαντα τῇ τοῦ πρώτου πληγῇ· νύττει δὲ καὶ τρίτον ἐπὶ τούτοις. θορυβησάντων δὲ σὺν βοῇ τῶν παρόντων ὑποστρέψας διέφυγε. παρακελευομένων δὲ τῶν διωκόντων τοῖς πόρρωθεν συλλαμβάνεσθαι τὸν φεύγοντα, προσδραμών τις ἐκ βαλανείου λελουμένος ἀναχωρῶν 8.21.8 ἐπελάβετο αὐτοῦ, καὶ καιρίαν πληγεὶς ἔκειτο νεκρός. ἐπεὶ δὲ κυκλωθεὶς μόλις ὑπὸ τοῦ πλήθους ἐκρατήθη, ἄγουσιν αὐτὸν εἰς τὰ βασίλεια. καὶ μαρτυρόμενοι τῶν ἀπεχθανομένων ᾿Ιωάννῃ τὴν ἐπιβουλήν, καὶ τὸν φονέα καὶ τοὺς ἐπὶ τοῦτο ἀναπείσαντας ἐπεβόων τιμωρίαν δοῦναι. παραλαβὼν δὲ τοῦτον ὁ ὕπαρχος ὡς ἐπεξιὼν τῇ δίκῃ διέλυσε τοῦ δήμου τὴν ὀργήν. 8.22.1 ᾿Εξ ἐκείνου δὲ τὸν ᾿Ιωάννην ἐφύλαττον οἱ τοῦ λαοῦ σπουδαιότεροι νύκτωρ καὶ μεθ'