1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

74

καὶ ἐναγώνιοι ἦσαν, οὔτε πείθεσθαι τῷ βασιλεῖ ἑτεροδόξῳ ὄντι ἀσφαλὲς νομίζοντες οὔτε ἀπειθεῖν ἀκίνδυνον. ἐκράτει δὲ ὅμως μένειν, καὶ ὁ τὰ γράμματα κομίσας ἄπρακτος ἀνέστρεφε. 4..8 Τῷ δὲ ἐπιγενομένῳ θέρει παραγενόμενος ἕτερος ἐκ βασιλέως σὺν τοῖς ἐν τῷ ἔθνει ἄρχουσι κατήπειγεν αὐτὸν ἐξιέναι τῆς πόλεως καὶ τὸν κλῆρον χαλεπῶς ἐπολέμησεν· ἀναθαρρήσαντος δὲ τοῦ λαοῦ τῆς ἐκκλησίας συντεταγμένους πρὸς 4.. πόλεμον ἰδὼν καὶ οὗτος οὐδὲν ἀνύσας ἐξεδήμησεν ἐντεῦθεν. οὐ πολλοῦ δὲ διαγενομένου χρόνου μετακαλοῦνται ἐξ Αἰγύπτου καὶ Λιβύης στρατιαί, ἃς λεγεῶνας ῾Ρωμαῖοι καλοῦσι. καὶ ἐπεὶ ἐμηνύθη κρύπτεσθαι ᾿Αθανάσιον κατὰ τὴν Θεωνᾶ καλουμένην ἐκκλησίαν, παραλαβὼν στρατιώτας ὁ τῶν τῇδε ταγμάτων ἡγεμὼν καὶ ῾Ιλάριον, ὃς ἐκ βασιλέως πάλιν ἀφῖκτο τάδε ἐπιταχύνων, ἀπροσδοκήτως ἀωρὶ κλάσας τὰς θύρας εἰς τὴν ἐκκλησίαν εἰσῆλθε, 4..10 πανταχῇ τε ἐπιζητήσας οὐ κατέλαβεν ἔνδοθεν ᾿Αθανάσιον. λέγεται γάρ, ὡς πολλάκις ὑπὸ θείων μηνυμάτων πολλοὺς καὶ ἄλλους κινδύνους διέφυγε, καὶ τήνδε τὴν ἔφοδον θεὸν αὐτῷ προαναφῆναι· αὐτίκα τε ἐξῄει, καὶ τοὺς στρατιώτας τὰς θύρας καταλαβεῖν τῆς ἐκκλησίας, ἀκαριαίῳ τινὶ χρόνῳ τῆς αὐτοῦ συλλήψεως ὑστερήσαντας. 4.10.1 ῎Εοικε δὲ μηδὲ προσήκειν ἀπιστεῖν, ὡς θεοφιλὴς ὅδε ἀνὴρ ὑπῆρχε καὶ τρανῶς προεώρα τὸ μέλλον. θαυμαστότερα γὰρ ἢ κατὰ τὰ προειρημένα περὶ αὐτοῦ παρειλήφαμεν, ἀκριβεστάτην ἐπιμαρτυροῦντα αὐτῷ τῶν ἐσο4.10.2 μένων εἴδησιν. οὕτω γοῦν ἡνίκα τὸ πρῶτον ἔτι Κώνσταντος περιόντος κακουργεῖν αὐτὸν ἐβεβούλευτο ὁ βασιλεύς, φυγὰς γενόμενος παρά τινι τῶν γνωρίμων ἐκρύπτετο· καὶ ἐπὶ πολλῷ χρόνῳ διέτριβεν ἐν μυχῷ γῆς καὶ ἀνηλίῳ οἰκήματι, ὃ ταμιεῖον τὸ πρὶν ὑδάτων ἐτύγχανε. συνῄδει δὲ οὐδεὶς ἢ παρ' οἷς ἐλάνθανε καὶ θεράπαινα τούτων πιστὴ δοκοῦσα, ὡς ἂν αὐτῷ 4.10.3 διακονοίη. πολλῆς δὲ οὔσης σπουδῆς τοῖς ἑτεροδόξοις ζωγρῆσαι τὸν ἄνδρα, οἷα εἰκὸς ἐπὶ δώροις ἢ ὑποσχέσεσιν ἔμελλεν αὐτὸν καταμηνύειν ἡ θεράπαινα. προαναφήναντος δὲ τοῦ θεοῦ τὴν ἐπιβουλὴν φθάσας ἑτέρωθι μετῴκησε. καὶ ἡ θεράπαινα τιμωρίαν ἔδωκεν ὡς ψευδῆ μηνύσασα κατὰ τῶν δεσποτῶν, οἳ δὴ πεφεύγεσαν. οὐ γὰρ τὸ τυχὸν ἐποιοῦντο ἔγκλημα οἱ τῆς ἐναντίας αἱρέσεως κατὰ τῶν ὑποδεχομένων ἢ κρυπτόντων ᾿Αθανάσιον, ἀλλ' ὡς ἀπειθεῖς προστάξεσι βασιλέως καὶ περὶ πολιτείαν ἁμαρτάνοντας εἰς δικαστήριον εἷλκον. 4.10.4 Καὶ παραπλησίου δ' αὖ καὶ ἄλλοτε ἐπὶ ᾿Αθανασίῳ συμβάντος εἰς ἀκοὴν ἦλθον. ἐπεὶ γὰρ κατὰ τοιαύτην αἰτίαν ὡς ἐπὶ Αἴγυπτον φεύγων ἀνέπλεεν ἐπὶ τὸν Νεῖλον, μηνυσάντων τοῦτό τινων ἐδίωκον αὐτὸν οἱ συλληψόμενοι. προμαθὼν δὲ θειόθεν τὴν δίωξιν ἐξήγγειλε τοῖς συμπλέουσι καὶ ἀναστρέφειν ἐπὶ τὴν ᾿Αλεξάνδρειαν ἐκέλευσεν. ἐν δὲ τῷ καταπλεῖν ἀναπλέοντας τοὺς ἐπιβούλους παραμείψας ἐπὶ τὴν πόλιν διεσώθη καὶ ὡς ἐν ὁμίλῳ καὶ πλήθει οἰκημάτων ἀσφαλέστερον ἐλάνθανεν. 4.10.5 ᾿Εκ δὴ τῶν τοιούτων καὶ πολλῶν ἄλλων ὁμοίως προμηνυομένων παρ' αὐτοῦ διεβάλλετο παρὰ τῶν ἐναντίων ῾Ελλήνων τε καὶ ἑτεροδόξων ὡς 4.10.6 γοητείαις ταῦτα κατορθῶν. λόγος οὖν ποτε προϊόντος αὐτοῦ ἀνὰ τὴν πόλιν συμβὰν οὕτως ἐφιπταμένην κορώνην κρᾶξαι· παρατυχὸν δὲ πλῆθος ῾Ελλήνων οἷα εἰς γόητα ἀποσκῶπτον ἐξαιτῆσαι εἰπεῖν αὐτοῖς, ὅ τι λέγοι ἡ κορώνη. τὸν δὲ φάναι ἠρέμα ἐπιγελάσαντα· «κρᾶς ἐστιν αὔριον τῇ ῾Ρωμαίων φωνῇ· τοῦτο τοίνυν κράζουσα ἀηδῆ τὴν αὔριον ὑμῖν ἔσεσθαι ἀγγέλλει· σημαίνει γὰρ ἐκ προστάγματος τοῦ ῾Ρωμαίων βασιλέως κωλυθήσεσθαι ὑμᾶς 4.10.7 τὴν ἑξῆς ἑορτὴν ἄγειν.» ἡ δὲ ᾿Αθανασίου πρόρρησις καίπερ γελοιώδης δόξασα ἀληθὴς ἐφάνη· τῇ γὰρ ἐς αὔριον γράμματα τοῦ κρατοῦντος ἀπεδόθη τοῖς ἄρχουσι παρακελευόμενα μὴ συγχωρεῖν τοὺς ῞Ελληνας τοῖς ναοῖς προσβάλλειν μηδὲ τὰς συνήθεις θρησκείας καὶ πανηγύρεις ἐπιτελεῖν· καὶ ἡ παρατυχοῦσα τότε ἑορτὴ διελύθη, σεβάσμιός τε οὖσα καὶ πολυτελὴς ῞Ελλησιν. 4.10.8 ῾Ως μὲν οὖν προφητικὸς ὁ ἀνὴρ ἐγένετο, ἀπόχρη τάδε εἰπεῖν. ἐπεὶ δέ, ὡς εἴρηται, διέφυγε τοὺς ἐπὶ συλλήψει